ΗΣΑΙΑΣ 41
Septuagint (Greek Old Testament), second editionOriginal language
Septuagint (Greek Old Testament), second edition
Chinese Union Version, punctuated (Simplified)
1ΕΓΚΑΙΝΙΖΕΣΘΕ πρός με, νῆσοι, οἱ γὰρ ἄρχοντες ἀλλλάξουσιν ἰσχύν· ἐγγισάτωσαν καὶ λαλησάτωσαν ἅμα, τότε κρίσιν ἀναγγειλάτωσαν.
1众海岛啊,当在我面前静默; 众民当从新得力, 都要近前来才可以说话, 我们可以彼此辩论。
2τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην, ἐκάλεσεν αὐτὴν κατὰ πόδας αὐτοῦ, καὶ πορεύσεται; δώσει ἐναντίον ἐθνῶν καὶ βασιλεῖς ἐκστήσει καὶ δώσει εἰς γῆν τὰς μαχαίρας αὐτῶν καὶ ὡς φρύγανα ἐξωσμένα τὰ τόξα αὐτῶν·
2谁从东方兴起一人, 凭公义召他来到脚前呢? 耶和华将列国交给他, 使他管辖君王, 把他们如灰尘交与他的刀, 如风吹的碎秸交与他的弓。
3καὶ διώξεται αὐτοὺς καὶ διελεύσεται ἐν εἰρήνῃ ἡ ὁδὸς τῶν ποδῶν αὐτοῦ.
3他追赶他们, 走他所未走的道, 坦然前行。
4τίς ἐνήργησε καὶ ἐποίησε ταῦτα; ἐκάλεσεν αὐτὴν ὁ καλῶν αὐτὴν ἀπὸ γενεῶν ἀρχῆς· ἐγὼ Θεὸς πρῶτος, καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εἰμι.
4谁行做成就这事, 从起初宣召历代呢? 就是我—耶和华! 我是首先的, 也与末后的同在。
5εἴδοσαν ἔθνη καὶ ἐφοβήθησαν, τὰ ἄκρα τῆς γῆς ἤγγισαν καὶ ἦλθον ἅμα,
5海岛看见就都害怕; 地极也都战兢, 就近前来。
6κρίνων ἕκαστος τῷ πλησίον καὶ τῷ ἀδελφῷ βοηθῆσαι καὶ ἐρεῖ·
6他们各人帮助邻舍, 各人 对弟兄说:壮胆吧!
7ἴσχυσεν ἀνὴρ τέκτων καὶ χαλκεὺς τύπτων σφύρῃ ἅμα ἐλαύνων· ποτὲ μὲν ἐρεῖ· σύμβλημα καλόν ἐστίν· ἰσχύρωσαν αὐτὰ ἐν ἥλοις, θήσουσιν αὐτὰ καὶ οὐ κινηθήσονται.
7木匠勉励银匠, 用锤打光的勉励打砧的, 论焊工说,焊得好; 又用钉子钉稳,免得 偶像 动摇。
8Σὺ δέ, Ἰσραήλ, παῖς μου Ἰακώβ, ὃν ἐξελεξάμην, σπέρμα Ἁβραάμ, ὃν ἠγάπησα,
8惟你 以色列 —我的仆人, 雅各 —我所拣选的, 我朋友 亚伯拉罕 的后裔,
9οὗ ἀντελαβόμην ἀπ᾿ ἄκρων τῆς γῆς καὶ ἐκ τῶν σκοπῶν αὐτῆς ἐκάλεσά σε καὶ εἶπά σοι· παῖς μου εἶ, ἐξελεξάμην σε καὶ οὐκ ἐγκατέλιπόν σε·
9你是我从地极所领来的, 从地角所召来的, 且对你说:你是我的仆人; 我拣选你,并不弃绝你。
10μὴ φοβοῦ, μετὰ σοῦ γάρ εἰμι· μὴ πλανῶ, ἐγὼ γάρ εἰμι ὁ Θεός σου ὁ ἐνισχύσας σε καὶ ἐβοήθησά σοι καὶ ἠσφαλισάμην σε τῇ δεξιᾷ τῇ δικαίᾳ μου.
10你不要害怕,因为我与你同在; 不要惊惶,因为我是你的 神。 我必坚固你,我必帮助你; 我必用我公义的右手扶持你。
11ἰδοὺ αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοί σοι· ἔσονται γὰρ ὡς οὐκ ὄντες καὶ ἀπολοῦνται πάντες οἱ ἀντίδικοί σου·
11凡向你发怒的必都抱愧蒙羞; 与你相争的必如无有,并要灭亡。
12ζητήσεις αὐτοὺς καὶ οὐ μὴ εὕρῃς τοὺς ἀνθρώπους, οἳ παροινήσουσιν εἰς σέ· ἔσονται γὰρ ὡς οὐκ ὄντες καὶ οὐκ ἔσονται οἱ ἀντιπολεμοῦντές σε.
12与你争竞的,你要找他们也找不着; 与你争战的必如无有,成为虚无。
13ὅτι ἐγὼ ὁ Θεός σου ὁ κρατῶν τῆς δεξιᾶς σου, ὁ λέγων σοι· μὴ φοβοῦ,
13因为我耶和华— 你的 神必搀扶你的右手, 对你说:不要害怕! 我必帮助你。
14Ἰακώβ, ὀλιγοστὸς Ἰσραήλ· ἐγὼ ἐβοήθησά σοι, λέγει ὁ Θεός σου, ὁ λυτρούμενός σε, Ἰσραήλ.
14你这虫 雅各 和你们 以色列 人, 不要害怕! 耶和华说:我必帮助你。 你的救赎主就是 以色列 的圣者。
15ἰδοὺ ἐποίησά σε ὡς τροχοὺς ἁμάξης ἁλοῶντας καινοὺς πριστηροειδεῖς, καὶ ἁλοήσεις ὄρη καὶ λεπτυνεῖς βουνοὺς καὶ ὡς χνοῦν θήσεις·
15看哪,我已使你成为 有快齿打粮的新器具; 你要把山岭打得粉碎, 使冈陵如同糠秕。
16καὶ λικμήσεις, καὶ ἄνεμος λήψεται αὐτούς, καὶ καταιγὶς διασπερεῖ αὐτούς, σὺ δὲ εὐφρανθήσῃ ἐν τοῖς ἁγίοις Ἰσραήλ.
16你要把它簸扬,风要吹去; 旋风要把它刮散。 你倒要以耶和华为喜乐, 以 以色列 的圣者为夸耀。
17καὶ ἀγαλλιάσονται οἱ πτωχοὶ καὶ οἱ ἐνδεεῖς· ζητήσουσι γὰρ ὕδωρ, καὶ οὐκ ἔσται, ἡ γλῶσσα αὐτῶν ἀπὸ τῆς δίψης ἐξηράνθη· ἐγὼ Κύριος ὁ Θεός, ἐγὼ ἐπακούσομαι ὁ Θεὸς Ἰσραήλ, καὶ οὐκ ἐγκαταλείψω αὐτούς,
17困苦穷乏人寻求水却没有; 他们因口渴,舌头干燥。 我—耶和华必应允他们; 我— 以色列 的 神必不离弃他们。
18ἀλλὰ ἀνοίξω ἐπὶ τῶν ὀρέων ποταμοὺς καὶ ἐν μέσῳ πεδίων πηγάς· ποιήσω τὴν ἔρημον εἰς ἕλη ὑδάτων καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς·
18我要在净光的高处开江河, 在谷中开泉源; 我要使沙漠变为水池, 使干地变为涌泉。
19θήσω εἰς τὴν ἄνυδρον γῆν κέδρον καὶ πύξον καὶ μυρσίνην καὶ κυπάρισσον καὶ λεύκην,
19我要在旷野种上香柏树、 皂荚树、番石榴树,和野橄榄树。 我在沙漠要把松树、杉树, 并黄杨树一同栽植;
20ἵνα ἴδωσι καὶ γνῶσι καὶ ἐννοηθῶσι καὶ ἐπιστῶνται ἅμα, ὅτι χεὶρ Κυρίου ἐποίησε ταῦτα καὶ ὁ ἅγιος τοῦ Ἰσραὴλ κατέδειξεν.
20好叫人看见、知道、 思想、明白; 这是耶和华的手所做的, 是 以色列 的圣者所造的。
21Ἐγγίζει ἡ κρίσις ὑμῶν, λέγει Κύριος ὁ Θεός· ἤγγισαν αἱ βουλαὶ ὑμῶν, λέγει ὁ βασιλεὺς Ἰακώβ.
21耶和华 对假神 说: 你们要呈上你们的案件; 雅各 的君说: 你们要声明你们确实的理由。
22ἐγγισάτωσαν καὶ ἀναγγειλάτωσαν ὑμῖν ἃ συμβήσεται, ἢ τὰ πρότερον τίνα ἦν, εἴπατε, καὶ ἐπιστήσομεν τὸν νοῦν καὶ γνωσόμεθα τί τὰ ἔσχατα, καὶ τὰ ἐπερχόμενα εἴπατε ἡμῖν.
22可以声明,指示我们将来必遇的事, 说明先前的是什么事, 好叫我们思索,得知事的结局, 或者把将来的事指示我们。
23ἀναγγείλατε ἡμῖν τὰ ἐπερχόμενα ἐπ᾿ ἐσχάτου, καὶ γνωσόμεθα ὅτι θεοί ἐστε· εὖ ποιήσατε καὶ κακώσατε, καὶ θαυμασόμεθα καὶ ὀψόμεθα ἅμα·
23要说明后来的事, 好叫我们知道你们是神。 你们或降福,或降祸, 使我们惊奇,一同观看。
24ὅτι πόθεν ἐστὲ ὑμεῖς καὶ πόθεν ἡ ἐργασία ὑμῶν; ἐκ γῆς· βδέλυγμα ἐξελέξαντο ὑμᾶς.
24看哪,你们属乎虚无; 你们的作为也属乎虚空。 那选择你们的是可憎恶的。
25ἐγὼ δὲ ἤγειρα τὸν ἀπὸ βορρᾶ καὶ τὸν ἀφ᾿ ἡλίου ἀνατολῶν, κληθήσονται τῷ ὀνόματί μου· ἐρχέσθωσαν ἄρχοντες, καὶ ὡς πηλὸς κεραμέως καὶ ὡς κεραμεὺς καταπατῶν τὸν πηλόν, οὕτως καταπατηθήσεσθε.
25我从北方兴起一人; 他是求告我名的, 从日出之地而来。 他必临到掌权的, 好像临到灰泥, 仿佛窑匠踹泥一样。
26τίς γάρ ἀναγγελεῖ τὰ ἐξ ἀρχῆς, ἵνα γνῶμεν, καὶ τὰ ἔμπροσθεν, καὶ ἐροῦμεν ὅτι ἀληθῆ ἐστιν; οὐκ ἔστιν ὁ προλέγων οὐδὲ ὁ ἀκούων ὑμῶν τοὺς λόγους.
26谁从起初指明这事,使我们知道呢? 谁从先前说明,使我们说 他 不错呢? 谁也没有指明; 谁也没有说明; 谁也没有听见你们的话。
27ἀρχὴν Σιὼν δώσω καὶ Ἱερουσαλὴμ παρακαλέσω εἰς ὁδόν.
27我首先对 锡安 说 : 看哪,我要将一位报好信息的赐给 耶路撒冷 。
28ἀπὸ γὰρ τῶν ἐθνῶν ἰδοὺ οὐδείς, καὶ ἀπὸ τῶν εἰδώλων αὐτῶν οὐκ ἦν ὁ ἀναγγέλλων· καὶ ἐὰν ἐρωτήσω αὐτούς· πόθεν ἐστέ; οὐ μὴ ἀποκριθῶσί μοι.
28我看的时候并没有人; 我问的时候, 他们中间也没有谋士可以回答一句。
29εἰσὶ γὰρ οἱ ποιοῦντες ὑμᾶς, καὶ μάτην οἱ πλανῶντες ὑμᾶς.
29看哪,他们和他们的工作都是虚空, 且是虚无。 他们所铸的偶像都是风, 都是虚的。
Tip: use the ← and → keys to turn chapters.