ΗΣΑΙΑΣ 33
Septuagint (Greek Old Testament), second editionOriginal language
Septuagint (Greek Old Testament), second edition
Chinese Union Version, punctuated (Simplified)
1ΟΥΑΙ τοῖς ταλαιπωροῦσιν ὑμᾶς, ὑμᾶς δὲ οὐδεὶς ποιεῖ ταλαιπώρους, καὶ ὁ ἀθετῶν ὑμᾶς οὐκ ἀθετεῖ· ἁλώσονται οἱ ἀθετοῦντες καὶ παραδοθήσονται καὶ ὡς σὴς ἐφ᾿ ἱματίου, οὕτως ἡττηθήσονται.
1祸哉!你这毁灭人的, 自己倒不被毁灭; 行事诡诈的, 人倒不以诡诈待你。 你毁灭罢休了, 自己必被毁灭; 你行完了诡诈, 人必以诡诈待你。
2Κύριε, ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν· ἐγενήθη τὸ σπέρμα τῶν ἀπειθούντων εἰς ἀπώλειαν, ἡ δὲ σωτηρία ἡμῶν ἐν καιρῷ θλίψεως.
2耶和华啊,求你施恩于我们; 我们等候你。 求你每早晨作我们的膀臂, 遭难的时候为我们的拯救。
3διὰ φωνὴν τοῦ φόβου ἐξέστησαν λαοὶ ἀπὸ τοῦ φόβου σου, καὶ διεσπάρησαν τὰ ἔθνη.
3喧嚷的响声一发,众民奔逃; 你一兴起,列国四散。
4νῦν δὲ συναχθήσεται τὰ σκῦλα ὑμῶν μικροῦ καὶ μεγάλου· ὃν τρόπον ἐάν τις συναγάγη ἀκρίδας, οὕτως ἐμπαίξουσιν ὑμῖν.
4你们所掳的必被敛尽, 好像蚂蚱吃尽 禾稼 。 人要蹦在其上,好像蝗虫一样。
5ἅγιος ὁ Θεὸς ὁ κατοικῶν ἐν ὑψηλοῖς, ἐνεπλήσθη Σιὼν κρίσεως καὶ δικαιοσύνης.
5耶和华被尊崇,因他居在高处; 他以公平公义充满 锡安 。
6ἐν νόμῳ παραδοθήσονται, ἐν θησαυροῖς ἡ σωτηρία ἡμῶν, ἐκεῖ σοφία καὶ ἐπιστήμη καὶ εὐσέβεια πρὸς τὸν Κύριον· οὗτοί εἰσι θησαυροὶ δικαιοσύνης.
6你一生一世必得安稳— 有丰盛的救恩, 并智慧和知识; 你以敬畏耶和华为至宝。
7ἰδοὺ δὴ ἐν τῷ φόβῳ ὑμῶν αὐτοὶ φοβηθήσονται· οὓς ἐφοβεῖσθε, φοβηθήσονται ἀφ᾿ ὑμῶν· ἄγγελοι γὰρ ἀποσταλήσονται πικρῶς κλαίοντες, παρακαλοῦντες εἰρήνην.
7看哪,他们的豪杰在外头哀号; 求和的使臣痛痛哭泣。
8ἐρημωθήσονται γὰρ αἱ τούτων ὁδοί· πέπαυται ὁ φόβος τῶν ἐθνῶν, καὶ ἡ πρὸς τούτους διαθήκη αἴρεται, καὶ οὐ μὴ λογίσησθε αὐτοὺς ἀνθρώπους.
8大路荒凉,行人止息; 敌人 背约, 藐视城邑, 不顾人民。
9ἐπένθησεν ἡ γῆ, ᾐσχύνθη ὁ Λίβανος, ἕλη ἐγένετο ὁ Σάρων· φανερὰ ἔσται ἡ Γαλιλαία καὶ ὁ Κάρμηλος.
9地上悲哀衰残; 黎巴嫩 羞愧枯干; 沙 像旷野; 巴珊 和 迦密 的树林 凋残。
10νῦν ἀναστήσομαι, λέγει Κύριος, νῦν δοξασθήσομαι, νῦν ὑψωθήσομαι·
10耶和华说: 现在我要起来; 我要兴起; 我要勃然而兴。
11νῦν ὄψεσθε, νῦν αἰσθηθήσεσθε· ματαία ἔσται ἡ ἰσχὺς τοῦ πνεύματος ὑμῶν, πῦρ κατέδεται ὑμᾶς.
11你们要怀的是糠秕, 要生的是碎秸; 你们的气就是吞灭自己的火。
12καὶ ἔσονται ἔθνη κατακεκαυμένα ὡς ἄκανθα ἐν ἀγρῷ ἐρριμμένη καὶ κατακεκαυμένη.
12列邦必像已烧的石灰, 像已割的荆棘在火中焚烧。
13ἀκούσονται οἱ πόρρωθεν ἃ ἐποίησα, γνώσονται οἱ ἐγγίζοντες τὴν ἰσχύν μου.
13你们远方的人当听我所行的; 你们近处的人当承认我的大能。
14ἀπέστησαν οἱ ἐν Σιὼν ἄνομοι, λήψεται τρόμος τοὺς ἀσεβεῖς· τίς ἀναγγελεῖ ὑμῖν, ὅτι πῦρ καίεται; τίς ἀναγγελεῖ ὑμῖν τὸν τόπον τὸν αἰώνιον;
14锡安 中的罪人都惧怕; 不敬虔的人被战兢抓住。 我们中间谁能与吞灭的火同住? 我们中间谁能与永火同住呢?
15πορευόμενος ἐν διακαιοσύνῃ, λαλῶν εὐθεῖαν ὁδόν, μισῶν ἀνομίαν καὶ ἀδικίαν καὶ τὰς χεῖρας ἀποσειόμενος ἀπὸ δώρων, βαρύνων τὰ ὦτα, ἵνα μὴ ἀκούσῃ κρίσιν αἵματος, καμμύων τοὺς ὀφθαλμούς, ἵνα μὴ ἴδῃ ἀδικίαν,
15行事公义、说话正直、 憎恶欺压的财利、 摆手不受贿赂、 塞耳不听流血的话, 闭眼不看邪恶事的,
16οὗτος οἰκήσει ἐν ὑψηλῷ σπηλαίῳ πέτρας ἰσχυρᾶς· ἄρτος αὐτῷ δοθήσεται, καὶ τὸ ὕδωρ αὐτοῦ πιστόν.
16他必居高处; 他的保障是磐石的坚垒; 他的粮必不缺乏; 他的水必不断绝。
17βασιλέα μετὰ δόξης ὄψεσθε, καὶ οἱ ὀφθαλμοὶ ὑμῶν ὄψονται γῆ πόρρωθεν.
17你的眼必见王的荣美, 必见辽阔之地。
18ἡ ψυχὴ ἡμῶν μελετήσει φόβον· ποῦ εἰσιν οἱ γραμματικοί; ποῦ εἰσιν οἱ συμβουλεύοντες; ποῦ ἔστιν ὁ ἀριθμῶν τοὺς στρεφομένους
18你的心必思想那惊吓的事, 自问说 :记数目的在哪里呢? 平 贡银 的在哪里呢? 数戍楼的在哪里呢?
19μικρὸν καὶ μέγα λαόν; ᾧ οὐ συνεβουλεύσατο, οὐδὲ ᾔδει βαθύφωνον ὥστε μὴ ἀκοῦσαι λαὸς πεφαυλισμένος καὶ οὐκ ἔστι τῷ ἀκούοντι σύνεσις.
19你必不见那强暴的民, 就是说话深奥,你不能明白, 言语呢喃,你不能懂得的。
20ἰδοὺ Σιὼν ἡ πόλις, τὸ σωτήριον ἡμῶν· οἱ ὀφθαλμοί σου ὄψονται Ἱερουσαλήμ, πόλις πλουσία, σκηναί, αἳ οὐ μὴ σεισθῶσιν, οὐδὲ μὴ κινηθῶσιν οἱ πάσσαλοι τῆς σκηνῆς αὐτῆς εἰς τὸν αἰῶνα χρόνον, οὐδὲ τὰ σχοινία αὐτῆς οὐ μὴ διαρραγῶσιν.
20你要看 锡安 —我们守圣节的城! 你的眼必见 耶路撒冷 为安静的居所, 为不挪移的帐幕, 橛子永不拔出, 绳索一根也不折断。
21ὅτι τὸ ὄνομα Κυρίου μέγα ὑμῖν· τόπος ὑμῖν ἔσται, ποταμοὶ καὶ διώρυχες πλατεῖς καὶ εὐρύχωροι· οὐ πορεύσῃ ταύτην τὴν ὁδόν, οὐδὲ πορεύσεται πλοῖον ἐλαῦνον.
21在那里,耶和华必显威严与我们同在, 当作江河宽阔之地; 其中必没有荡桨摇橹的船来往, 也没有威武的船经过。
22ὁ γὰρ Θεός μου μέγας ἐστίν, οὐ παρελεύσεταί με Κύριος· κριτὴς ἡμῶν Κύριος, ἄρχων ἡμῶν Κύριος, βασιλεὺς ἡμῶν Κύριος, οὗτος ἡμᾶς σώσει.
22因为,耶和华是审判我们的; 耶和华是给我们设律法的; 耶和华是我们的王; 他必拯救我们。
23ἐρράγησαν τὰ σχοινία σου, ὅτι οὐκ ἐνίσχυσαν· ὁ ἱστός σου ἔκλινεν, οὐ χαλάσει τὰ ἱστία· οὐκ ἀρεῖ σημεῖον, ἕως οὗ παραδοθῇ εἰς προνομήν· τοίνυν πολλοὶ χωλοὶ προνομὴν ποιήσουσι.
23你的绳索松开: 不能栽稳桅杆, 也不能扬起篷来。 那时许多掳来的物被分了; 瘸腿的把掠物夺去了。
24καὶ οὐ μὴ εἴπῃ· κοπιῶ, ὁ λαὸς ἐνοικῶν ἐν αὐτοῖς· ἀφέθη γὰρ αὐτοῖς ἡ ἁμαρτία.
24城内居民必不说:我病了; 其中居住的百姓,罪孽都赦免了。
Tip: use the ← and → keys to turn chapters.