ΨΑΛΜΟΙ 46
Septuagint (Greek Old Testament), second editionOriginal language
Septuagint (Greek Old Testament), second edition
Chinese Union Version, punctuated (Traditional)
1Εἰς τὸ τέλος· ὑπὲρ τῶν υἱῶν Κορὲ ψαλμός.
1上帝是我們的避難所,是我們的力量, 是 我們 在患難中隨時的幫助。
2ΠΑΝΤΑ τὰ ἔθνη κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως.
2所以,地雖改變, 山雖搖動到海心,
3ὅτι Κύριος ὕψιστος, φοβερός, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.
3其中的水雖匉訇翻騰, 山雖因海漲而戰抖, 我們也不害怕。 (細拉)
4ὑπέταξε λαοὺς ἡμῖν καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν·
4有一道河,這河的分汊使上帝的城歡喜; 這城就是至高者居住的聖所。
5ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν αὐτοῦ, τὴν καλλονὴν Ἰακώβ, ἣν ἠγάπησεν. (διάψαλμα).
5上帝在其中,城必不動搖; 到天一亮,上帝必幫助這城。
6ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος.
6外邦喧嚷,列國動搖; 上帝發聲,地便鎔化。
7ψάλατε τῷ Θεῷ ἡμῶν, ψάλατε, ψάλατε τῷ βασιλεῖ ἡμῶν, ψάλατε,
7萬軍之耶和華與我們同在; 雅各 的上帝是我們的避難所! (細拉)
8ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ Θεός, ψάλατε συνετῶς.
8你們來看耶和華的作為, 看他使地怎樣荒涼。
9ἐβασίλευσεν ὁ Θεὸς ἐπὶ τὰ ἔθνη, ὁ Θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ.
9他止息刀兵,直到地極; 他折弓、斷槍,把戰車焚燒在火中。
10ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ Θεοῦ Ἁβραάμ, ὅτι τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν.
10你們要休息,要知道我是上帝! 我必在外邦中被尊崇,在遍地上也被尊崇。
no verse 11 in this text
11萬軍之耶和華與我們同在; 雅各 的上帝是我們的避難所!
Tip: use the ← and → keys to turn chapters.