ΣΕΙΡΑΧ
Chapter 33
Septuagint (Brenton Gree…
vs Septuagint (Brento…
Aa
Text size
Line width
Verse numbers

ΣΕΙΡΑΧ 33

Septuagint (Brenton Greek text, with Apocrypha)

1Ἐλέησον ἡμᾶς, δέσποτα ὁ Θεὸς πάντων, καὶ ἐπίβλεψον·

2καὶ ἐπίβαλε τὸν φόβον σου ἐπὶ πάντα τὰ ἔθνη.

3Ἔπαρον τὴν χεῖρά σου ἐπὶ ἔθνη ἀλλότρια, καὶ ἰδέτωσαν τὴν δυναστείαν σου.

4Ὥσπερ ἐνώπιον αὐτῶν ἡγιάσθης ἐν ἡμῖν, οὕτως ἐνώπιον ἡμῶν μεγαλυνθείης ἐν αὐτοῖς·

5Καὶ ἐπιγνώτωσάν σε καθάπερ καὶ ἡμεῖς ἐπέγνωμεν, ὅτι οὐκ ἔστι Θεὸς πλήν σου Κύριε.

6Ἐγκαίνισον σημεῖα, καὶ ἀλλοίωσον θαυμάσια·

7δόξασον χεῖρα καὶ βραχίονα δεξιόν· ἔγειρον θυμὸν, καὶ ἔκχεον ὀργήν· ἔξαρον ἀντίδικον, καὶ ἔκτριψον ἐχθρόν.

8Σπεῦσον καιρὸν, καὶ μνήσθητι ὁρκισμοῦ, καὶ ἐκδιηγησάσθωσαν τὰ μεγαλεῖά σου.

9Ἐν ὀργῇ πυρὸς καταβρωθήτω ὁ σωζόμενος, καὶ οἱ κακοῦντες τὸν λαόν σου εὕροισαν ἀπώλειαν.

10Σύντριψον κεφαλὰς ἀρχόντων ἐχθρῶν λεγόντων, οὐκ ἔστι πλὴν ἡμῶν.

11Σύναγε πάσας φυλὰς Ἰακώβ.
11Σύναγε πάσας φυλὰς Ἰακώβ.
12Λαμπρὰ καρδία καὶ ἀγαθὴ ἐπὶ ἐδέσμασιν τῶν βρωμάτων αὐτῆς ἐπιμελήσεται.

Tip: use the ← and → keys to turn chapters.