ΗΣΑΙΑΣ 37
Septuagint (Greek Old Testament), second editionOriginal language
Septuagint (Greek Old Testament), second edition
Chinese Union Version, punctuated (Simplified)
1ΚΑΙ ἐγένετο ἐν τῷ ἀκοῦσαι τὸν βασιλέα Ἐζεκίαν ἔσχισε τὰ ἱμάτια καὶ περιεβάλετο σάκκον καὶ ἀνέβη εἰς τὸν οἶκον Κυρίου.
1希西家 王听见就撕裂衣服,披上麻布,进了耶和华的殿,
2καὶ ἀπέστειλεν Ἑλιακεὶμ τὸν οἰκονόμον καὶ Σομνᾶν τὸν γραμματέα καὶ τοὺς πρεσβυτέρους τῶν ἱερέων περιβεβλημένους σάκκους πρὸς Ἡσαΐαν υἱὸν Ἀμὼς τὸν προφήτην,
2使家宰 以利亚敬 和书记 舍伯那 ,并祭司中的长老,都披上麻布,去见 亚摩斯 的儿子先知 以赛亚 ,
3καὶ εἶπαν αὐτῷ· τάδε λέγει Ἐζεκίας· ἡμέρα θλίψεως καὶ ὀνειδισμοῦ καὶ ἐλεγμοῦ καὶ ὀργῆς ἡ σήμερον ἡμέρα, ὅτι ἥκει ἡ ὠδὶν τῇ τικτούσῃ, ἰσχὺν δὲ οὐκ ἔχει τοῦ τεκεῖν.
3对他说:「 希西家 如此说:『今日是急难、责罚、凌辱的日子,就如妇人将要生产婴孩,却没有力量生产。
4εἰσακούσαι Κύριος ὁ Θεός σου τοὺς λόγους Ραψάκου, οὓς ἀπέστειλε βασιλεὺς Ἀσσυρίων ὀνειδίζειν Θεὸν ζῶντα καὶ ὀνειδίζειν λόγους, οὓς ἤκουσε Κύριος ὁ Θεός σου· καὶ δεηθήσῃ πρὸς Κύριον τὸν Θεόν σου περὶ τῶν καταλελειμμένων τούτων.
4或者耶和华—你的 神听见拉伯沙基的话,就是他主人 亚述 王打发他来辱骂永生 神的话;耶和华—你的 神听见这话就发斥责。故此,求你为余剩的民扬声祷告。』」
5καὶ ἦλθον οἱ παῖδες τοῦ βασιλέως Ἐζεκίου πρὸς Ἡσαΐαν,
5希西家 王的臣仆就去见 以赛亚 。
6καὶ εἶπεν αὐτοῖς Ἡσαΐας· οὕτως ἐρεῖτε πρὸς τὸν κύριον ὑμῶν· τάδε λέγει Κύριος· μὴ φοβηθῇς ἀπὸ τῶν λόγων, ὧν ἤκουσας, οὓς ὠνείδισάν με οἱ πρέσβεις βασιλέως Ἀσσυρίων.
6以赛亚 对他们说:「要这样对你们的主人说,耶和华如此说:『你听见 亚述 王的仆人亵渎我的话,不要惧怕。
7ἰδοὺ ἐγὼ ἐμβάλλω εἰς αὐτὸν πνεῦμα, καὶ ἀκούσας ἀγγελίαν ἀποστραφήσεται εἰς τὴν χώραν αὐτοῦ καὶ πεσεῖται μαχαίρᾳ ἐν τῇ γῇ αὐτοῦ.
7我必惊动他的心;他要听见风声就归回本地,我必使他在那里倒在刀下。』」
8Καὶ ἀπέστρεψε Ραψάκης καὶ κατέλαβε τὸν βασιλέα Ἀσσυρίων πολιορκοῦντα Λομνάν. καὶ ἤκουσε βασιλεὺς Ἀσσυρίων ὅτι
8拉伯沙基回去,正遇见 亚述 王攻打 立拿 ;原来他早听见 亚述 王拔营离开 拉吉 。
9ἐξῆλθε Θαρακὰ βασιλεὺς Αἰθιόπων πολιορκῆσαι αὐτόν· καὶ ἀκούσας ἀπέστρεψε καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Ἐζεκίαν λέγων·
9亚述 王听见人论 古实 王 特哈加 说:「他出来要与你争战。」 亚述 王一听见,就打发使者去见 希西家 ,吩咐他们说:
10οὕτως ἐρεῖτε Ἐζεκίᾳ βασιλεῖ τῆς Ἰουδαίας· μή σε ἀπατάτω ὁ Θεός σου, ἐφ᾿ ᾧ πέποιθας ἐπ᾿ αὐτῷ λέγων· οὐ μὴ παραδοθῇ Ἱερουσαλὴμ εἰς χεῖρας βασιλέως Ἀσσυρίων.
10「你们对 犹大 王 希西家 如此说:『不要听你所倚靠的 神欺哄你说: 耶路撒冷 必不交在 亚述 王的手中。
11ἢ οὐκ ἤκουσας ἃ ἐποίησαν βασιλεῖς Ἀσσυρίων πᾶσαν τὴν γῆν ὡς ἀπώλεσαν;
11你总听说 亚述 诸王向列国所行的乃是尽行灭绝,难道你还能得救吗?
12μὴ ἐρρύσαντο αὐτοὺς οἱ θεοὶ τῶν ἐθνῶν, οὓς ἀπώλεσαν οἱ πατέρες μου, τήν τε Γωζᾶν καὶ Χαρὰν καὶ Ραφές, αἵ εἰσιν ἐν χώρᾳ Θεεμάθ;
12我列祖所毁灭的,就是 歌散 、 哈兰 、 利色 ,和属 提·拉撒 的 伊甸 人;这些国的神何曾拯救这些国呢?
13ποῦ εἰσιν οἱ βασιλεῖς Αἰμὰθ καὶ Ἀρφὰθ καὶ πόλεως Σεπφαρείμ, Ἀνὰγ Οὐγαυά;
13哈马 的王, 亚珥拔 的王, 西法瓦音 城的王, 希拿 和 以瓦 的王,都在哪里呢?』」
14καὶ ἔλαβεν Ἐζεκίας τὸ βιβλίον παρὰ τῶν ἀγγέλων, καὶ ἤνοιξεν αὐτὸ ἐναντίον Κυρίου,
14希西家 从使者手里接过书信来,看完了,就上耶和华的殿,将书信在耶和华面前展开。
15καὶ προσηύξατο Ἐζεκίας πρὸς Κύριον λέγων·
15希西家 向耶和华祷告说:
16Κύριε σαβαὼθ ὁ Θεὸς Ἰσραὴλ ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ, σὺ Θεὸς μόνος εἶ πάσης βασιλείας τῆς οἰκουμένης, σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν.
16「坐在二基路伯上万军之耶和华— 以色列 的 神啊,你—惟有你是天下万国的 神,你曾创造天地。
17κλῖνον, Κύριε, τὸ οὖς σου, εἰσάκουσον, Κύριε, ἄνοιξον, Κύριε, τοὺς ὀφθαλμούς σου, εἴσβλεψον, Κύριε, καὶ ἰδὲ τοὺς λόγους Σενναχηρείμ, οὓς ἀπέστειλεν ὀνειδίζειν Θεὸν ζῶντα.
17耶和华啊,求你侧耳而听;耶和华啊,求你睁眼而看,要听 西拿基立 的一切话,他是打发使者来辱骂永生 神的。
18ἐπ᾿ ἀληθείας γάρ, Κύριε, ἠρήμωσαν βασιλεῖς Ἀσσυρίων τὴν οἰκουμένην ὅλην καὶ τὴν χώραν αὐτῶν
18耶和华啊, 亚述 诸王果然使列国和列国之地变为荒凉,
19καὶ ἐνέβαλον τὰ εἴδωλα αὐτῶν εἰς τὸ πῦρ· οὐ γὰρ θεοὶ ἦσαν, ἀλλὰ ἔργα χειρῶν ἀνθρώπων, ξύλα καὶ λίθοι, καὶ ἀπώλεσεν αὐτούς.
19将列国的神像都扔在火里;因为他本不是神,乃是人手所造的,是木头、石头的,所以灭绝他。
20σὺ δέ, Κύριε ὁ Θεὸς ἡμῶν, σῶσον ἡμᾶς ἐκ χειρὸς αὐτῶν, ἵνα γνῷ πᾶσα βασιλεία τῆς γῆς ὅτι σὺ εἶ ὁ Θεὸς μόνος.
20耶和华—我们的 神啊,现在求你救我们脱离 亚述 王的手,使天下万国都知道惟有你是耶和华。」
21Καὶ ἀπεστάλη Ἡσαΐας υἱὸς Ἀμὼς πρὸς Ἐζεκίαν καὶ εἶπεν αὐτῷ· τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· ἤκουσα ἃ προσηύξω πρός με περὶ Σενναχηρεὶμ βασιλέως Ἀσσυρίων.
21亚摩斯 的儿子 以赛亚 就打发人去见 希西家 ,说:「耶和华— 以色列 的 神如此说,你既然求我攻击 亚述 王 西拿基立 ,
22οὗτος ὁ λόγος, ὃν ἐλάλησε περὶ αὐτοῦ ὁ Θεός· ἐφαύλισέ σε καὶ ἐμυκτήρισέ σε παρθένος θυγάτηρ Σιών, ἐπὶ σοὶ κεφαλὴν ἐκίνησε θυγάτηρ Ἱερουσαλήμ.
22所以耶和华论他这样说: 锡安 的处女藐视你,嗤笑你; 耶路撒冷 的女子向你摇头。
23τίνα ὠνείδισας καὶ παρώξυνας; ἢ πρὸς τίνα ὕψωσας τὴν φωνήν σου; καὶ οὐκ ᾖρας εἰς ὕψος τοὺς ὀφθαλμούς σου πρὸς τὸν ἅγιον τοῦ Ἰσραήλ;
23你辱骂谁,亵渎谁? 扬起声来,高举眼目攻击谁呢? 乃是攻击 以色列 的圣者。
24ὅτι δι᾿ ἀγγέλων ὠνείδισας Κύριον· σὺ γὰρ εἶπας· τῷ πλήθει τῶν ἁρμάτων ἐγὼ ἀνέβην εἰς ὕψος ὀρέων καὶ εἰς τὰ ἔσχατα τοῦ Λιβάνου καὶ ἔκοψα τὸ ὕψος τῆς κέδρου αὐτοῦ καὶ τὸ κάλλος τῆς κυπαρίσσου καὶ εἰσῆλθον εἰς ὕψος μέρος τοὺς δρυμοῦ
24你借你的臣仆辱骂主说: 我率领许多战车上山顶, 到 黎巴嫩 极深之处; 我要砍伐其中高大的香柏树 和佳美的松树。 我必上极高之处, 进入肥田的树林。
25καὶ ἔθηκα γέφυραν καὶ ἠρήμωσα ὕδατα καὶ πᾶσαν συναγωγὴν ὕδατος.
25我已经挖井喝水; 我必用脚掌踏干 埃及 的一切河。
26οὐ ταῦτα ἤκουσας πάλαι, ἃ ἐγὼ ἐποίησα; ἐξ ἡμερῶν ἀρχαίων συνέταξα, νῦν δὲ ἐπέδειξα ἐξερημῶσαι ἔθνη ἐν ὀχυροῖς καὶ οἰκοῦντας ἐν πόλεσιν ὀχυραῖς.
26耶和华说 :你岂没有听见 我早先所做的、古时所立的吗? 现在借你使坚固城荒废,变为乱堆。
27ἀνῆκα τὰς χεῖρας, καὶ ἐξηράνθησαν καὶ ἐγένοντο ὡς χόρτος ξηρὸς ἐπὶ δωμάτων καὶ ὡς ἄγρωστις.
27所以其中的居民力量甚小, 惊惶羞愧。 他们像野草,像青菜, 如房顶上的草, 又如田间未长成的 禾稼 。
28νῦν δὲ τὴν ἀνάπαυσίν σου καὶ τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου ἐγὼ ἐπίσταμαι.
28你坐下,你出去,你进来, 你向我发烈怒,我都知道。
29ὁ δὲ θυμός σου, ὃν ἐθυμώθης, καὶ ἡ πικρία σου ἀνέβη πρός με, καὶ ἐμβαλῶ φιμὸν εἰς τὴν ρῖνά σου, καὶ χαλινὸν εἰς τὰ χείλη σου καὶ ἀποστρέψω σε τῇ ὁδῷ ᾗ ἦλθες ἐν αὐτῇ.
29因你向我发烈怒, 又因你狂傲 的话 达到我耳中, 我就要用钩子钩上你的鼻子, 把嚼环放在你口里, 使你从原路转回去。
30τοῦτο δέ σοι τὸ σημεῖον· φάγε τοῦτον τὸν ἐνιαυτὸν ἃ ἔσπαρκας, τῷ δὲ ἐνιαυτῷ τῷ δευτέρῳ τὸ κατάλειμμα, τῷ δὲ τρίτῳ σπείραντες ἀμήσατε καὶ φυτεύσατε ἀμπελῶνας καὶ φάγεσθε τὸν καρπὸν αὐτῶν.
30「 以色列 人哪,我赐你们一个证据:你们今年要吃自生的,明年也要吃自长的,至于后年,你们要耕种收割,栽植葡萄园,吃其中的果子。
31καὶ ἔσονται οἱ καταλελειμμένοι ἐν τῇ Ἰουδαίᾳ φυήσουσι ρίζαν κάτω καὶ ποιήσουσι σπέρμα ἄνω.
31犹大 家所逃脱余剩的,仍要往下扎根,向上结果。
32ὅτι ἐξ Ἱερουσαλὴμ ἔσονται οἱ καταλελειμμένοι καὶ οἱ σῳζόμενοι ἐξ ὄρους Σιών· ὁ ζῆλος Κυρίου σαβαὼθ ποιήσει ταῦτα.
32必有余剩的民从 耶路撒冷 而出;必有逃脱的人从 锡安山 而来。万军之耶和华的热心必成就这事。
33διὰ τοῦτο οὕτω λέγει Κύριος ἐπὶ βασιλέα Ἀσσυρίων· οὐ μὴ εἰσέλθῃ εἰς τὴν πόλιν ταύτην οὐδὲ μὴ βάλῃ ἐπὶ αὐτὴν βέλος οὐδὲ μὴ ἐπιβάλῃ ἐπ᾿ αὐτὴν θυρεόν, οὐδὲ μὴ κυκλώσῃ ἐπ᾿ αὐτὴν χάρακα,
33「所以耶和华论 亚述 王如此说:他必不得来到这城,也不在这里射箭,不得拿盾牌到城前,也不筑垒攻城。
34ἀλλὰ τῇ ὁδῷ ᾗ ἦλθεν, ἐν αὐτῇ ἀποστραφήσεται καὶ εἰς τὴν πόλιν ταύτην οὐ μὴ εἰσέλθῃ. τάδε λέγει Κύριος·
34他从哪条路来,必从那条路回去,必不得来到这城。这是耶和华说的。
35ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης τοῦ σῶσαι αὐτὴν δι᾿ ἐμὲ καὶ διὰ Δαυὶδ τὸν παῖδά μου.
35因我为自己的缘故,又为我仆人 大卫 的缘故,必保护拯救这城。」
36Καὶ ἐξῆλθεν ἄγγελος Κυρίου καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοηκονταπέντε χιλιάδας, καὶ ἀναστάντες τὸ πρωΐ εὗρον πάντα τὰ σώματα νεκρά.
36耶和华的使者出去,在 亚述 营中杀了十八万五千人。清早有人起来一看,都是死尸了。
37καὶ ἀπῆλθεν ἀποστραφεὶς Σενναχηρεὶμ βασιλεὺς Ἀσσυρίων, καὶ ᾤκησεν ἐν Νινευῇ.
37亚述 王 西拿基立 就拔营回去,住在 尼尼微 。
38καὶ ἐν τῷ αὐτὸν προσκυνεῖν ἐν τῷ οἴκῳ Νασαρὰχ τὸν πάτραρχον αὐτοῦ, Ἀδραμέλεχ καὶ Σαρασὰρ οἱ υἱοὶ αὐτοῦ ἐπάταξαν αὐτὸν μαχαίραις, αὐτοὶ δὲ διεσώθησαν εἰς Ἀρμενίαν· καὶ ἐβασίλευσεν Ἀσορδὰν ὁ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.
38一日在他的神— 尼斯洛 庙里叩拜,他儿子 亚得米勒 和 沙利色 用刀杀了他,就逃到 亚拉腊 地。他儿子 以撒哈顿 接续他作王。
Tip: use the ← and → keys to turn chapters.