ΨΑΛΜΟΙ
Chapter 144
Septuagint (Greek Old Te…
vs Chinese Union Vers…
Aa
Text size
Line width
Verse numbers

ΨΑΛΜΟΙ 144

Septuagint (Greek Old Testament), second edition
Chinese Union Version, punctuated (Traditional)
1Αἴνεσις τοῦ Δαυΐδ. ΥΨΩΣΩ σε, ὁ Θεός μου ὁ βασιλεύς μου, καὶ εὐλογήσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
1耶和華-我的磐石是應當稱頌的! 他教導我的手爭戰, 教導我的指頭打仗。
2καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
2他是我慈愛 的主 ,我的山寨, 我的高臺,我的救主, 我的盾牌,是我所投靠的; 他使我的百姓服在我以下。
3μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας.
3耶和華啊,人算甚麼,你竟認識他! 世人算甚麼,你竟顧念他!
4γενεὰ καὶ γενεὰ ἐπαινέσει τὰ ἔργα σου καὶ τὴν δύναμίν σου ἀπαγγελοῦσι.
4人好像一口氣; 他的年日如同影兒快快過去。
5τὴν μεγαλοπρέπειαν τῆς δόξης τῆς ἁγιωσύνης σου λαλήσουσι καὶ τὰ θαυμάσιά σου διηγήσονται.
5耶和華啊,求你使天下垂,親自降臨, 摸山,山就冒煙。
6καὶ τὴν δύναμιν τῶν φοβερῶν σου ἐροῦσι καὶ τὴν μεγαλωσύνην σου διηγήσονται.
6求你發出閃電,使他們四散, 射出你的箭,使他們擾亂。
7μνήμην τοῦ πλήθους τῆς χρηστότητός σου ἐξερεύξονται καὶ τῇ δικαιοσύνῃ σου ἀγαλλιάσονται.
7求你從上伸手救拔我, 救我出離大水, 救我脫離外邦人的手。
8οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος.
8他們的口說謊話; 他們的右手起假誓。
9χρηστὸς Κύριος τοῖς σύμπασι, καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ.
9上帝啊,我要向你唱新歌, 用十弦瑟向你歌頌。
10ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντα τὰ ἔργα σου, καὶ οἱ ὅσιοί σου εὐλογησάτωσάν σε.
10你是那拯救君王的; 你是那救僕人 大衛 脫離害命之刀的。
11δόξαν τῆς βασιλείας σου ἐροῦσι καὶ τὴν δυναστείαν σου λαλήσουσι
11求你救拔我, 救我脫離外邦人的手。 他們的口說謊話; 他們的右手起假誓。
12τοῦ γνωρίσαι τοῖς υἱοῖς τῶν ἀνθρώπων τὴν δυναστείαν σου καὶ τὴν δόξαν τῆς μεγαλοπρεπείας τῆς βασιλείας σου.
12我們的兒子從幼年好像樹栽子長大; 我們的女兒如同殿角石, 是按建宮的樣式鑿成的。
13ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων, καὶ ἡ δεσποτεία σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. 13α πιστὸς Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ.
13我們的倉盈滿,能出各樣的糧食; 我們的羊在田間孳生千萬。
14ὑποστηρίζει Κύριος πάντας τοὺς καταπίπτοντας καὶ ἀνορθοῖ πάντας τοὺς κατερραγμένους.
14我們的牛馱着滿馱, 沒有人闖進來 搶奪 , 也沒有人出去 爭戰 ; 我們的街市上也沒有哭號的聲音。
15οἱ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσι, καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ.
15遇見這光景的百姓便為有福! 有耶和華為他們的上帝,這百姓便為有福!
16ἀνοίγεις σὺ τὰς χεῖράς σου καὶ ἐμπιπλᾷς πᾶν ζῷον εὐδοκίας.
no verse 16 in this text
17δίκαιος Κύριος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ.
no verse 17 in this text
18ἐγγὺς Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτόν, πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ.
no verse 18 in this text
19θέλημα τῶν φοβουμένων αὐτὸν ποιήσει καὶ τῆς δεήσεως αὐτῶν εἰσακούσεται καὶ σώσει αὐτούς.
no verse 19 in this text
20φυλάσσει Κύριος πάντας τοὺς ἀγαπῶντας αὐτὸν καὶ πάντας τοὺς ἁμαρτωλοὺς ἐξολοθρεύσει.
no verse 20 in this text
21αἴνεσιν Κυρίου λαλήσει τὸ στόμα μου· καὶ εὐλογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
no verse 21 in this text

Tip: use the ← and → keys to turn chapters.