ΣΕΙΡΑΧ
Chapter 51
Septuagint (Greek Old Te…
vs Septuagint (Brento…
Aa
Text size
Line width
Verse numbers

ΣΕΙΡΑΧ 51

Septuagint (Greek Old Testament), second edition
Septuagint (Brenton Greek text, with Apocrypha)
1ΠΡΟΣΕΥΧΗ ΙΗΣΟΥ ΥΙΟΥ ΣΕΙΡΑΧ. Ἐξομολογήσομαί σοι, Κύριε βασιλεῦ, καὶ αἰνέσω σε Θεὸν τὸν σωτῆρά μου, ἐξομολογοῦμαι τῷ ὀνόματί σου,
1Ἐξομολογήσομαι σοι Κύριε βασιλεῦ, καὶ αἰνέσω σε Θεὸν τὸν σωτῆρά μου· ἐξομολογοῦμαι τῷ ὀνόματί σου,
2ὅτι σκεπαστὴς καὶ βοηθὸς ἐγένου μοι καὶ ἐλυτρώσω τὸ σῶμά μου ἐξ ἀπωλείας καὶ ἐκ παγίδος διαβολῆς γλώσσης, ἀπὸ χειλέων ἐργαζομένων ψεῦδος καὶ ἔναντι τῶν παρεστηκότων ἐγένου μοι βοηθὸς
2ὅτι σκεπαστὴς καὶ βοηθὸς ἐγένου μοι, καὶ ἐλυτρώσω τὸ σῶμά μου ἐξ ἀπωλείας, καὶ ἐκ παγίδος διαβολῆς γλώσσης· ἀπὸ χειλέων ἐργαζομένων ψεῦδος, καὶ ἔναντι τῶν παρεστηκότων ἐγένου μοι βοηθὸς,
3καὶ ἐλυτρώσω με κατὰ τὸ πλῆθος ἐλέους καὶ ὀνόματός σου ἐκ βρυγμῶν ἑτοίμων εἰς βρῶμα, ἐκ χειρὸς ζητούντων τὴν ψυχήν μου, ἐκ πλειόνων θλίψεων, ὧν ἔσχον,
3καὶ ἐλυτρώσω με, κατὰ τὸ πλῆθος ἐλέους καὶ ὀνόματός σου, ἐκ βρυγμῶν ἑτοίμων εἰς βρῶμα, ἐκ χειρὸς ζητούντων τὴν ψυχήν μου, ἐκ πλειόνων θλίψεων ὧν ἔσχον,
4ἀπὸ πνιγμοῦ πυρᾶς κυκλόθεν καὶ ἐκ μέσου πυρός, οὗ οὐκ ἐξέκαυσα.
4ἀπὸ πνιγμοῦ πυρὸς κυκλόθεν, καὶ ἐκ μέσου πυρὸς οὗ οὐκ ἐξέκαυσα,
5ἐκ βάθους κοιλίας ᾅδου καὶ ἀπὸ γλώσσης ἀκαθάρτου καὶ λόγου ψευδοῦς.
5ἐκ βάθους κοιλίας ᾅδου, καὶ ἀπὸ γλώσσης ἀκαθάρτου, καὶ λόγου ψευδοῦς.
6βασιλεῖ διαβολὴ γλώσσης ἀδίκου. ἤγγισεν ἕως θανάτου ἡ ψυχή μου, καὶ ἡ ζωή μου ἦν σύνεγγυς ᾅδου κάτω.
6Βασιλεῖ διαβολὴ γλώσσης ἀδίκου· ᾔγγισεν ἕως θανάτου ἡ ψυχή μου, καὶ ἡ ζωή μου ἦν σύνεγγυς ᾅδου κάτω.
7περιέσχον με πάντοθεν καὶ οὐκ ἦν ὁ βοηθῶν, ἐνέβλεπον εἰς ἀντίληψιν ἀνθρώπων, καὶ οὐκ ἦν.
7Περιέσχον με πάντοθεν, καὶ οὐκ ἦν ὁ βοηθῶν· ἐμβλέπων εἰς ἀντίληψιν ἀνθρώπων, καὶ οὐκ ἦν.
8καὶ ἐμνήσθην τοῦ ἐλέους σου, Κύριε, καὶ τῆς ἐργασίας σου τῆς ἀπ᾿ αἰῶνος, ὅτι ἐξαιρῇ τοὺς ὑπομένοντάς σε καὶ σῴζεις αὐτοὺς ἐκ χειρὸς ἐθνῶν.
8Καὶ ἐμνήσθην τοῦ ἐλέους σου Κύριε, καὶ τῆς ἐργασίας σου τῆς ἀπʼ αἰῶνος· ὅτι ἐξελῇ τοὺς ὑπομένοντάς σε, καὶ σώζεις αὐτοὺς ἐκ χειρὸς ἐθνῶν.
9καὶ ἀνύψωσα ἀπὸ γῆς ἱκετείαν μου καὶ ὑπὲρ θανάτου ρύσεως ἐδεήθην.
9Καὶ ἀνύψωσα ἐπὶ γῆς ἱκετείαν μου, καὶ ὑπὲρ θανάτου ῥύσεως ἐδεήθην.
10ἐπεκαλεσάμην Κύριον πατέρα κυρίου μου, μή με ἐγκαταλιπεῖν ἐν ἡμέραις θλίψεως, ἐν καιρῷ ὑπερηφάνων ἀβοηθησίας.
10Ἐπεκαλεσάμην Κύριον πατέρα Κυρίου μου, μή με ἐγκαταλιπεῖν ἐν ἡμέραις θλίψεως, ἐν καιρῷ ὑπερηφάνων ἀβοηθησίας.
11αἰνέσω τὸ ὄνομά σου ἐνδελεχῶς καὶ ὑμνήσω ἐν ἐξομολογήσει. καὶ εἰσηκούσθη ἡ δέησίς μου·
11Αἰνέσω τὸ ὄνομά σου ἐνδελεχῶς, καὶ ὑμνήσω ἐν ἐξομολογήσει· καὶ εἰσηκούσθη ἡ δέησίς μου.
12ἔσωσας γάρ με ἐξ ἀπωλείας καὶ ἐξείλου με ἐκ καιροῦ πονηροῦ. διὰ τοῦτο ἐξομολογήσομαι καὶ αἰνέσω σε καὶ εὐλογήσω τῷ ὀνόματι Κυρίου.
12Ἔσωσας γάρ με ἐξ ἀπωλείας, καὶ ἐξείλου με ἐκ καιροῦ πονηροῦ· διὰ τοῦτο ἐξομολογήσομαι καὶ αἰνέσω σοι, καὶ εὐλογήσω τῷ ὀνόματι Κυρίου·
13ἔτι ὢν νεώτερος, πρὶν ἢ πλανηθῆναί με, ἐζήτησα σοφίαν προφανῶς ἐν προσευχῇ μου,
13Ἔτι ὢν νεώτερος, πρινὴ πλανηθῆναί με, ἐζήτησα σοφίαν προφανῶς ἐν προσευχῇ μου.
14ἔναντι ναοῦ ἠξίουν περὶ αὐτῆς καὶ ἕως ἐσχάτων ἐκζητήσω αὐτήν.
14Ἔναντι ναοῦ ἠξίουν περὶ αὐτῆς, καὶ ἕως ἐσχάτων ἐκζητήσω αὐτὴν,
15ἐξ ἄνθους ὡς περκαζούσης σταφυλῆς εὐφράνθη ἡ καρδία μου ἐν αὐτῇ. ἐπέβη ὁ πούς μου ἐν εὐθύτητι, ἐκ νεότητός μου ἴχνευσα αὐτήν.
15ἐξ ἄνθους ὡς περκαζούσης σταφυλῆς· εὐφράνθη ἡ καρδία μου ἐν αὐτῇ, ἐπέβη ὁ πούς μου ἐν εὐθύτητι, ἐκ νεότητός μου ἴχνευσα αὐτήν.
16ἔκλινα ὀλίγον τὸ οὖς μου καὶ ἐδεξάμην καὶ πολλὴν εὗρον ἐμαυτῷ παιδείαν.
16Ἔκλινα ὀλίγον τὸ οὖς μου, καὶ ἐδεξάμην, καὶ πολλὴν εὗρον ἐμαυτῷ παιδείαν.
17προκοπὴ ἐγένετό μοι ἐν αὐτῇ· τῷ διδόντι μοι σοφίαν δώσω δόξαν.
17Προκοπὴ ἐγένετό μοι ἐν αὐτῇ· τῷ διδόντι μοι σοφίαν, δώσω δόξαν.
18διενοήθην γὰρ τοῦ ποιῆσαι αὐτὴν καὶ ἐζήλωσα τὸ ἀγαθὸν καὶ οὐ μὴ αἰσχυνθῶ.
18Διενοήθην γὰρ τοῦ ποιῆσαι αὐτὴν, καὶ ἐζήλωσα τὸ ἀγαθὸν, καὶ οὐ μὴ αἰσχυνθῶ.
19διαμεμάχισται ἡ ψυχή μου ἐν αὐτῇ καὶ ἐν ποιήσει λιμοῦ διηκριβησάμην. τὰς χεῖράς μου ἐξεπέτασα πρὸς ὕψος καὶ τὰ ἀγνοήματα αὐτῆς ἐπένθησα.
19Διαμεμάχηται ἡ ψυχή μου ἐν αὐτῇ, καὶ ἐν ποιήσει λιμοῦ διηκριβωσάμην· τὰς χεῖράς μου ἐξεπέτασα πρός ὕψος, καὶ τὰ ἀγνοήματα αὐτῆς ἐπένθησα,
20τὴν ψυχήν μου κατεύθυνα εἰς αὐτήν, καρδίαν ἐκτησάμην μετ᾿ αὐτῆς ἀπ᾿ ἀρχῆς καὶ ἐν καθαρισμῷ εὗρον αὐτήν, διὰ τοῦτο οὐ μὴ ἐγκαταλειφθῶ·
20τὴν ψυχήν μου κατεύθυνα εἰς αὐτὴν, καρδίαν ἐκτησάμην μετʼ αὐτῶν ἀπʼ ἀρχῆς, καὶ ἐν καθαρισμῷ εὗρον αὐτήν· διὰ τοῦτο οὐ μὴ ἐγκαταλειφθῶ.
21καὶ ἡ κοιλία μου ἐταράχθη τοῦ ἐκζητῆσαι αὐτήν· διὰ τοῦτο ἐκτησάμην ἀγαθὸν κτῆμα.
21Καὶ ἡ κοιλία μου ἐταράχθη ἐκζητῆσαι αὐτήν· διὰ τοῦτο ἐκτησάμην ἀγαθὸν κτῆμα.
22ἔδωκε Κύριος γλῶσσάν μοι μισθόν μου, καὶ ἐν αὐτῇ αἰνέσω αὐτόν.
22Ἔδωκε Κύριος γλῶσσάν μοι μισθόν μου, καὶ ἐν αὐτῇ αἰνέσω αὐτόν.
23ἐγγίσατε πρός με, ἀπαίδευτοι, καὶ αὐλίσθητε ἐν οἴκῳ παιδείας,
23Ἐγγίσατε πρὸς μὲ ἀπαίδευτοι, καὶ αὐλίσθητε ἐν οἴκῳ παιδείας.
24τί ὅτι ὑστερεῖτε ἐν τούτοις καὶ αἱ ψυχαὶ ὑμῶν διψῶσι σφόδρα;
24Διότι ὑστερεῖτε ἐν τούτοις, καὶ αἱ ψυχαὶ ὑμῶν διψῶσι σφόδρα;
25ἤνοιξα τὸ στόμα μου καὶ ἐλάλησα· κτήσασθε ἑαυτοῖς ἄνευ ἀργυρίου.
25Ἤνοιξα τὸ στὸμα μου, καὶ ἐλάλησα, κτήσασθε ἑαυτοῖς ἄνευ ἀργυριου.
26τὸν τράχηλον ὑμῶν ὑπόθετε ὑπὸ ζυγόν, καὶ ἐπιδεξάσθω ἡ ψυχὴ ὑμῶν παιδείαν· ἐγγύς ἐστιν εὑρεῖν αὐτήν.
26Τὸν τράχηλον ὑμῶν ὑπόθετε ὑπὸ ζυγὸν, καὶ ἐπιδεξάσθω ἡ ψυχὴ ὑμῶν παιδείαν, ἐγγύς ἐστιν εὑρεῖν αὐτήν.
27ἴδετε ἐν ὀφθαλμοῖς ὑμῶν ὅτι ὀλίγον ἐκοπίασα καὶ εὗρον ἐμαυτῷ πολλὴν ἀνάπαυσιν.
27Ἴδετε ἐν ὀφθαλμοῖς ὑμῶν ὅτι ὀλίγον ἐκοπίασα, καὶ εὗρον ἐμαυτῷ πολλὴν ἀνάπαυσιν.
28μετάσχετε παιδείας ἐν πολλῷ ἀριθμῷ ἀργυρίου καὶ πολὺν χρυσὸν κτήσασθε ἐν αὐτῇ.
28Μετάσχετε παιδείας ἐν πολλῷ ἀριθμῷ ἀργυρίου, καὶ πολὺν χρυσὸν κτήσασθε ἐν αὐτῇ.
29εὐφρανθείη ἡ ψυχὴ ὑμῶν ἐν τῷ ἐλέει αὐτοῦ, καὶ μὴ αἰσχυνθείητε ἐν αἰνέσει αὐτοῦ.
29Εὐφρανθείη ἡ ψυχὴ ὑμῶν ἐν τῷ ἐλέει αὐτοῦ, καὶ μὴ αἰσχυνθείητε ἐν αἰνέσει αὐτοῦ.
30ἐργάζεσθε τὸ ἔργον ὑμῶν πρὸ καιροῦ, καὶ δώσει τὸν μισθὸν ὑμῶν ἐν καιρῷ αὐτοῦ.
30Ἐργάζεσθε τὸ ἔργον ὑμῶν πρὸ καιροῦ, καὶ δώσει τὸν μισθὸν ὑμῶν ἐν καιρῷ αὐτοῦ.

Tip: use the ← and → keys to turn chapters.