ΣΕΙΡΑΧ
Chapter 34
Septuagint (Greek Old Te…
vs Septuagint (Brento…
Aa
Text size
Line width
Verse numbers

ΣΕΙΡΑΧ 34

Septuagint (Greek Old Testament), second edition
Septuagint (Brenton Greek text, with Apocrypha)
1ΚΕΝΑΙ ἐλπίδες καὶ ψευδεῖς ἀσυνέτῳ ἀνδρί, καὶ ἐνύπνια ἀναπτεροῦσιν ἄφρονας.
1Ἀγρυπνία πλούτου ἐκτήκει σάρκας, καὶ ἡ μέριμνα αὐτοῦ ἀφιστᾷ ὕπνον.
2ὡς δρασσόμενος σκιᾶς καὶ διώκων ἄνεμον, οὕτως ὁ ἐπέχων ἐνυπνίοις.
2Μέριμνα ἀγρυπνίας ἀπαιτήσει νυσταγμὸν, καὶ ἀῤῥώστημα βαρὺ ἐκνήψει ὕπνος.
3τοῦτο κατὰ τούτου ὅρασις ἐνυπνίων, κατέναντι προσώπου ὁμοίωμα προσώπου.
3Ἐκοπίασε πλούσιος ἐν συναγωγῇ χρημάτων, καὶ ἐν τῇ ἀναπαύσει ἐμπίπλαται τῶν τρυφημάτων αὐτοῦ·
4ἀπὸ ἀκαθάρτου τί καθαρισθήσεται; καὶ ἀπὸ ψευδοῦς τί ἀληθεύσει;
4ἐκοπίασε πτωχὸς ἐν ἐλαττώσει βίου, καὶ ἐν τῇ ἀναπαύσει ἐπιδεὴς γίνεται.
5μαντεῖαι καὶ οἰωνισμοὶ καὶ ἐνύπνια μάταιά ἐστι, καὶ ὡς ὠδινούσης φαντάζεται καρδία.
5Ὁ ἀγαπῶν χρυσίον οὐ δικαιωθήσεται, καὶ ὁ διώκων διαφθορὰν, αὐτὸς πλησθήσεται.
6ἐὰν μὴ παρὰ Ὑψίστου ἀποσταλῇ ἐν ἐπισκοπῇ, μὴ δῷς εἰς αὐτὰ τὴν καρδίαν σου·
6Πολλοὶ ἐδόθησαν εἰς πτῶμα χάριν χρυσίου, καὶ ἐγενήθη ἀπώλεια αὐτῶν κατὰ πρόσωπον αὐτῶν.
7πολλοὺς γὰρ ἐπλάνησε τὰ ἐνύπνια, καὶ ἐξέπεσον ἐλπίζοντες ἐπ᾿ αὐτοῖς.
7Ξύλον προσκόμματός ἐστι τοῖς ἐνθυσιάζουσιν αὐτῷ, καὶ πᾶς ἄφρων ἁλώσεται ἐν αὐτῷ.
8Ἄνευ ψεύδους συντελεσθήσεται νόμος, καὶ σοφία στόματι πιστῷ τελείωσις.
8Μακάριος πλούσιος ὃς εὑρέθη ἄμωμος, καὶ ὃς ὀπίσω χρυσίου οὐκ ἐπορεύθη.
9ἀνὴρ πεπαιδευμένος ἔγνω πολλά, καὶ ὁ πολύπειρος ἐκδιηγήσεται σύνεσιν.
9Τίς ἐστι καὶ μακαριοῦμεν αὐτόν; ἐποίησε γὰρ θαυμάσια ἐν λαῷ αὐτοῦ.
10ὃς οὐκ ἐπειράθη ὀλίγα οἶδεν, ὁ δὲ πεπλανημένος πληθυνεῖ πανουργίαν.
10Τίς ἐδοκιμάσθη ἐν αὐτῷ καὶ ἐτελειώθη, καὶ ἔστω εἰς καύχησιν; τίς ἐδύνατο παραβῆναι, καὶ οὐ παρέβη, καὶ ποιῆσαι κακὰ, καὶ οὐκ ἐποίησε;
11πολλὰ ἑώρακα ἐν τῇ ἀποπλανήσει μου, καὶ πλείονα τῶν λόγων μου σύνεσίς μου.
11Στερεωθήσεται τὰ ἀγαθὰ αὐτοῦ, καὶ τὰς ἐλεημοσύνας αὐτοῦ ἐκδιηγήσεται ἐκκλησία.
12πλεονάκις ἕως θανάτου ἐκινδύνευσα καὶ διεσώθην τούτων χάριν.
12Ἐπὶ τραπέζης μεγάλης ἐκάθισας; μὴ ἀνοίξῃς ἐπʼ αὐτῆς φάρυγγά σου· καὶ μὴ εἴπῃς, πολλά γε τὰ ἐπʼ αὐτῆς.
13πνεῦμα φοβουμένων Κύριον ζήσεται, ἡ γὰρ ἐλπὶς αὐτῶν ἐπὶ τὸν σώζοντα αὐτούς.
13Μνήσθητι ὅτι κακὸν ὀφθαλμὸς πονηρὸς, πονηρότερον ὀφθαλμοῦ τί ἔκτισται; διὰ τοῦτο ἀπὸ παντὸς προσώπου δακρύει.
14ὁ φοβούμενος Κύριον οὐδὲν εὐλαβηθήσεται καὶ οὐ μὴ δειλιάσῃ, ὅτι αὐτὸς ἐλπὶς αὐτοῦ.
14Οὗ ἐὰν ἐπιβλέψῃ, μὴ ἐκτείνῃς χεῖρα, καὶ μὴ συνθλίβου αὐτῷ ἐν τρυβλίῳ.
15φοβουμένου τὸν Κύριον μακαρία ἡ ψυχή· τίνι ἐπέχει καὶ τίς ἀντιστήριγμα αὐτοῦ;
15Νόει τὰ τοῦ πλησίον ἐκ σεαυτοῦ, καὶ ἐπὶ παντὶ πράγματι διανοοῦ.
16οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς ἀγαπῶντας αὐτόν· ὑπερασπισμὸς δυναστείας καὶ στήριγμα ἰσχύος, σκέπη ἀπὸ καύσωνος καὶ σκέπη ἀπὸ μεσημβρίας, φυλακὴ ἀπὸ προσκόμματος καὶ βοήθεια ἀπὸ πτώσεως,
16Φάγε ὡς ἄνθρωπος τὰ παρακείμενά σοι, καὶ μὴ διαμασῷ, μὴ μισηθῇς.
17ἀνυψῶν ψυχὴν καὶ φωτίζων ὀφθαλμούς, ἴασιν διδούς, ζωὴν καὶ εὐλογίαν.
17Παῦσαι πρῶτος χάριν παιδείας, καὶ μὴ ἀπληστεύου, μήποτε προσκόψῃς.
18Θυσιάζων ἐξ ἀδίκου, προσφορὰ μεμωκημένη, καὶ οὐκ εἰς εὐδοκίαν δωρήματα ἀνόμων.
18Καὶ εἰ ἀναμέσον πλειόνων ἐκάθισας, πρότερος αὐτῶν μὴ ἐκτείνῃς τὴν χεῖρά σου.
19οὐκ εὐδοκεῖ ὁ Ὓψιστος ἐν προσφοραῖς ἀσεβῶν, οὐδὲ ἐν πλήθει θυσιῶν ἐξιλάσκεται ἁμαρτίας.
19Ὡς ἱκανὸν ἀνθρώπῳ πεπαιδευμένῳ τὸ ὀλίγον, καὶ ἐπὶ τῆς κοίτης αὐτοῦ οὐκ ἀσθμαίνει.
20θύων υἱὸν ἔναντι τοῦ πατρὸς αὐτοῦ ὁ προσάγων θυσίαν ἐκ χρημάτων πενήτων.
20Ὕπνος ὑγείας ἐπὶ ἐντέρῳ μετρίῳ, ἀνέστη πρωῒ, καὶ ἡ ψυχὴ αὐτοῦ μετʼ αὐτοῦ· πόνος ἀγρυπνίας καὶ χολέρας καὶ στρόφος μετὰ ἀνδρὸς ἀπλήστου.
21ἄρτος ἐπιδεομένων ζωὴ πτωχῶν, ὁ ἀποστερῶν αὐτὴν ἄνθρωπος αἱμάτων.
21Καὶ εἰ ἐβιάσθης ἐν ἐδέσμασιν, ἀνάστα μεσοπωρῶν καὶ ἀναπαύσῃ.
22φονεύων τὸν πλησίον ὁ ἀφαιρούμενος συμβίωσιν, καὶ ἐκχέων αἷμα ὁ ἀποστερῶν μισθὸν μισθίου.
22Ἄκουσόν μου τέκνον καὶ μὴ ἐξουδενώσῃς με, καὶ ἐπʼ ἐσχάτῳ εὑρήσεις τοὺς λόγους μου· ἐν πᾶσι τοῖς ἔργοις σου γίνου ἐντρεχὴς, καὶ πᾶν αρρώστημα οὐ μή σοι ἀπαντήσῃ.
23εἷς οἰκοδομῶν, καὶ εἷς καθαιρῶν· τί ὠφέλησαν πλεῖον ἢ κόπους;
23Λαμπρὸν ἐπʼ ἄρτοῖς εὐλογήσει χείλη, καὶ μαρτυρία τῆς καλλονῆς αὐτοῦ πιστή.
24εἷς εὐχόμενος καὶ εἷς καταρώμενος· τίνος φωνῆς εἰσακούσεται ὁ δεσπότης;
24Πονηρῷ ἐπʼ ἄρτῳ διαγογγύσει πόλις, καὶ ἡ μαρτυρία τῆς πονηρίας αὐτοῦ ἐκριβής.
25βαπτιζόμενος ἀπὸ νεκροῦ καὶ πάλιν ἁπτόμενος αὐτοῦ, τί ὠφέλησε τῷ λουτρῷ αὐτοῦ;
25Ἐν οἴνῳ μὴ ἀνδρίζου, πολλοὺς γὰρ ἀπώλεσεν ὁ οἶνος·
26οὕτως ἄνθρωπος νηστεύων ἐπὶ τῶν ἁμαρτιῶν αὐτοῦ καὶ πάλιν πορευόμενος καὶ τὰ αὐτὰ ποιῶν· τῆς προσευχῆς αὐτοῦ τίς εἰσακούσεται; καὶ τί ὠφέλησεν ἐν τῷ ταπεινωθῆναι αὐτόν;
26Κάμινος δοκιμάζει στόμωμα ἐν βαφῇ, οὕτως οἶνος καρδίας ἐν μάχῃ ὑπερηφάνων.
no verse 27 in this text
27Ἐπίσον ζωῆς οἶνος ἀνθρώπῳ, ἐὰν πίνῃς αὐτὸν μέτρῳ αὐτοῦ· τίς ζωὴ ἐλασσουμένῳ οἴνῳ; καὶ αὐτὸς ἔκτισται εἰς εὐφροσύνην ἀνθρώποις.
no verse 28 in this text
28Ἀγαλλίαμα καρδίας καὶ εὐφροσύνη ψυχῆς οἶνος πινόμενος ἐν καιρῷ αὐτάρκης·
no verse 29 in this text
29πικρία ψυχῆς οἶνος πινόμενος πολὺς, ἐν ὀρεθισμῷ καὶ ἀντιπτώματι.
no verse 30 in this text
30Πληθύνει μέθη θυμὸν ἄφρονος εἰς πρόσκομμα, ἐλαττῶν ἰσχὺν καὶ προσποιῶν τραύματα.
no verse 31 in this text
31Ἐν συμποσίῳ οἴνου μὴ ἐλέγξῃς τὸν πλησίον, καὶ μὴ ἐξουδενώσῃς αὐτὸν ἐν εὐφροσύνῃ αὐτοῦ· λόγον ὀνειδισμοῦ μὴ εἴπῃς αὐτῷ, καὶ μὴ αὐτὸν θλίψῃς ἐν ἀπαιτήσει. ΠΕΡΙ ἩΓΟΥΜΕΝΩΝ.

Tip: use the ← and → keys to turn chapters.