ΙΩΒ
Chapter 37
Septuagint (Greek Old Te…
vs Chinese Union Vers…
Aa
Text size
Line width
Verse numbers
Septuagint (Greek Old Testament), second edition
Chinese Union Version, punctuated (Traditional)
1ΚΑΙ ἀπὸ ταύτης ἐταράχθη ἡ καρδία μου καὶ ἀπερρύη ἐκ τοῦ τόπου αὐτῆς.
1因此我心戰兢, 從原處移動。
2ἄκουε ἀκοὴν ἐν ὀργῇ θυμοῦ Κυρίου, καὶ μελέτη ἐκ στόματος αὐτοῦ ἐξελεύσεται.
2聽啊,上帝轟轟的聲音 是他口中所發的響聲。
3ὑποκάτω παντὸς τοῦ οὐρανοῦ ἡ ἀρχὴ αὐτοῦ, καὶ τὸ φῶς αὐτοῦ ἐπὶ πτερύγων τῆς γῆς.
3他發響聲震遍天下, 發電光閃到地極。
4ὀπίσω αὐτοῦ βοήσεται φωνῇ, βροντήσει ἐν φωνῇ ὕβρεως αὐτοῦ, καὶ οὐκ ἀνταλλάξει αὐτούς, ὅτι ἀκούσει φωνὴν αὐτοῦ.
4隨後人聽見有雷聲轟轟,大發威嚴, 雷電接連不斷。
5βροντήσει ὁ ἰσχυρὸς ἐν φωνῇ αὐτοῦ θαυμάσια· ἐποίησε γὰρ μεγάλα ἃ οὐκ ᾔδειμεν,
5上帝發出奇妙的雷聲; 他行大事,我們不能測透。
6συντάσσων χιόνι· γίνου ἐπὶ γῆς, καὶ χειμὼν ὑετός, καὶ χειμὼν ὑετῶν δυναστείας αὐτοῦ.
6他對雪說:要降在地上; 對大雨和暴雨也是這樣說。
7ἐν χειρὶ παντὸς ἀνθρώπου κατασφραγίζει, ἵνα γνῷ πᾶς ἄνθρωπος τὴν ἑαυτοῦ ἀσθένειαν.
7他封住各人的手, 叫所造的萬人都曉得他的作為。
8εἰσῆλθε δὲ θηρία ὑπὸ τὴν σκέπην, ἡσύχασαν δὲ ἐπὶ κοίτης.
8百獸進入穴中, 臥在洞內。
9ἐκ ταμιείων ἐπέρχονται ὀδύναι, ἀπὸ δὲ ἀκρωτηρίων ψῦχος,
9暴風出於 南 宮; 寒冷出於北方。
10καὶ ἀπὸ πνοῆς ἰσχυροῦ δώσει πάγος, οἰακίζει δὲ τὸ ὕδωρ ὡς ἐὰν βούληται·
10上帝噓氣成冰; 寬闊之水也都凝結。
11καὶ ἐκλεκτὸν καταπλάσσει νεφέλη, διασκορπιεῖ νέφος φῶς αὐτοῦ.
11他使密雲盛滿水氣, 布散電光之雲;
12καὶ αὐτὸς κυκλώματα διαστρέψει, ἐν θεεβουλαθὼθ εἰς ἔργα αὐτῶν. πάντα ὅσα ἂν ἐντείληται αὐτοῖς, ταῦτα συντέτακται παρ᾿ αὐτοῦ ἐπὶ τῆς γῆς,
12這雲是藉他的指引游行旋轉, 得以在全地面上行他一切所吩咐的,
13ἐὰν εἰς παιδείαν, ἐὰν εἰς τὴν γῆν αὐτοῦ, ἐὰν εἰς ἔλεος εὑρήσει αὐτόν.
13或為責罰,或為 潤 地, 或為施行慈愛。
14ἐνωτίζου ταῦτα, Ἰώβ· στῆθι νουθετούμενος δύναμιν Κυρίου.
14約伯 啊,你要留心聽, 要站立思想上帝奇妙的作為。
15οἴδαμεν ὅτι ὁ Θεὸς ἔθετο ἔργα αὐτοῦ φῶς ποιήσας ἐκ σκότους.
15上帝如何 吩咐 這些, 如何使雲中的電光照耀,你知道嗎?
16ἐπίσταται δὲ διάκρισιν νεφῶν, ἐξαίσια δὲ πτώματα πονηρῶν.
16雲彩如何浮於空中, 那知識全備者奇妙的作為,你知道嗎?
17σοῦ δὲ ἡ στολὴ θερμή, ἡσυχάζεται δὲ ἐπὶ τῆς γῆς.
17南 風 使地寂靜, 你的衣服就如火熱,你知道嗎?
18στερεώσεις μετ᾿ αὐτοῦ εἰς παλαιώματα, ἰσχυραὶ ὡς ὅρασις ἐπιχύσεως.
18你豈能與上帝同鋪穹蒼嗎? 這穹蒼堅硬,如同鑄成的鏡子。
19διατί; δίδαξόν με, τί ἐροῦμεν αὐτῷ· καὶ παυσώμαθε πολλὰ λέγοντες.
19我們愚昧不能陳說; 請你指教我們該對他說甚麼話。
20μὴ βίβλος ἢ γραμματεύς μοι παρέστηκεν, ἵνα ἄνθρωπον ἑστηκὼς κατασιωπήσω;
20人豈可說:我願與他說話? 豈有人自願滅亡嗎?
21πᾶσι δὲ οὐχ ὁρατὸν τὸ φῶς, τηλαυγές ἐστιν ἐν τοῖς παλαιώμασιν, ὥσπερ τὸ παρ᾿ αὐτοῦ ἐπὶ νεφῶν.
21現在 有雲遮蔽 ,人不得見穹蒼的光亮; 但風吹過,天又發晴。
22ἀπὸ βορρᾶ νέφη χρυσαυγοῦντα· ἐπὶ τούτοις μεγάλη ἡ δόξα καὶ τιμὴ Παντοκράτορος.
22金光出於北方, 在上帝那裏有可怕的威嚴。
23καὶ οὐχ εὑρίσκομεν ἄλλον ὅμοιον τῇ ἰσχύϊ αὐτοῦ· ὁ τὰ δίκαια κρίνων, οὐκ οἴει ἐπακούειν αὐτόν;
23論到全能者,我們不能測度; 他大有能力,有公平和大義, 必不苦待人。
24διὸ φοβηθήσονται αὐτὸν οἱ ἄνθρωποι, φοβηθήσονται δὲ αὐτὸν καὶ οἱ σοφοὶ καρδίᾳ.
24所以,人敬畏他; 凡自 以為 心中有智慧的人,他都不顧念。

Tip: use the ← and → keys to turn chapters.