ΙΩΒ 21
Septuagint (Greek Old Testament), second editionOriginal language
Septuagint (Greek Old Testament), second edition
Chinese Union Version, punctuated (Traditional)
1ΥΠΟΛΑΒΩΝ δὲ Ἰὼβ λέγει·
1約伯 回答說:
2ἀκούσατε ἀκούσατέ μου τῶν λόγων, ἵνα μὴ ᾖ μοι παρ᾿ ὑμῶν αὕτη ἡ παράκλησις.
2你們要細聽我的言語, 就算是你們安慰我。
3ἄρατέ με, ἐγὼ δὲ λαλήσω, εἶτ᾿ οὐ καταγελάσετέ μου.
3請寬容我,我又要說話; 說了以後,任憑你們嗤笑吧!
4τί γάρ; μὴ ἀνθρώπου μου ἡ ἔλεγξις; ἢ διατί οὐ θυμωθήσομαι;
4我豈是向人訴冤? 為何不焦急呢?
5εἰσβλέψαντες εἰς ἐμὲ θαυμάσετε χεῖρα θέντες ἐπὶ σιαγόνι·
5你們要看着我而驚奇, 用手摀口。
6ἐάν τε γὰρ μνησθῶ, ἐσπούδακα, ἔχουσι δέ μου τὰς σάρκας ὀδύναι.
6我每逢思想,心就驚惶, 渾身戰兢。
7διατὶ ἀσεβεῖς ζῶσι, πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ;
7惡人為何存活, 享大壽數,勢力強盛呢?
8ὁ σπόρος αὐτῶν κατὰ ψυχήν, τὰ δὲ τέκνα αὐτῶν ἐν ὀφθαλμοῖς.
8他們眼見兒孫, 和他們一同堅立。
9οἱ οἶκοι αὐτῶν εὐθηνοῦσι, φόβος δὲ οὐδαμοῦ, μάστιξ δὲ παρὰ Κυρίου οὐκ ἔστιν ἐπ᾿ αὐτοῖς.
9他們的家宅平安無懼; 上帝的杖也不加在他們身上。
10ἡ βοῦς αὐτῶν οὐκ ὠμοτόκησε, διεσώθη δὲ αὐτῶν ἐν γαστρὶ ἔχουσα καὶ οὐκ ἔσφαλε.
10他們的公牛孳生而不斷絕; 母牛下犢而不掉胎。
11μένουσε δὲ ὡς πρόβατα αἰώνια, τὰ δὲ παιδία αὐτῶν προσπαίζουσιν
11他們打發小孩子出去, 多 如羊群; 他們的兒女踴躍跳舞。
12ἀναλαβόντες ψαλτήριον καὶ κιθάραν καὶ εὐφραίνονται φωνῇ ψαλμοῦ.
12他們隨着琴鼓歌唱, 又因簫聲歡喜。
13συνετέλεσαν δὲ ἐν ἀγαθοῖς τὸν βίον αὐτῶν, ἐν δὲ ἀναπαύσει ᾅδου ἐκοιμήθησαν.
13他們度日諸事亨通, 轉眼下入陰間。
14λέγει δὲ Κυρίῳ· ἀπόστα ἀπ᾿ ἐμοῦ, ὁδούς σου εἰδέναι οὐ βούλομαι·
14他們對上帝說:離開我們吧! 我們不願曉得你的道。
15τί ἱκανός, ὅτι δουλεύσομεν αὐτῷ; καὶ τίς ὠφέλεια, ὅτι ἀπαντήσομεν αὐτῷ;
15全能者是誰,我們何必事奉他呢? 求告他有甚麼益處呢?
16ἐν χερσὶ γὰρ ἦν αὐτῶν τὰ ἀγαθά, ἔργα δὲ ἀσεβῶν οὐκ ἐφορᾷ.
16看哪,他們亨通不在乎自己; 惡人所謀定的離我好遠。
17οὐ μὴν δὲ ἀλλὰ καὶ ἀσεβῶν λύχνος σβεσθήσεται, ἐπελεύσεται δὲ αὐτοῖς ἡ καταστροφή, ὠδῖνες δὲ αὐτοὺς ἕξουσιν ἀπὸ ὀργῆς.
17惡人的燈何嘗熄滅? 患難何嘗臨到他們呢? 上帝何嘗發怒, 向他們 分散災禍呢?
18ἔσονται δὲ ὥσπερ ἄχυρα ὑπ᾿ ἀνέμου ἢ ὥσπερ κονιορτός, ὃν ὑφείλετο λαῖλαψ.
18他們何嘗像風前的碎稭, 如暴風颳去的糠詷呢?
19ἐκλίποι υἱοὺς τὰ ὑπάρχοντα αὐτοῦ, ἀνταποδώσει πρὸς αὐτὸν καὶ γνώσεται.
19你們說 :上帝為惡人的兒女積蓄罪孽; 我說 :不如本人受報,好使他親自知道。
20ἴδοισαν οἱ ὀφθαλμοὶ αὐτοῦ τὴν ἑαυτοῦ σφαγήν, ἀπὸ δὲ Κυρίου μὴ διασωθείη·
20願他親眼看見自己敗亡, 親自飲全能者的忿怒。
21ὅτι τὸ θέλημα αὐτοῦ ἐν οἴκῳ αὐτοῦ μετ᾿ αὐτοῦ, καὶ ἀριθμοὶ μηνῶν αὐτοῦ διῃρέθησαν.
21他的歲月既盡, 他還顧他本家嗎?
22πότερον οὐχὶ ὁ Κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην; αὐτὸς δὲ φόνους διακρινεῖ;
22上帝既審判那在高位的, 誰能將知識教訓他呢?
23οὗτος ἀποθανεῖται ἐν κράτει ἁπλοσύνης αὐτοῦ, ὅλος δὲ εὐπαθῶν καὶ εὐθηνῶν·
23有人至死身體強壯, 盡得平靖安逸;
24τὰ δὲ ἔγκατα αὐτοῦ πλήρη στέατος, μυελὸς δὲ αὐτοῦ διαχεῖται.
24他的奶桶充滿, 他的骨髓滋潤。
25ὁ δὲ τελευτᾷ ὑπὸ πικρίας ψυχῆς, οὐ φαγὼν οὐδὲν ἀγαθόν.
25有人至死心中痛苦, 終身未嘗福樂的滋味;
26ὁμοθυμαδὸν δὲ ἐπὶ γῆς κοιμῶνται, σαπρία δὲ αὐτοὺς ἐκάλυψεν.
26他們一樣躺臥在塵土中, 都被蟲子遮蓋。
27ὥστε οἶδα ὑμᾶς ὅτι τόλμῃ ἐπίκεισθέ μοι·
27我知道你們的意思, 並誣害我的計謀。
28ὥστε ἐρεῖτε· ποῦ ἐστιν οἶκος ἄρχοντος; καὶ ποῦ ἐστιν ἡ σκέπη τῶν σκηνωμάτων τῶν ἀσεβῶν;
28你們說:霸者的房屋在哪裏? 惡人住過的帳棚在哪裏?
29ἐρωτήσατε παραπορευομένους ὁδόν, καὶ τὰ σημεῖα αὐτῶν οὐκ ἀπαλλοτριώσετε·
29你們豈沒有詢問過路的人嗎? 不知道他們所引的證據嗎?
30ὅτι εἰς ἡμέραν ἀπωλείας κουφίζεται ὁ πονηρός, εἰς ἡμέραν ὀργῆς αὐτοῦ ἀπαχθήσονται.
30就是惡人在禍患的日子得存留, 在發怒的日子得逃脫。
31τίς ἀπαγγελεῖ ἐπὶ προσώπου αὐτοῦ τὴν ὁδὸν αὐτοῦ; καὶ αὐτὸς ἐποίησε, τίς ἀνταποδώσει αὐτῷ;
31他所行的,有誰當面給他說明? 他所做的,有誰報應他呢?
32καὶ αὐτὸς εἰς τάφους ἀπηνέχθη καὶ ἐπὶ σωρῶν ἠγρύπνησεν.
32然而他要被抬到塋地; 並有人看守墳墓。
33ἐγλυκάνθησαν αὐτῷ χάλικες χειμάρρου, καὶ ὀπίσω αὐτοῦ πᾶς ἄνθρωπος ἀπελεύσεται, καὶ ἔμπροσθεν αὐτοῦ ἀναρίθμητοι.
33他要以谷中的土塊為甘甜; 在他以先去的無數, 在他以後去的更多。
34πῶς δὲ παρακαλεῖτέ με κενά; τὸ δὲ ἐμὲ καταπαύσασθαι ἀφ᾿ ὑμῶν οὐδέν.
34你們對答的話中既都錯謬, 怎麼徒然安慰我呢?
Tip: use the ← and → keys to turn chapters.