ΕΠΙΣΤΟΛΗ ΙΕΡΕΜΙΟΥ 1

Septuagint (Greek Old Testament), second edition
Septuagint (Brenton Greek text, with Apocrypha)
1Διὰ τὰς ἁμαρτίας, ἃς ἡμαρτήκατε ἐναντίον τοῦ Θεοῦ, ἀχθήσεσθε εἰς Βαβυλῶνα αἰχμάλωτοι ὑπὸ Ναβουχοδονόσορ βασιλέως τῶν Βαβυλωνίων
1ΑΝΤΙΓΡΑΦΟΝ ἐπιστολῆς ἧς ἀπέστειλεν Ἱερεμίας πρὸς τοὺς ἀχθησομένους αἰχμαλώτους εἰς Βαβυλῶνα ὑπὸ τοῦ βασιλέως τῶν Βαβυλωνίων, ἀναγγεῖλαι αὐτοῖς καθότι ἐπετάγη αὐτῷ ὑπὸ τοῦ Θεοῦ.
2εἰσελθόντες οὖν εἰς Βαβυλῶνα ἔσεσθε ἐκεῖ ἔτη πλείονα καὶ χρόνον μακρὸν ἕως γενεῶν ἑπτά· μετὰ τοῦτο δὲ ἐξάξω ὑμᾶς ἐκεῖθεν μετ' εἰρήνης.
2Διὰ τὰς ἁμαρτίας ἃς ἡμαρτήκατε ἐναντίον τοῦ Θεοῦ, ἀχθήσεσθε εἰς Βαβυλῶνα αἰχμάλωτοι ὑπὸ Ναβουχοδονόσορ βασιλέως τῶν Βαβυλωνίων.
3νυνὶ δὲ ὄψεσθε ἐν Βαβυλῶνι θεοὺς ἀργυροῦς καὶ χρυσοῦς καὶ ξυλίνους ἐπ' ὤμοις αἰρομένους, δεικνύντας φόβον τοῖς ἔθνεσιν.
3Εἰσελθόντες οὖν εἰς Βαβυλῶνα, ἔσεσθε ἐκεῖ ἔτη πλείονα καὶ χρόνον μακρὸν, ἕως γενεῶν ἑπτά· μετὰ τοῦτο δὲ ἐξάξω ὑμᾶς ἐκεῖθεν μετʼ εἰρήνης.
4εὐλαβήθητε οὖν μὴ καὶ ὑμεῖς ἀφομοιωθέντες τοῖς ἀλλοφύλοις ἀφομοιωθῆτε καὶ φόβος ὑμᾶς λάβῃ ἐπ' αὐτοῖς
4Νυνὶ δὲ ὄψεσθε ἐν Βαβυλῶνι θεοὺς ἀργυροῦς καὶ χρυσοῦς καὶ ξυλίνους ἐπʼ ὤμοις αἰρομένους, δεικνύντας φόβον τοῖς ἔθνεσιν.
5ἰδόντας ὄχλον ἔμπροσθεν καὶ ὄπισθεν αὐτῶν προσκυνοῦντας αὐτά· εἴπατε δὲ τῇ διανοίᾳ· σοὶ δεῖ προσκυνεῖν, δέσποτα.
5Εὐλαβήθητε οὖν μὴ καὶ ὑμεῖς ἀφομοιωθέντες τοῖς ἀλλοφύλοις ἀφομοιωθῆτε, καὶ φόβος ὑμᾶς λὰβῃ ἐπʼ αὐτοῖς, ἰδόντας ὄχλον ἔμπροσθεν καὶ ὄπισθεν αὐτῶν προσκυνοῦντας αὐτά.
6ὁ γὰρ ἄγγελός μου μεθ' ὑμῶν ἐστιν, αὐτός τε ἐκζητῶν τὰς ψυχὰς ὑμῶν.
6Εἴπατε δὲ τῇ διανοίᾳ, σοὶ δεῖ προσκυνεῖν, δέσποτα.
7γλῶσσα γὰρ αὐτῶν ἐστι κετεξυσμένη ὑπὸ τέκτονος, αὐτά τε περίχρυσα καὶ περιάργυρα, ψευδῆ δ' ἐστὶ καὶ οὐ δύνανται λαλεῖν.
7Ὁ γὰρ ἄγγελός μου μεθʼ ὑμῶν ἐστιν, αὐτός τε ἐκζητῶν τὰς ψυχὰς ὑμῶν.
8καὶ ὥσπερ παρθένῳ φιλοκόσμῳ λαμβάνοντες χρυσίον κατασκευάζουσι στεφάνους ἐπὶ τὰς κεφαλὰς τῶν θεῶν αὐτῶν·
8Γλῶσσα γὰρ αὐτῶν ἐστι κατεξυσμένη ὑπὸ τέκτονος, αὐτά τε περίχρυσα καὶ περιάργυρα, ψευδῆ δʼ ἐστὶ, καὶ οὐ δύνανται λαλεῖν.
9ἔστι δὲ καὶ ὅτε ὑφαιρούμενοι οἱ ἱερεῖς ἀπὸ τῶν θεῶν αὐτῶν χρυσίον καὶ ἀργύριον εἰς ἑαυτοὺς καταναλώσουσι, δώσουσι δὲ ἀπ' αὐτῶν καὶ ταῖς ἐπὶ τοῦ στέγους πόρναις.
9Καὶ ὥσπερ παρθένῳ φιλοκόσμῳ λαμβάνοντες χρυσίον, κατασκευάζουσι στεφάνους ἐπὶ τὰς κεφαλὰς τῶν θεῶν αὐτῶν.
10κοσμοῦσί τε αὐτοὺς ὡς ἀνθρώπους τοῖς ἐνδύμασι, θεοὺς ἀργυροῦς καὶ θεοὺς χρυσοῦς καὶ ξυλίνους· οὗτοι δὲ οὐ διασῴζονται ἀπὸ ἰοῦ καὶ βρωμάτων.
10Ἔστι δὲ καὶ ὅτε ὑφαιρούμενοι οἱ ἱερεῖς ἀπὸ τῶν θεῶν αὐτῶν χρυσίον καὶ ἀργύριον εἰς ἑαυτοὺς καταναλοῦσι.
11περιβεβλημένων αὐτῶν ἱματισμὸν πορφυροῦν, ἐκμάσσονται τὸ πρόσωπον αὐτῶν διὰ τὸν ἐκ τῆς οἰκίας κονιορτόν, ὅς ἐστι πλείω ἐπ' αὐτοῖς.
11Δώσουσι δὲ ἀπʼ αὐτῶν καὶ ταῖς ἐπὶ τοῦ στέγους πόρναις· κοσμοῦσί τε αὐτοὺς, ὡς ἀνθρώπους, τοῖς ἐνδύμασι, θεοὺς ἀργυροῦς, καὶ θεοὺς χρυσοῦς, καὶ ξυλίνους.
12καὶ σκῆπτρον ἔχει ὡς ἄνθρωπος κριτὴς χώρας, ὃς τὸν εἰς αὐτὸν ἁμαρτάνοντα οὐκ ἀνελεῖ.
12Οὗτοι δὲ οὐ διασώζονται ἀπὸ ἰοῦ καὶ βρωμάτων, περιβεβλημένων αὐτῶν ἱματισμὸν πορφυροῦν.
13ἔχει δὲ ἐγχειρίδιον ἐν δεξιᾷ καὶ πέλεκυν, ἑαυτὸν δὲ ἐκ πολέμου καὶ λῃστῶν οὐκ ἐξελεῖται.
13Ἐκμάσσονται τὸ πρόσωπον αὐτῶν διὰ τὸν ἐκ τῆς οἰκίας κονιορτὸν, ὅς ἐστι πλείων ἐπʼ αὐτοῖς.
14ὅθεν γνώριμοί εἰσιν οὐκ ὄντες θεοί· μὴ οὖν φοβηθῆτε αὐτούς.
14Καὶ σκῆπτρον ἔχει ὡς ἄνθρωπος κριτὴς χώρας, ὃς τὸν εἰς αὐτὸν ἁμαρτάνοντα οὐκ ἀνελεῖ.
15¨Ωσπερ γὰρ σκεῦος ἀνθρώπου συντριβὲν ἀχρεῖον γίνεται, τοιοῦτοι ὑπάρχουσιν οἱ θεοὶ αὐτῶν, καθιδρυμένων αὐτῶν ἐν τοῖς οἴκοις.
15Ἔχει δὲ ἐγχειρίδιον δεξιᾷ, καὶ πέλεκυν· ἑαυτὸν δὲ ἐκ πολέμον καὶ λῃστῶν οὐκ ἐξελεῖται.
16οἱ ὀφθαλμοὶ αὐτῶν πλήρεις εἰσὶ κονιορτοῦ ἀπὸ τῶν ποδῶν τῶν εἰσπορευομένων.
16Ὅθεν γνώριμοί εἰσιν οὐκ ὄντες θεοί· μὴ οὖν φοβηθῆτε αὐτούς.
17καὶ ὥσπερ τινὶ ἠδικηκότι βασιλέα περιπεφραγμέναι εἰσὶν αἱ αὐλαί, ὡς ἐπὶ θανάτῳ ἀπηγμένῳ, τοὺς οἴκους αὐτῶν ὀχυροῦσιν οἱ ἱερεῖς θυρώμασί τε καὶ κλείθροις καὶ μοχλοῖς, ὅπως ὑπὸ τῶν λῃστῶν μὴ συληθῶσι.
17Ὥσπερ γὰρ σκεῦος ἀνθρώπου συντριβὲν ἀχρεῖον γῖνεται, τοιοῦτοι ὑπάρχουσιν οἱ θεοὶ αὐτῶν, καθιδρυμένων αὐτῶν ἐν τοῖς οἴκοις· οἱ ὀφθαλμοὶ αὐτῶν πλήρεις εἰσὶ κονιορτοῦ ἀπὸ τῶν ποδῶν τῶν εἰσπορευομένων.
18λύχνους καίουσι καὶ πλείους ἢ ἑαυτοῖς, ὧν οὐδένα δύνανται ἰδεῖν.
18Καὶ ὥσπερ τινὶ ἠδικηκότι βασιλέα, περιπεφραγμέναι εἰσὶν αἱ αὐλαὶ, ὡς ἐπὶ θανάτῳ ἀπηγμένῳ· τοὺς οἴκους αὐτῶν ὀχυροῦσιν οἱ ἱερεῖς θυρώμασί τε καὶ κλείθροις καὶ μοχλοῖς, ὅπως ὑπὸ τῶν λῃστῶν μὴ συληθῶσι.
19ἔστι μὲν ὥσπερ δοκὸς τῶν ἐκ τῆς οἰκίας, τὰς δὲ καρδίας αὐτῶν φασὶν ἐκλείχεσθαι, τῶν ἀπὸ τῆς γῆς ἑρπετῶν κατεσθόντων αὐτούς τε καὶ τὸν ἱματισμὸν αὐτῶν, οὐκ αἰσθάνονται.
19Λύχνους καίουσι, καὶ πλείους ἢ ἑαυτοῖς, ὧν οὐδένα δύνανται ἰδεῖν.
20μεμελανωμένοι τὸ πρόσωπον αὐτῶν ἀπὸ τοῦ καπνοῦ τοῦ ἐκ τῆς οἰκίας.
20Ἔστι μὲν ὥσπερ δοκὸς τῶν ἐκ τῆς οἰκίας, τὰς δὲ καρδίας αὐτῶν φασιν ἐκλείχεσθαι τῶν ἀπὸ τῆς γῆς ἑρπετῶν, κατεσθόντων αὐτούς τε καὶ τὸν ἱματισμὸν αὐτῶν οὐκ αἰσθάνονται·
21ἐπὶ τὸ σῶμα αὐτῶν καὶ ἐπὶ τὴν κεφαλὴν αὐτῶν ἐφίπτανται νυκτερίδες, χελιδόνες καὶ τὰ ὄρνεα, ὡσαύτως δὲ καὶ οἱ αἴλουροι.
21Μεμελανωμένοι τὸ πρόσωπον αὐτῶν ἀπὸ τοῦ καπνοῦ τοῦ ἐκ τῆς οἰκίας.
22ὅθεν γνώσεσθε ὅτι οὐκ εἰσὶ θεοί· μὴ οὖν φοβεῖσθε αὐτά.
22Ἐπὶ τὸ σῶμα αὐτῶν καὶ ἐπὶ τὴν κεφαλὴν αὐτῶν ἐφίπτανται νυκτερίδες, χελιδόνες, καὶ τὰ ὄρνεα, ὡσαύτως δὲ καὶ οἱ αἴλουροι.
23Τὸ γὰρ χρυσίον, ὃ περίκεινται εἰς κάλλος, ἐὰν μή τις ἐκμάξῃ τὸν ἰόν, οὐ μὴ στίλψωσιν· οὐδὲ γάρ, ὅτε ἐχωνεύοντο, ᾐσθάνοντο.
23Ὅθεν γνώσεσθε ὅτι οὐκ εἰσὶ θεοί· μὴ οὖν φοβεῖσθε αὐτά.
24ἐκ πάσης τιμῆς ἠγορασμένα ἐστίν, ἐν οἷς οὐκ ὖστι πνεῦμα.
24Τὸ γὰρ χρυσίον ὃ περίκεινται εἰς κάλλος, ἐὰν μή τις ἐκμάξῃ τὸν ἰὸν, οὐ μὴ στίλψωσιν, οὐδὲ γὰρ ὅτε ἐχωνεύοντο, ᾐσθάνοντο.
25ἄνευ ποδῶν ἐπ' ὤμοις φέρονται ἐνδεικνύμενοι τὴν ἑαυτῶν ἀτιμίαν τοῖς ἀνθρώποις, αἰσχύνονταί τε καὶ οἱ θεραπεύοντες αὐτὰ
25Ἐκ πάσης τιμῆς ἠγορασμένα ἐστὶν, ἐν οἷς οὐκ ἔστι πνεῦμα.
26διὰ τὸ εἴ ποτε ἐπὶ τὴν γῆν πέσῃ, μὴ δι' αὐτῶν ἀνίστασθαι· μήτε ἐάν τις αὐτὸ ὀρθὸν στήσῃ, δι' ἑαυτοῦ κινηθήσεται, μήτε ἐὰν κλιθῇ, οὐ μὴ ὀρθωθῇ, ἀλλ' ὥσπερ νεκροῖς τὰ δῶρα αὐτοῖς παρατίθεται.
26Ἄνευ ποδῶν ἐπʼ ὤμοις φέρονταὶ, ἐνδεικνύμενοι τὴν ἑαυτῶν ἀτιμίαν τοῖς ἀνθρώποις.
27τὰς δὲ θυσίας αὐτῶν ἀποδόμενοι οἱ ἱερεῖς αὐτῶν καταχρῶνται· ὡσαύτως δὲ καὶ αἱ γυναῖκες αὐτῶν ἀπ' αὐτῶν ταριχεύουσαι οὔτε πτωχῷ οὔτε ἀδυνάτῳ μὴ μεταδῶσι.
27Αἰσχύνονταί τε καὶ οἱ θεραπεύοντες αὐτὰ, διὰ τὸ, εἴποτε ἐπὶ τὴν γῆν πέσῃ, μὴ διʼ αὐτῶν ἀνίστασθαι, μήτε ἐάν τις αὐτὸ ὀρθὸν στήσῃ, διʼ ἑαυτοῦ κινηθήσεται, μητε ἐὰν κλιθῇ, οὐ μὴ ὀρθωθῇ, ἀλλʼ ὥσπερ νεκροῖς τὰ δῶρα αὐτοῖς παρατίθεται.
28τῶν θυσιῶν αὐτῶν ἀποκαθημένη καὶ λεχὼ ἅπτονται. γνόντες οὖν ἀπὸ τούτων ὅτι οὐκ εἰσὶ θεοί, μὴ φοβηθῆτε αὐτούς.
28Τὰς δὲ θυσίας αὐτῶν ἀποδόμενοι οἱ ἱερεῖς αὐτῶν καταχρῶνται· ὡσαύτως δὲ καὶ αἱ γυναῖκες ἀπʼ αὐτῶν ταριχεύουσαι, οὐτε πτωχῷ οὔτε ἀδυνάτῳ μὴ μεταδῶσι.
29Πόθεν γὰρ κληθείησαν θεοί; ὅτι γυναῖκες παραιτιθέασι θεοῖς ἀργυροῖς καὶ χρυσοῖς καὶ ξυλίνοις·
29Τῶν θυσιῶν αὐτῶν ἀποκαθημένη καὶ λεχὼ ἅπτονται· γνόντες οὖν ἀπὸ τούτων ὅτι οὐκ εἰσὶ θεοὶ, μὴ φοβηθῆτε αὐτούς.
30καὶ ἐν τοῖς οἴκοις αὐτῶν οἱ ἱερεῖς διφρεύουσιν, ἔχοντες τοὺς χιτῶνας διερρωγότας καὶ τὰς κεφαλὰς καὶ τοὺς πώγωνας ἐξυρημένους, ὧν αἱ κεφαλαὶ ἀκάλυπτοί εἰσιν,
30Πόθεν γὰρ κληθείησαν θεοί; ὅτι γυναῖκες παρατιθέασι θεοῖς ἀργυροῖς και χρυσοῖς καὶ ξυλίνοις.
31ὠρύονται δὲ βοῶντες ἐναντίον τῶν θεῶν αὐτῶν ὥσπερ τινὲς ἐν περιδείπνῳ νεκροῦ.
31Καὶ ἐν τοῖς οἴκοις αὐτῶν οἱ ἱερεῖς διφρεύουσιν, ἔχοντες τοὺς χιτῶνας διεῤῥωγότας, καὶ τὰς κεφαλὰς καὶ τοὺς πώγωνας ἐξυρημένους, ὧν αἱ κεφαλαὶ ἀκάλυπτοί εἰσιν.
32ἀπὸ τοῦ ἱματισμοῦ αὐτῶν ἀφελόμενοι οἱ ἱερεῖς ἐνδύσουσι τὰς γυναῖκας αὐτῶν καὶ τὰ παιδία.
32Ὠρύονται δὲ βοῶντες ἐναντίον τῶν θεῶν αὐτῶν, ὥσπερ τινὲς ἐν περιδείπνῳ νεκροῦ.
33οὔτε ἐὰν κακὸν πάθωσιν ὑπό τινος οὔτε ἐὰν ἀγαθόν, δυνήσονται ἀνταποδοῦναι· οὔτε καταστῆσαι βασιλέα δύνανται οὔτε ἀφελέσθαι.
33Ἀπὸ τοῦ ἱματισμοῦ αὐτῶν ἀφελόμενοι οἱ ἱερεῖς, ἐνδύσουσι τὰς γυναῖκας αὐτῶν καὶ τὰ παιδία.
34ὡσαύτως οὔτε πλοῦτον οὔτε χαλκὸν οὐ μὴ δύνωνται διδόναι· ἐάν τις εὐχὴν αὐτοῖς εὐξάμενος μὴ ἀποδῷ, οὐ μὴ ἐπιζητήσωσιν.
34Οὔτε ἐὰν κακὸν πάθωσιν ὑπό τινος, οὔτε ἐὰν ἀγαθὸν, δυνήσονται ἀνταποδοῦναι· οὔτε καταστῆσαι βασιλέα δύνανται, οὔτε ἀφελέσθαι.
35ἐκ θανάτου ἄνθρωπον οὐ μὴ ρύσωνται οὔτε ἥττονα ἀπὸ ἰσχυροῦ μὴ ἐξέλωνται.
35Ὡσαύτως οὔτε πλοῦτον οὔτε χαλκὸν οὐ μὴ δύνωνται διδόναι· ἐάν τις εὐχὴν αὐτοῖς εὐξάμενος μὴ ἀποδῷ, οὐ μὴ ἐπιζητήσωσιν.
36ἄνθρωπον τυφλὸν εἰς ὅρασιν οὐ μὴ περιστήσωσιν, ἐν ἀνάγκῃ ἄνθρωπον ὄντα οὐ μὴ ἐξέλωνται.
36Ἐκ θανάτου ἄνθρωπον οὐ μὴ ῥύσωνται, οὔτε ἥττονα ἀπὸ ἰσχυροῦ μὴ ἐξέλωνται.
37χήραν οὐ μὴ ἐλεήσωσιν οὔτε ὀρφανὸν εὖ ποιήσωσι.
37Ἄνθρωπον τυφλὸν εἰς ὅρασιν οὐ μὴ περιστήσωσιν, ἐν ἀνάγκῃ ἄνθρωπον ὄντα οὐ μὴ ἐξέλωνται.
38τοῖς ἀπὸ τοῦ ὄρους λίθοις ὡμοιωμένοι εἰσὶ τὰ ξύλινα καὶ τὰ περίχρυσα καὶ τὰ περιάργυρα, οἱ δὲ θεραπεύοντες αὐτὰ καταισχυνθήσονται.
38Χήραν οὐ μὴ ἐλεήσωσιν, οὔτε ὀρφανὸν εὖ ποιήσωσι.
39πῶς οὖν νομιστέον ἢ κλητέον ὑπάρχειν αὐτοὺς θεούς;
39Τοῖς ἀπὸ τοῦ ὄρους λίθοις ὡμοιωμὲνοι εἰσὶ τὰ ξύλινα, καὶ τὰ περίχρυσα, καὶ τὰ περιάργυρα, οἱ δὲ θεραπεύοντες αὐτὰ καταισχυνθήσονται.
40ἔτι δὲ καὶ αὐτῶν τῶν Χαλδαίων ἀτιμαζόντων αὐτά, οἵ, ὅταν ἴδωσιν ἐνεὸν μὴ δυνάμενον λαλῆσαι, προσενεγκάμενοι τὸν Βῆλον ἀξιοῦσι φωνῆσαι, ὡς δυνατοῦ ὄντος αὐτοῦ αἰσθέσθαι,
40Πῶς οὖν νομιστέον ἢ κλητέον ὑπάρχειν αὐτοὺς θεοὺς, ἔτι δὲ καὶ αὐτῶν τῶν Χαλδαίων ἀτιμαζόντων αὐτά;
41καὶ οὐ δύνανται αὐτοὶ νοήσαντες καταλιπεῖν αὐτά, αἴσθησιν γὰρ οὐκ ἔχουσιν.
41Οἳ ὅταν ἴδωσιν ἐνεὸν μὴ δυνάμενον λαλῆσαι, προσενεγκάμενοι τὸν Βῆλον, ἀξιοῦσι φωνῆσαι, ὠς δυνατοῦ ὄντος αὐτοῦ αἰσθὲσθαι.
42αἱ δὲ γυναῖκες περιθέμεναι σχοινία ἐν ταῖς ὁδοῖς ἐγκάθηνται θυμιῶσαι τὰ πίτυρα·
42Καὶ οὐ δύνανται αὐτοὶ νοήσαντες καταλιπεῖν αὐτὰ, αἴσθησιν γὰρ οὐκ ἐχουσιν.
43ὅταν δέ τις αὐτῶν ἐφελκυσθεῖσα ὑπό τινος τῶν παραπορευομένων κοιμηθῇ, τὴν πλησίον ὀνειδίζει, ὅτι οὐκ ἠξίωται ὥσπερ καὶ αὐτὴ οὔτε τὸ σχοινίον αὐτῆς διερράγη.
43Αἱ δὲ γυναῖκες περιθέμεναι σχοινὶα, ἐν ταῖς ὁδοῖς ἐγκάθηνται, θυμιῶσαι τὰ πίτυρα· ὅτας δέ τις αὐτῶν ἐφελκυσθεῖσα ὑπό τινος τῶν παραπορευομένων κοιμηθῇ, τὴν πλησίον ὀνειδίζει, ὅτι οὐκ ἠξίωται ὥσπερ καὶ αὐτὴ, οὔτε τὸ σχοινίον αὐτῆς διεῤῥάγη.
44πάντα τὰ γενόμενα ἐν αὐτοῖς ἐστι ψευδῆ· πῶς οὖν νομιστέον ἢ κλητέον ὡς θεοὺς αὐτοὺς ὑπάρχειν;
44Πάντα τὰ γενόμενα ἐν αὐτοῖς ἐστι ψευδῆ· πῶς οὖν νομιστέον ἢ κλητέον ὡς θεοὺς αὐτοὺς ὑπάρχειν;
45ὐπὸ τεκτόνων καὶ χρυσοχόων κατεσκευασμένα εἰσίν· οὐδὲν ἄλλο μὴ γένωνται ἢ ὃ βούλονται οἱ τεχνῖται αὐτὰ γενέσθαι.
45Ὑπὸ τεκτόνων καὶ χρυσοχόων κατεσκευασμένα εἰσίν· οὐθὲν ἄλλο μὴ γὲνηται, ἢ ὃ βούλονται οἱ τεχνίται αὐτὰ γενέσθαι.
46αὐτοί τε οἱ κατασκευάζοντες αὐτὰ οὐ μὴ γένωνται πολυχρόνιοι·
46Αὐτοί τε οἱ κατασκευάζοντες αὐτὰ οὐ μὴ γένωνται πολυχρόνιοι· πῶς τε δὴ μέλλει τὰ ὑπʼ αὐτῶν κατασκευασθέντα;
47πῶς τε δὴ μέλλει τὰ ὑπ' αὐτῶν κατασκευασθέντα εἶναι θεοί; κατέλιπον γὰρ ψεύδη καὶ ὄνειδος τοῖς ἐπιγινομένοις.
47Κατέλιπον γὰρ ψεύδη καὶ ὄνειδος τοῖς ἐπιγινομένοις.
48ὅταν γὰρ ἐπέλθῃ ἐπ' αὐτὰ πόλεμος καὶ κακά, βουλεύονται πρὸς ἑαυτοὺς οἱ ἱερεῖς ποῦ συναποκρυβῶσι μετ' αὐτῶν.
48Ὅταν γὰρ ἐπέλθῃ ἐπʼ αὐτὰ πόλεμος καὶ κακὰ, βουλεύονται πρὸς ἑαυτοὺς οἱ ἱερεῖς, ποῦ συναποκρυβῶσι μετʼ αὐτῶν.
49πῶς οὖν οὐκ ἔστιν αἰσθέσθαι ὅτι οὐκ εἰσὶ θεοί, οἳ οὔτε σῴζουσιν ἑαυτοὺς ἐκ πολέμου οὔτε ἐκ κακῶν;
49Πῶς οὖν οὐκ ἔστιν αἰσθέσθαι ὅτι οὐκ εἰσί θεοί, οἳ οὔτε σώζουσιν ἑαυτοὺς ἐκ πολέμου, οὔτε ἐκ κακῶν;
50ὑπάρχοντα γὰρ ξύλινα καὶ περίχρυσα καὶ περιάργυρα γνωσθήσεται μετὰ ταῦτα, ὅτι ἐστὶ ψευδῆ· τοῖς ἔθνεσι πᾶσι τοῖς τε βασιλεῦσι φανερὸν ἔσται, ὅτι οὐκ εἰσὶ θεοί, ἀλλὰ ἔργα χειρῶν ἀνθρώπων, καὶ οὐδὲν Θεοῦ ἔργον ἐν αὐτοῖς ἐστι.
50Ὑπάρχοντα γὰρ ξύλινα καὶ περίχρυσα καὶ περιάργυρα, γνωσθήσεται μετὰ ταῦτα ὅτι ἐστὶ ψευδῆ.
51τίνι οὖν γνωστέον ἐστίν, ὅτι οὐκ εἰσὶ θεοί;
51Τοῖς ἔθνεσι πᾶσι τοῖς τε βασιλεῦσι φανερὸν ἔσται ὃτι οὐκ εἰσὶ θεοὶ, ἀλλὰ ἔργα χειρῶν ἀνθρώπων, καὶ οὐδὲν Θεοῦ ἔργον ἐν αὐτοῖς ἐστι.
52βασιλέα γὰρ χώρας οὐ μὴ ἀναστήσωσιν οὔτε ὑετὸν ἀνθρώποις οὐ μὴ δῶσι,
52Τίνι οὖν γνωστέον ἐστὶν ὅτι οὐκ εἰσὶ θεοί;
53κρίσιν τε οὐ μὴ διακρίνωσιν αὐτῶν, οὐδὲ μὴ ρύσωνται ἀδικούμενον ἀδύνατοι ὄντες· ὥσπερ γὰρ κορῶναι ἀναμέσον τοῦ οὐρανοῦ καὶ τῆς γῆς.
53Βασιλὲα γὰρ χώρας οὐ μὴ ἀναστήσωσιν, οὔτε ὑετὸν ἀνθρώποις οὐ μὴ δῶσι.
54καὶ γὰρ ὅταν ἐμπέσῃ εἰς οἰκίαν θεῶν ξυλίων ἢ περιχεύσων ἢ περιαργύρων πῦρ, οἱ μὲν ἱερεῖς αὐτῶν φεύξονται καὶ διασωθήσονται, αὐτοὶ δὲ ὥσπερ δοκοὶ μέσοι κατακαυθήσονται.
54Κρίσιν τε οὐ μὴ διακρίνωσιν ἑαυτῶν, οὐδὲ μὴ ῥύσωνται ἀδίκημα, ἀδὺνατοι ὄντες· ὥσπερ γὰρ κορῶναι ἀναμέσον τοῦ οὐρανοῦ καὶ τῆς γῆς.
55βασιλεῖ δὲ καὶ πολεμίοις οὐ μὴ ἀντιστῶσι.
55Καὶ γὰρ ὅταν ἐμπέσῃ εἰς οἰκίαν θεῶν ξυλίνων ἡ περιχρύσων ἢ περιαργύρων πῦρ, οἱ μὲν ἱερεῖν φεύξονται καὶ διασωθήσονται, αὐτοὶ δὲ ὥσπερ δοκοὶ μέσοι κατακαυθήσονται.
56πῶς οὖν ἐκδεκτέον ἢ νομιστέον ὅτι εἰσὶ θεοί; οὔτε ἀπὸ κλεπτῶν οὔτε ἀπὸ λῃστῶν οὐ μὴ διασωθῶσι θεοὶ ξύλινοι καὶ περιάργυροι καὶ περίχρυσοι,
56Βασιλεῖ δὲ καὶ πολεμίοις οὐ μὴ ἀντιστῶσι· πῶς οὖν ἐκδεκτέον ἢ νομιστέον ὅτι εἰσὶ θεοί;
57ὧν οἱ ἰσχύοντες περιελοῦνται τὸ χρυσίον καὶ τὸ ἀργύριον, καὶ τὸν ἱματισμὸν τὸν περικείμενον αὐτοῖς ἀπελεύσονται ἔχοντες, οὔτε ἑαυτοῖς οὐ μὴ βοηθήσωσιν·
57Οὔτε ἀπὸ κλεπτῶν, οὔτε ἀπὸ λῃστῶν οὐ μὴ διασωθῶσι θεοὶ ξύλινον, καὶ περιάργυροι, καὶ περίχρυσοι·
58ὥστε κρεῖσσον εἶναι βασιλέα ἐπιδεικνύμενον τὴν ἑαυτοῦ ἀνδρείαν ἢ σκεῦος ἐν οἰκίᾳ χρήσιμον, ἐφ' ᾣ χρήσεται ὁ κεκτημένος, ἢ οἱ ψευδεῖς θεοί· ἢ καὶ θύρα ἐν οἰκίᾳ διασῴζουσα τὰ ἐν αὐτῇ ὄντα ἢ ψευδεῖς θεοί· καὶ ξύλινος στύλος ἐν βασιλείοις ἢ οἱ ψευδεῖς θεοί.
58ὧν οἱ ἰσχύοντες περιελοῦνται τὸ χρυσίον καὶ τὸ ἀργύριον, καὶ τὸν ἱματισμὸν τὸν περικείμενον αὐτοῖς ἀπελεύσονται ἔχοντες, οὔτε ἑαυτοῖς οὐ μὴ βοηθήσωσιν.
59ἥλιος μὲν γὰρ καὶ σελήνη καὶ ἄστρα ὄντα λαμπρὰ καὶ ἀποστελλόμενα ἐπὶ χρείας εὐήκοά εἰσιν·
59Ὥστε κρεῖσσον εἶναι βασιλέα ἐπιδεικνύμενον τὴν ἑαυτοῦ ἀνδρείαν, ἢ σκεῦος ἐν οἰκίᾳ χρήσιμον ἐφʼ ᾧ κεχρήσεται ὁ κεκτημένος, ἢ οἱ ψευδεῖς θεοί· ἢ καὶ θύρα ἐν οἰκίᾳ διασώζουσα τὰ ἐν αὐτῇ ὄντα, ἢ οἱ ψευδεῖς θεοί· καὶ ξύλινος στύλος ἐν βασιλείοις, ἤ οἱ ψευδεῖς θεοί.
60ὡσαύτως καὶ ἀστραπή, ὅταν ἐπιφανῇ, εὔοπτός ἐστι, τὸ δ' αὐτὸ καὶ πνεῦμα ἐν πάσῃ χώρᾳ πνεῖ.
60Ἥλιος μὲν γὰρ καὶ σελήνη καὶ ἄστρα ὄντα λαμπρὰ, καὶ ἀποστελλόμενα ἐπὶ χρείας, εὐήκοά εἰσιν.
61καὶνεφέλαις ὅταν ἐπιταγῇ ὑπὸ τοῦ Θεοῦ ἐπιπορεύεσθαι ἐφ' ὅλην τὴν οἰκουμένην, συντελοῦσι τὸ ταχθέν· τό τε πῦρ ἐξαποσταλὲν ἄνωθεν ἐξαναλῶσαι ὄρη καὶ δρυμούς, ποιεῖ τὸ συνταχθέν.
61Ὡσαύτως καὶ ἀστραπὴ ὅταν ἐπιφανῇ, εὔοπτός ἐστι· τὸ δʼ αὐτὸ καὶ πνεῦμα ἐν πάσῃ χώρᾳ πνεῖ.
62ταῦτα δὲ οὔτε ταῖς ἰδέαις οὔτε ταῖς δυνάμεσιν αὐτῶν ἀφωμοιωμένα ἐστίν.
62Καὶ νεφέλαις ὅταν ἐπιταγῆ ὑπὸ τοῦ Θεοῦ ἐπιπορεύεσθαι ἐπιπορεύεσθαι ἐφʼ ὅλην τὴν οἰκουμένην, συντελοῦσι τὸ ταχθέν.
63ὅθεν οὔτε νομιστέον οὔτε κλητέον ὑπάρχειν αὐτοὺς θεούς, οὐ δυνατῶν ὄντων αὐτῶν οὔτε κρίσιν κρῖναι οὔτε εὖ ποιῆσαι ἀνθρώποις.
63Τό, τε πῦρ ἐξαποσταλὲν ἄνωθεν ἐξαναλῶσαι ὄρη καὶ δρυμοὺς, ποιεῖ τὸ συνταχθὲν· ταῦτα δὲ οὔτε ταῖς εἰδέαις οὔτε ταῖς δυνάμεσιν αὐτῶν ἀφωμοιωμένα ἐστίν.
64γνόντες οὖν ὅτι οὐκ εἰσὶ θεοί, μὴ φοβηθῆτε αὐτούς·
64Ὅθεν οὔτε νομιστέον οὔτε κλητέον ὑπάρχειν αὐτοὺς θεοὺς, οὐ δυνατῶν ὄντων αὐτῶν οὔτε κλητέον κρίναι, οὔτε εὖ ποιῆσαι ἀνθρώποις.
65οὔτε γὰρ βασιλεῦσιν οὐ μὴ καταράσωνται οὔτε μὴ εὐλογήσωσι.
65Γνόντες οὖν ὅτι οὐκ εἰσὶ θεοί, μὴ φοβηθῆτε αὐτούς·
66σημεῖά τε ἐν ἔθνεσιν ἐν οὐρανῷ οὐ μὴ δείξωσιν, οὐδὲ ὡς ὁ ἥλιος λάμψουσιν οὐδὲ φωτιοῦσιν ὡς ἡ σελήνη.
66Οὔτε γὰρ βασιλεῦσιν οὐ μὴ καταράσωνται, οὔτε μὴ εὐλογήσωσι.
67τὰ θηρία ἐστὶκρείττῳ αὐτῶν, ἃ δύνανται ἐκφυγόντα εἰς σκέπην ἑαυτὰ ὠφελῆσαι.
67Σημεῖά τε ἐν ἔθνεσιν ἐν οὐρανῷ οὐ μὴ δείξωσιν, οὐδὲ ὡς ὁ ἥλιος λάμψουσιν, οὔτε φωτιοῦσιν ὡς ἡ σελήνη.
68κατ' οὐδένα οὖν τρόπον ἡμῖν ἐστι φανερὸν ὅτι εἰσὶ θεοί. διὸ μὴ φοβηθῆτε αὐτούς·
68Τὰ θηρία αὐτῶν ἐστι κρείττω, ἃ δύνανται ἐκφυγόντα εἰς σκέπην ἑαυτὰ ὠφελῆσαι.
69ὥσπερ γὰρ ἐν σικυηράτῳ προβασκάνιον οὐδὲν φυλάσσον, οὕτως οἱ θεοὶ αὐτῶν εἰσὶ ξύλινοι καὶ περίχρυσοι καὶ περιάργυροι.
69Κατʼ οὐδένα οὖν τρόπον ἡμῖν ἑστι φανερὸν ὅτι εἰσὶ θεοί· διὸ μὴ φοβηθῆτε αὐτούς.
70τὸν αὐτὸν τρόπον καὶ τῇ ἐν κήπῳ ράμνῳ, ἐφ' ἧς πᾶν ὄρνεον ἐπικάθηται, ὡσαύτως δὲ καὶ νεκρῷ ἐρριμμένῳ ἐν σκότει ἀφωμοίωνται οἱ θεοὶ αὐτῶν ξύλινοι καὶ περίχρυσοι καὶ περιάργυροι.
70Ὥσοερ γὰρ ἐν σικυηράτῳ προβασκάνιον οὐδὲν φυλάσσον, οὕτως οἱ θεοὶ αὐτῶν εἰσι ξύλινοι καὶ περίχρυσον καὶ περιάργυροι.
71ἀπό τε τῆς πορφύρας καὶ τῆς μαρμάρου τῆς ἐπ' αὐτοῖς σηπομένης γνωσθήσονται ὅτι οὐκ εἰσὶ θεοί· αὐτά τε ἐξ ὑστέρου βρωθήσονται, καὶ ἔσται ὄνειδος ἐν τῇ χώρᾳ.
71τὸν αὐτὸν τρόπον καὶ τῇ. ἐν κήπῳ ῥάμνῳ, ἐφʼ ἧς πᾶν ὄρνεον ἐπικάθηται, ὡσαύτως δὲ καὶ νεκρῷ ἐῤῥιμμένῳ ἐν σκότει ἀφωμοίωνται οἱ θεοὶ αὐτῶν ξύλινοι καὶ περίχρυσοι καὶ περιάργυροι.
72κρεῖσσον οὖν ἄνθρωπος δίκαιος οὐκ ἔχων εἴδωλα, ἔσται γὰρ μακρὰν ἀπὸ ὀνειδισμοῦ.
72Ἀπό τε τῆς πορφύρας καὶ τῆς μαρμάρου τῆς ἐπʼ αὐτοὺς σηπομένης γνωσθήσονται ὅτι οὐκ εἰσὶ θεοί· αὐτά τε ἐξ ὑστέρου βρωθήσονται, καὶ ἔσται ὄνειδος ἐν τῇ χώρᾳ.
no verse 73 in this text
73Κρεῖσσον οὖ ἄνθρωπος δίκαιος οὐκ ἔχων εἴδωλα, ἔσται γὰρ μακρὰν ἀπὸ ὀνειδισμοῦ.

Tip: use the ← and → keys to turn chapters.