ΣΕΙΡΑΧ 24
Septuagint (Greek Old Testament), second editionOriginal language
Septuagint (Greek Old Testament), second edition
Septuagint (Brenton Greek text, with Apocrypha)
1ΑΙΝΕΣΙΣ ΣΟΦΙΑΣ. Ἡ σοφία αἰνέσει ψυχὴν αὐτῆς καὶ ἐν μέσῳ λαοῦ αὐτῆς καυχήσεται.
1Ἡ σοφία αἰνέσει ψυχὴν αὐτῆς, καὶ ἐν μέσῳ λαοῦ αὐτῆς καυχήσεται.
2ἐν ἐκκλησίᾳ Ὑψίστου στόμα αὐτῆς ἀνοίξει καὶ ἔναντι δυνάμεως αὐτοῦ καυχήσεται·
2Ἐν ἐκκλησίᾳ ὑψίστου στόμα αὐτῆς ἀνοίξει, καὶ ἔναντι δυνάμεως αὐτοῦ καυχήσεται.
3ἐγὼ ἀπὸ στόματος Ὑψίστου ἐξῆλθον, καὶ ὡς ὁμίχλη κατεκάλυψα γῆν·
3Ἐγὼ ἀπὸ στόματος ὑψίστου ἐξῆλθον, καὶ ὡς ὁμίχλη κατεκάλυψα γῆν.
4ἐγὼ ἐν ὑψηλοῖς κατεσκήνωσα, καὶ ὁ θρόνος μου ἐν στύλῳ νεφέλης·
4Ἐγὼ ἐν ὑψηλοῖς κατεσκήνωσα, καὶ ὁ θρόνος μου ἐν στύλῳ νεφέλης.
5γῦρον οὐρανοῦ ἐκύκλωσα μόνη καὶ ἐν βάθει ἀβύσσων περιεπάτησα·
5Γῦρον οὐρανοῦ ἐκύκλωσα μόνη, καὶ ἐν βάθει ἀβύσσων περιεπάτησα.
6ἐν κύμασι θαλάσσης καὶ ἐν πάσῃ τῇ γῇ καὶ ἐν παντὶ λαῷ καὶ ἔθνει ἐκτησάμην.
6Ἐν κύμασι θαλάσσης καὶ ἐν πάσῃ τῇ γῇ, καὶ ἐν παντὶ λαῷ καὶ ἔθνει ἐκτησάμην.
7μετὰ τούτων πάντων ἀνάπαυσιν ἐζήτησα καὶ ἐν κληρονομίᾳ τίνος αὐλισθήσομαι.
7Μετὰ τούτων πάντων ἀνάπαυσιν ἐζήτησα, καὶ ἐν κληρονομίᾳ τίνος αὐλισθήσομαι.
8τότε ἐνετείλατό μοι ὁ κτίστης ἁπάντων, καὶ ὁ κτίσας με κατέπαυσε τὴν σκηνήν μου καὶ εἶπεν· ἐν Ἰακὼβ κατασκήνωσον καὶ ἐν Ἰσραὴλ κατακληρονομήθητι.
8Τότε ἐνετείλατό μοι ὁ κτίστης ἁπάντων, καὶ ὁ κτίσας με κατέπαυσε τὴν σκηνήν μου, καὶ εἶπεν, ἐν Ἰακὼβ κατασκήνωσον, καὶ ἐν Ἰσραὴλ κατακληρονομήθητι.
9πρὸ τοῦ αἰῶνος ἀπ᾿ ἀρχῆς ἔκτισέ με, καὶ ἕως αἰῶνος οὐ μὴ ἐκλίπω.
9Πρὸ τοῦ αἰῶνος ἀπʼ ἀρχῆς ἔκτισέ με, καὶ ἕως αἰῶνος οὐ μὴ ἐκλίπω.
10ἐν σκηνῇ ἁγίᾳ ἐνώπιον αὐτοῦ ἐλειτούργησα καὶ οὕτως ἐν Σιὼν ἐστηρίχθην·
10Ἐν σκηνῇ ἁγίᾳ ἐνώπιον αὐτοῦ ἐλειτούργησα, καὶ οὕτως ἐν Σιὼν ἐστηρίχθην.
11ἐν πόλει ἠγαπημένῃ ὁμοίως με κατέπαυσε, καὶ ἐν Ἱερουσαλὴμ ἡ ἐξουσία μου·
11Ἐν πόλει ἠγαπημένῃ ὁμοίως με κατέπαυσε, καὶ ἐν Ἰερουσαλὴμ ἡ ἐξουσία μου.
12καὶ ἐρρίζωσα ἐν λαῷ δεδοξασμένῳ, ἐν μερίδι Κυρίου κληρονομίας αὐτοῦ.
12Καὶ ἐῤῥίζωσα ἐν λαῷ δεδοξασμένῳ, ἐν μερίδι Κυρίου κληρονομίας αὐτοῦ.
13ὡς κέδρος ἀνυψώθην ἐν τῷ Λιβάνῳ καὶ ὡς κυπάρισσος ἐν ὄρεσιν Ἀερμών·
13Ὡς κέδρος ἀνυψώθην ἐν Λιβάνῳ, καὶ ὡς κυπάρισσος ἐν ὄρεσιν Ἀερμών.
14ὡς φοῖνιξ ἀνυψώθην ἐν αἰγιαλοῖς καὶ ὡς φυτὰ ρόδου ἐν Ἱεριχώ, ὡς ἐλαία εὐπρεπὴς ἐν πεδίῳ, καὶ ἀνυψώθην ὡς πλάτανος.
14Ὡς φοῖνιξ ἀνυψώθην ἐν αἰγιαλοῖς, καὶ ὡς φυτὰ ῥόδου ἐν Ἱεριχῶ· ὡς ἐλαία εὐπρεπὴς ἐν πεδίῳ, καὶ ἀνυψώθην ὡς πλάτανος.
15ὡς κιννάμωμον καὶ ἀσπάλαθος ἀρωμάτων δέδωκα ὀσμὴν καὶ ὡς σμύρνα ἐκλεκτὴ διέδωκα εὐωδίαν, ὡς χαλβάνη καὶ ὄνυξ καὶ στακτὴ καὶ ὡς λιβάνου ἀτμὶς ἐν σκηνῇ.
15Ὡς κιννάμωμον καὶ ἀσπάλαθος ἀρωμάτων δέδωκα ὀσμὴν, καὶ ὡς σμύρνα ἐκλεκτὴ διέδωκα εὐωδίαν· ὡς χαλβάνη καὶ ὄνυξ καὶ στακτὴ, καὶ ὡς λιβάνου ἀτμὶς ἐν σκηνῇ.
16ἐγὼ ὡς τερέμινθος ἐξέτεινα κλάδους μου, καὶ οἱ κλάδοι μου κλάδοι δόξης καὶ χάριτος.
16Ἐγὼ ὡς τερέμινθος ἐξέτεινα κλάδους μου, καὶ οἱ κλάδοι μου κλάδοι δόξης καὶ χάριτος.
17ἐγὼ ὡς ἄμπελος βλαστήσασα χάριν, καὶ τὰ ἄνθη μου καρπὸς δόξης καὶ πλούτου. [18 ἐγὼ μήτηρ τῆς ἀγαπήσεως τῆς καλῆς, καὶ φόβου καὶ γνώσεως καὶ τῆς ὁσίας ἐλπίδος, δίδομαι οὖν πᾶσι τοῖς τέκνοις μου, ἀειγενὴς τοῖς λεγομένοις ὑπ' αὐτοῦ].
17Ἐγὼ ὡς ἄμπελος βλαστήσασα χάριν, καὶ τὰ ἄνθη μου καρπὸς δόξης καὶ πλούτου.
19προσέλθετε πρός με οἱ ἐπιθυμοῦντές μου, καὶ ἀπὸ τῶν γεννημάτων μου ἐμπλήσθητε·
19Προσέλθετε πρὸς μὲ οἱ ἐπιθυμοῦντές μου, καὶ ἀπὸ τῶν γεννημάτων μου ἐμπλήσθητε.
20τὸ γὰρ μνημόσυνόν μου ὑπὲρ τὸ μέλι γλυκύ, καὶ ἡ κληρονομία μου ὑπὲρ μέλιτος κηρίον.
20Τὸ γὰρ μνημόσυνόν μου ὑπὲρ μέλι γλυκύ, καὶ ἡ κληρονομία μου ὑπὲρ μέλιτος κηροῦ.
21οἱ ἐσθίοντές με ἔτι πεινάσουσι, καὶ οἱ πίνοντές με ἔτι διψήσουσιν.
21Οἱ ἐσθίοντές με ἔτι πεινάσουσι, καὶ οἱ πίνοντές με ἔτι διψήσουσιν.
22ὁ ὑπακούων μου οὐκ αἰσχυνθήσεται, καὶ οἱ ἐργαζόμενοι ἐν ἐμοὶ οὐχ ἁμαρτήσουσι.
22Ὁ ὑπακούων μου οὐκ αἰσχυνθήσεται, καὶ οἱ ἐργαζόμενοι ἐν ἐμοὶ οὐχ ἁμαρτήσουσι.
23ταῦτα πάντα βίβλος διαθήκης Θεοῦ Ὑψίστου, νόμον ὃν ἐνετείλατο ἡμῖν Μωυσῆς κληρονομίαν συναγωγαῖς Ἰακώβ. [24 μὴ ἐκλύεσθε ἰσχὺν ἐν Κυρίῳ, κολλᾶσθε δὲ πρὸς αὐτόν, ἵνα κραταιώσῃ ὑμᾶς, Κύριος παντοκράτωρ Θεὸς μόνος ἐστί, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ σωτήρ].
23Ταῦτα πάντα βίβλος διαθήκης Θεοῦ ὑψίστου, νόμον ὃν ἐνετείλατο Μωυσῆς, κληρονομίαν συναγωγαῖς Ἰακώβ.
25ὁ πιμπλῶν ὡς Φεισὼν σοφίαν καὶ ὡς Τίγρις ἐν ἡμέραις νέων,
25Ὁ πιμπλῶν ὡς Φεισὼν σοφίαν, καὶ ὡς Τίγρις ἐν ἡμέραις νέων·
26ὁ ἀναπληρῶν ὡς Εὐφράτης σύνεσιν καὶ ὡς Ἰορδάνης ἐν ἡμέραις θερισμοῦ,
26ὁ ἀναπληρῶν ὡς Εὐφράτης σύνεσιν, καὶ ὡς Ἰορδάνης ἐν ἡμέραις θερισμοῦ·
27ὁ ἐκφαίνων ὡς φῶς παιδείαν, ὡς Γηὼν ἐν ἡμέραις τρυγητοῦ.
27ὁ ἐκφαίνων ὡς φῶς παιδείαν, ὡς Γηὼν ἐν ἡμέραις τρυγητοῦ.
28οὐ συνετέλεσεν ὁ πρῶτος γνῶναι αὐτήν, καὶ οὕτως ὁ ἔσχατος οὐκ ἐξιχνίασεν αὐτήν·
28Οὐ συνετέλεσεν ὁ πρῶτος γνῶναι αὐτὴν, καὶ οὕτως ὁ ἔσχατος οὐκ ἐξιχνίασεν αὐτήν·
29ἀπὸ γὰρ θαλάσσης ἐπληθύνθη διανόημα αὐτῆς καὶ ἡ βουλὴ αὐτῆς ἀπὸ ἀβύσσου μεγάλης.
29Ἀπὸ γὰρ θαλάσσης ἐπληθύνθη διανόημα αὐτῆς, καὶ ἡ βουλὴ αὐτῆς ἀπὸ ἀβύσσου μεγάλης.
30κἀγὼ ὡς διῶρυξ ἀπὸ ποταμοῦ καὶ ὡς ὑδραγωγὸς ἐξῆλθον εἰς παράδεισον·
30Κᾀγὼ ὡς διώρυξ ἀπὸ ποταμοῦ, καὶ ὡς ὑδραγωγὸς ἐξῆλθον εἰς παράδεισον.
31εἶπα· ποτιῶ μου τὸν κῆπον καὶ μεθύσω μου τὴν πρασιάν· καὶ ἰδοὺ ἐγένετό μοι ἡ διῶρυξ εἰς ποταμόν, καὶ ὁ ποταμός μου ἐγένετο εἰς θάλασσαν.
31Εἶπα, ποτιῶ μου τὸν κῆπον, καὶ μεθύσω μου τὴν πρασιάν· καὶ ἰδοὺ ἐγένετό μοι ἡ διώρυξ εἰς ποταμὸν, καὶ ὁ ποταμός μου ἐγένετο εἰς θάλασσαν.
32ἔτι παιδείαν ὡς ὄρθρον φωτιῶ καὶ ἐκφανῶ αὐτὰ ἕως εἰς μακράν·
32Ἔτι παιδείαν ὡς ὄρθρον φωτιῶ, καὶ ἐκφανῶ αὐτὰ ἕως εἰς μακράν.
33ἔτι διδασκαλίαν ὡς προφητείαν ἐκχεῶ καὶ καταλείψω αὐτὴν εἰς γενεὰς αἰώνων.
33Ἔτι διδασκαλίαν ὡς προφητείαν ἐκχεῶ, καὶ καταλείψω αὐτὴν εἰς γενεὰς αἰώνων.
34ἴδετε ὅτι οὐκ ἐμοὶ μόνῳ ἐκοπίασα, ἀλλὰ πᾶσι τοῖς ἐκζητοῦσιν αὐτήν.
34Ἴδετε ὅτι οὐκ ἐμοὶ μόνῳ ἐκοπίασα, ἀλλὰ πᾶσι τοῖς ἐκζητοῦσιν αὐτήν.
Tip: use the ← and → keys to turn chapters.