ΣΕΙΡΑΧ
Chapter 5
Septuagint (Brenton Gree…
vs Septuagint (Brento…
Aa
Text size
Line width
Verse numbers
Septuagint (Brenton Greek text, with Apocrypha)

1Μὴ ἔπεχε ἐπὶ τοῖς χρήμασί σου, καὶ μὴ εἴπῃς, αὐτάρκη μοι ἐστί.

2Μὴ ἐξακολούθει τῇ ψυχῇ σου καὶ τῇ ἰσχύϊ σου, τοῦ πορεύεσθαι ἐν ἐπιθυμίαις καρδίας σου.

3Καὶ μὴ εἴπῃς, τίς με δυναστεύσει; ὁ γὰρ Κύριος ἐκδικῶν ἐκδικήσει σε.

4Μὴ εἶπῃς, ἥμαρτον, καὶ τί μοι ἐγένετο; ὁ γὰρ Κυριός ἐστι μακρόθυμος.

5Περὶ ἐξιλασμοῦ μὴ ἄφοβος γίνου προσθεῖναι ἁμαρτίαν ἐφʼ ἁμαρτίαις.

6Καὶ μὴ εἴπῃς, ὁ οἰκτιρμὸς αὐτοῦ πολὺς, τὸ πλῆθος τῶν ἁμαρτιῶν μου ἐξιλάσεται· ἔλεος γὰρ καὶ ὀργὴ παρʼ αὐτοῦ, καὶ ἐπὶ ἁμαρτωλοὺς καταπαύσει ὁ θυμὸς αὐτοῦ.

7Μὴ ἀνάμενε ἐπιστρέψαι πρὸς Κύριον, καὶ μὴ ὑπερβάλλου ἡμέραν ἐξ ἡμέρας· ἐξάπινα γὰρ ἐξελεύσεται ὀργὴ Κυρίου, καὶ ἐν καιρῷ ἐκδικήσεως ἐξολῇ.

8Μὴ ἔπεχε ἐπὶ χρήμασιν ἀδίκοις, οὐδὲν γὰρ ὠφελήσεις ἐν ἡμέρᾳ ἐπαγωγῆς.

9Μὴ λίκμα ἐν παντὶ ἀνέμῳ, καὶ μὴ πορεύου ἐν πάσῃ ἀτραπῷ· οὕτως ὁ ἁμαρτωλὸς ὁ δίγλωσσος.

10Ἴσθι ἐστηριγμένος ἐν συνέσει σου, καὶ εἷς ἔστω σου ὁ λόγος.

11Γίνου ταχὺς ἐν ἀκροάσει σου, καὶ ἐν μακροθυμίᾳ φθέγγου ἀπόκρισιν.

12Εἰ ἔστι σοι σύνεσις, ἀποκρίθητι τῷ πλησίον· εἰ δὲ μὴ, ἡ χείρ σου ἔστω ἐπὶ στόματί σου.

13Δόξα καὶ ἀτιμία ἐν λαλιᾷ, καὶ γλῶσσα ἀνθρώπου πτῶσις αὐτῷ.

14Μὴ κληθῇς ψίθυρος, καὶ τῇ γλώσσῃ σου μὴ ἐνέδρευε· ἐπὶ γὰρ τῷ κλέπτῃ ἐστὶν αἰσχύνη, καὶ κατάγνωσις πονηρὰ ἐπὶ διγλώσσου.

15Ἐν μεγάλῳ καὶ ἐν μικρῷ μὴ ἀγνόει.
15Ἐν μεγάλῳ καὶ ἐν μικρῷ μὴ ἀγνόει.

Tip: use the ← and → keys to turn chapters.