ΣΕΙΡΑΧ 35
Septuagint (Greek Old Testament), second editionOriginal language
Septuagint (Greek Old Testament), second edition
Septuagint (Brenton Greek text, with Apocrypha)
1Ο ΣΥΝΤΗΡΩΝ νόμον πλεονάζει προσφοράς, θυσιάζων σωτηρίου ὁ προσέχων ἐντολαῖς.
1Ἡγούμενων σε κατέστησαν; μὴ ἐπαίρου, γίνου ἐν αὐτοῖς ὡς εἷς ἐξ αὐτῶν· φρόντισον αὐτῶν, καὶ οὕτω κάθισον,
2ἀνταποδιδοὺς χάριν προσφέρων σεμίδαλιν, καὶ ὁ ποιῶν ἐλεημοσύνην θυσιάζων αἰνέσεως.
2καὶ πᾶσαν τὴν χρείαν σου ποιήσας ἀνάπεσε, ἵνα εὐφρανθῇς διʼ αὐτοὺς, καὶ εὐκοσμίας χάριν λάβῃς στέφανον.
3εὐδοκία Κυρίου ἀποστῆναι ἀπὸ πονηρίας, καὶ ἐξιλασμὸς ἀποστῆναι ἀπὸ ἀδικίας.
3Λάλησον πρεσβύτερε, πρέπει γάρ σοι, ἐν ἀκριβεῖ ἐπιστήμῃ, καὶ μὴ ἐμποδίσῃς μουσικά.
4μὴ ὀφθῇς ἐν προσώπῳ Κυρίου κενός, πάντα γὰρ ταῦτα χάριν ἐντολῆς.
4Ὅπου ἀκρόαμα, μὴ ἐκχέῃς λαλιὰν, καὶ ἀκαίρως μὴ σοφίζου.
5προσφορὰ δικαίου λιπαίνει θυσιαστήριον, καὶ ἡ εὐωδία αὐτῆς ἔναντι Ὑψίστου.
5Σφραγὶς ἄνθρακος ἐπὶ κόσμῳ χρυσῷ, σύγκριμα μουσικῶν ἐν συμποσίῳ οἴνου.
6θυσία ἀνδρὸς δικαίου δεκτή, καὶ τὸ μνημόσυνον αὐτῆς οὐκ ἐπιλησθήσεται.
6Ἐν κατασκευάσματι χρυσῷ σφραγὶς σμαράγδου μέλος μουσικῶν ἐφʼ ἡδεῖ οἴνῳ.
7ἐν ἀγαθῷ ὀφθαλμῷ δόξασον τὸν Κύριον, καὶ μὴ σμικρύνῃς ἀπαρχὴν χειρῶν σου.
7Λάλησον νεανίσκε εἰ χρεία σου, μόλις δὶς ἐὰν ἐπερωτηθῇς.
8ἐν πάσῃ δόσει ἱλάρωσον τὸ πρόσωπόν σου καὶ ἐν εὐφροσύνῃ ἁγίασον δεκάτην.
8Κεφαλαίωσον λόγον, ἐν ὀλίγοις πολλὰ, γίνου ὡς γινώσκων καὶ ἅμα σιωπῶν.
9δὸς Ὑψίστῳ κατὰ τὴν δόσιν αὐτοῦ καὶ ἐν ἀγαθῷ ὀφθαλμῷ καθ᾿ εὕρεμα χειρός·
9Ἐν μέσῳ μεγιστάνων μὴ ἐξισάζου, καὶ ἑτέρου λέγοντος μὴ πολλὰ ἀδολέσχει.
10ὅτι Κύριος ἀνταποδιδούς ἐστι καὶ ἑπταπλάσια ἀνταποδώσει σοι.
10Πρὸ βροντῆς κατασπεύδει ἀστραπὴ, καὶ πρὸ αἰσχυντηροῦ προελεύσεται χάρις.
11Μὴ δωροκόπει, οὐ γὰρ προσδέξεται·
11Ἐν ὥρᾳ ἐξεγείρου καὶ μὴ οὐράγει, ἀπότρεχε εἰς οἶκον καὶ μὴ ῥαθύμει.
12καὶ μὴ ἔπεχε θυσίᾳ ἀδίκῳ, ὅτι Κύριος κριτής ἐστι, καὶ οὐκ ἔστι παρ᾿ αὐτῷ δόξα προσώπου.
12Ἐκεῖ παῖζε καὶ ποίει τὰ ἐνθυμήματά σου, καὶ μὴ ἁμάρτῃς λόγῳ ὑπερηφάνῳ.
13οὐ λήψεται πρόσωπον ἐπὶ πτωχοῦ καὶ δέησιν ἠδικημένου εἰσακούσεται·
13Καὶ ἐπὶ τούτοις εὐλόγησον τὸν ποιήσαντά σε, καὶ μεθύσκοντά σε ἀπὸ τῶν ἀγαθῶν αὐτοῦ.
14οὐ μὴ ὑπερίδῃ ἱκετείαν ὀρφανοῦ καὶ χήραν, ἐὰν ἐκχέῃ λαλιάν·
14Ὁ φοβούμενος Κύριον ἐκδέξεται παιδείαν, καὶ οἱ ὀρθρίζοντες εὑρήσουσιν εὐδοκίαν.
15οὐχὶ δάκρυα χήρας ἐπὶ σιαγόνα καταβαίνει καὶ ἡ καταβόησις ἐπὶ τῷ καταγαγόντι αὐτά;
15Ὁ ζητῶν νόμον ἐμπλησθήσεται αὐτοῦ, καὶ ὁ ὑποκρινόμενος σκανδαλισθήσεται ἐν αὐτῷ.
16θεραπεύων ἐν εὐδοκίᾳ δεχθήσεται, καὶ ἡ δέησις αὐτοῦ ἕως νεφελῶν συνάψει.
16Οἱ φοβούμενοι Κύριον εὑρήσουσι κρίμα, καὶ δικαιώματα ὡς φῶς ἐξάψουσιν.
17προσευχὴ ταπεινοῦ νεφέλας διῆλθε, καὶ ἕως συνεγγίσῃ, οὐ μὴ παρακληθῇ·
17Ἄνθρωπος ἁμαρτωλὸς ἐκκλίνει ἐλεγμὸν, καὶ κατὰ τὸ θέλημα αὐτοῦ εὑρήσει σύγκριμα.
18καὶ οὐ μὴ ἀποστῇ, ἕως ἐπισκέψηται ὁ Ὓψιστος. καὶ κρινεῖ δικαίως καὶ ποιήσει κρίσιν.
18Ἀνὴρ βουλῆς οὐ μὴ παρίδῃ διανόημα, ἀλλότριος καὶ ὑπερήφανος οὐ καταπτήξει φόβον, καὶ μετὰ τὸ ποιῆσαι μετʼ αὐτοῦ ἄνευ βουλῆς.
19καὶ ὁ Κύριος οὐ μὴ βραδύνῃ, οὐδὲ μὴ μακροθυμήσῃ ἐπ᾿ αὐτοῖς,
19Ἄνευ βουλῆς μηθὲν ποιήσῃς, καὶ ἐν τῷ ποιῆσαί σε μὴ μεταμελοῦ.
20ἕως ἂν συντρίψῃ ὀσφὺν ἀνελεημόνων, καὶ τοῖς ἔθνεσιν ἀνταποδώσει ἐκδίκησιν,
20Ἐν ὁδῷ ἀντιπτώματος μὴ πορεύου, καὶ μὴ προσκόψῃς ἐν λιθώδεσι.
21ἕως ἐξάρῃ πλῆθος ὑβριστῶν καὶ σκῆπτρα ἀδίκων συντρίψῃ·
21Μὴ πιστεύσῃς ἐν ὁδῷ ἀπροσκόπῳ,
22ἕως ἀνταποδῷ ἀνθρώπῳ κατὰ τὰς πράξεις αὐτοῦ καὶ τὰ ἔργα τῶν ἀνθρώπων κατὰ τὰ ἐνθυμήματα αὐτῶν·
22καὶ ἀπὸ τῶν τέκνων σου φύλαξαι.
23ἕως κρίνῃ τὴν κρίσιν τοῦ λαοῦ αὐτοῦ, καὶ εὐφρανεῖ αὐτοὺς ἐν τῷ ἐλέει αὐτοῦ.
23Ἐν παντὶ ἔργῳ πίστευε τῇ ψυχῇ σου, καὶ γὰρ τοῦτό ἐστι τήρησις ἐντολῶν.
24ὡραῖον ἔλεος ἐν καιρῷ θλίψεως αὐτοῦ, ὡς νεφέλαι ὑετοῦ ἐν καιρῷ ἀβροχίας.
24Ὁ πιστεύων νόμῳ προσέχει ἐντολαῖς, καὶ ὁ πεποιθὼς Κυρίῳ οὐκ ἐλαττωθήσεται.
Tip: use the ← and → keys to turn chapters.