ΗΣΑΙΑΣ 10
Septuagint (Greek Old Testament), second editionOriginal language
Septuagint (Greek Old Testament), second edition
Chinese Union Version, punctuated (Simplified)
1ΟΥΑΙ τοῖς γράφουσι πονηρίαν· γράφοντες γὰρ πονηρίαν γράφουσιν
1祸哉!那些设立不义之律例的 和记录奸诈之判语的,
2ἐκκλίνοντες κρίσιν πτωχῶν, ἁρπάζοντες κρίμα πενήτων τοῦ λαοῦ μου, ὥστε εἶναι αὐτοῖς χήραν εἰς διαρπαγὴν καὶ ὀρφανὸν εἰς προνομήν.
2为要屈枉穷乏人, 夺去我民中困苦人的理, 以寡妇当作掳物, 以孤儿当作掠物。
3καὶ τί ποιήσουσιν ἐν τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς; ἡ γὰρ θλῖψις ὑμῖν πόρρωθεν ἥξει· καὶ πρὸς τίνα καταφεύξεσθε τοῦ βοηθηθῆναι; καὶ ποῦ καταλείψετε τὴν δόξαν ὑμῶν
3到降罚的日子,有灾祸从远方临到, 那时,你们怎样行呢? 你们向谁逃奔求救呢? 你们的荣耀存留何处呢?
4τοῦ μὴ ἐμπεσεῖν εἰς ἐπαγωγήν; ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμός, ἀλλ᾿ ἔτι ἡ χεὶρ ὑψηλή.
4他们只得屈身在被掳的人以下, 仆倒在被杀的人以下。 虽然如此,耶和华的怒气还未转消; 他的手仍伸不缩。
5οὐαὶ Ἀσσυρίοις· ἡ ράβδος τοῦ θυμοῦ μου καὶ ὀργῆς ἐστιν ἐν ταῖς χερσὶν αὐτῶν.
5亚述 是我怒气的棍, 手中拿我恼恨的杖。
6τὴν ὀργήν μου εἰς ἔθνος ἄνομον ἀποστελῶ καὶ τῷ ἐμῷ λαῷ συντάξω ποιῆσαι σκῦλα καὶ προνομὴν καὶ καταπατεῖν τὰς πόλεις καὶ θεῖναι αὐτὰς εἰς κονιορτόν.
6我要打发他攻击亵渎的国民, 吩咐他攻击我所恼怒的百姓, 抢财为掳物,夺货为掠物, 将他们践踏,像街上的泥土一样。
7αὐτὸς δὲ οὐχ οὕτως ἐνεθυμήθη καὶ τῇ ψυχῇ οὐχ οὕτως λελόγισται, ἀλλὰ ἀπαλλάξει ὁ νοῦς αὐτοῦ καὶ τοῦ ἔθνη ἐξολοθρεῦσαι οὐκ ὀλίγα.
7然而,他不是这样的意思; 他心也不这样打算。 他心里倒想毁灭, 剪除不少的国。
8καὶ ἐὰν εἴπωσιν αὐτῷ· σὺ μόνος εἶ ἄρχων,
8他说:我的臣仆岂不都是王吗?
9καὶ ἐρεῖ· οὐκ ἔλαβον τὴν χώραν τὴν ἐπάνω Βαβυλῶνος καὶ Χαλάνης, οὗ ὁ πύργος ᾠκοδομήθη; καὶ ἔλαβον Ἀραβίαν καὶ Δαμασκὸν καὶ Σαμάρειαν·
9迦勒挪 岂不像 迦基米施 吗? 哈马 岂不像 亚珥拔 吗? 撒马利亚 岂不像 大马士革 吗?
10ὃν τρόπον ταύτας ἔλαβον ἐν τῇ χειρί μου, καὶ πάσας τὰς ἀρχὰς λήψομαι. ὀλολύξατε, τὰ γλυπτὰ ἐν Ἱερουσαλὴμ καὶ ἐν Σαμαρείᾳ·
10我手已经搆到有偶像的国; 这些国雕刻的偶像 过于 耶路撒冷 和 撒马利亚 的偶像。
11ὃν τρόπον γὰρ ἐποίησα Σαμαρείᾳ καὶ τοῖς χειροποιήτοις αὐτῆς, οὕτω ποιήσω καὶ Ἱερουσαλὴμ καὶ τοῖς εἰδώλοις αὐτῆς.
11我怎样待 撒马利亚 和其中的偶像, 岂不照样待 耶路撒冷 和其中的偶像吗?
12καὶ ἔσται, ὅταν συντελέσῃ Κύριος πάντα ποιῶν ἐν τῷ ὄρει Σιὼν καὶ ἐν Ἱερουσαλήμ, ἐπάξει ἐπὶ τὸν νοῦν τὸν μέγαν, τὸν ἄρχοντα τῶν Ἀσσυρίων, καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ.
12主在 锡安山 和 耶路撒冷 成就他一切工作的时候, 主说 :「我必罚 亚述 王自大的心和他高傲眼目的荣耀。」
13εἶπε γάρ· ἐν τῇ ἰσχύϊ ποιήσω καὶ ἐν τῇ σοφίᾳ τῆς συνέσεως, ἀφελῶ ὅρια ἐθνῶν καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω
13因为他说: 我所成就的事是靠我手的能力 和我的智慧, 我本有聪明。 我挪移列国的地界, 抢夺他们所积蓄的财宝; 并且我像勇士,使坐宝座的降为卑。
14καὶ σείσω πόλεις κατοικουμένας καὶ τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ ὡς νοσσιὰν καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ, καὶ οὐκ ἔστιν ὃς διαφεύξεταί με ἢ ἀντείπῃ μοι.
14我的手搆到列国的财宝, 好像人搆到鸟窝; 我也得了全地, 好像人拾起所弃的雀蛋。 没有动翅膀的; 没有张嘴的,也没有鸣叫的。
15μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ; ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν; ὡσαύτως ἐάν τις ἄρῃ ράβδον ἢ ξύλον.
15斧岂可向用斧砍木的自夸呢? 锯岂可向用锯的自大呢? 好比棍抡起那举棍的, 好比杖举起那非木的人。
16καὶ οὐχ οὕτως, ἀλλὰ ἀποστελεῖ Κύριος σαβαὼθ εἰς τὴν σὴν τιμὴν ἀτιμίαν, καὶ εἰς τὴν σὴν δόξαν πῦρ καιόμενον καυθήσεται.
16因此,主—万军之耶和华 必使 亚述 王的肥壮人变为瘦弱, 在他的荣华之下必有火着起, 如同焚烧一样。
17καὶ ἔσται τὸ φῶς τοῦ Ἰσραὴλ εἰς πῦρ καὶ ἁγιάσει αὐτὸν ἐν πυρὶ καιομένῳ καὶ φάγεται ὡσεὶ χόρτον τὴν ὕλην.
17以色列 的光必如火; 他的圣者必如火焰。 在一日之间,将 亚述 王的荆棘 和蒺藜焚烧净尽;
18τῇ ἡμέρᾳ ἐκείνῃ ἀποσβεσθήσεται τὰ ὅρη καὶ οἱ βουνοὶ καὶ οἱ δρυμοί, καὶ καταφάγεται ἀπὸ ψυχῆς ἕως σαρκῶν· καὶ ἔσται ὁ φεύγων ὡς ὁ φεύγων ἀπὸ φλογός καιομένης·
18又将他树林和肥田的荣耀全然烧尽, 好像拿军旗的昏过去一样。
19καὶ οἱ καταλειφθέντες ἀπ᾿ αὐτῶν ἀριθμὸς ἔσονται, καὶ παιδίον γράψει αὐτούς.
19他林中剩下的树必稀少, 就是孩子也能写其数。
20Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐκέτι προστεθήσεται τὸ καταλειφθὲν Ἰσραήλ, καὶ οἱ σωθέντες τοῦ Ἰακὼβ οὐκέτι μὴ πεποιθότες ὦσιν ἐπὶ τοὺς ἀδικήσαντας αὐτούς, ἀλλὰ ἔσονται πεποιθότες ἐπὶ τὸν Θεὸν τὸν ἅγιον τοῦ Ἰσραὴλ τῇ ἀληθείᾳ,
20到那日, 以色列 所剩下的和 雅各 家所逃脱的,不再倚靠那击打他们的,却要诚实倚靠耶和华— 以色列 的圣者。
21καὶ ἔσται τὸ καταλειφθὲν τοῦ Ἰακὼβ ἐπὶ Θεὸν ἰσχύοντα.
21所剩下的,就是 雅各 家 所剩下的,必归回全能的 神。
22καὶ ἐὰν γένηται ὁ λαὸς Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα αὐτῶν σωθήσεται· λόγον συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ,
22以色列 啊,你的百姓虽多如海沙, 惟有 剩下的归回。原来灭绝的事已定,必有公义施行,如水涨溢。
23ὅτι λόγον συντετμημένον Κύριος ποιήσει ἐν τῇ οἰκουμένῃ ὅλῃ.
23因为主—万军之耶和华在全地之中必成就所定规的结局。
24Διὰ τοῦτο τάδε λέγει Κύριος σαβαώθ· μὴ φοβοῦ, ὁ λαός μου, οἱ κατοικοῦντες ἐν Σιών, ἀπὸ Ἀσσυρίων, ὅτι ἐν ράβδῳ πατάξει σε· πληγὴν γὰρ ἐπάγω ἐπὶ σὲ τοῦ ἰδεῖν ὁδὸν Αἰγύπτου.
24所以,主—万军之耶和华如此说:「住 锡安 我的百姓啊, 亚述 王虽然用棍击打你,又照 埃及 的样子举杖攻击你,你却不要怕他。
25ἔτι γὰρ μικρὸν καὶ παύσεται ἡ ὀργή, ὁ δὲ θυμός μου ἐπὶ τὴν βουλὴν αὐτῶν·
25因为还有一点点时候, 向你们 发的忿恨就要完毕,我的怒气要向他 发作 ,使他灭亡。
26καὶ ἐγερεῖ ὁ Θεὸς ἐπ᾿ αὐτοὺς κατὰ τὴν πληγὴν Μαδιὰμ ἐν τόπῳ θλίψεως, καὶ ὁ θυμὸς αὐτοῦ τῇ ὁδῷ τῇ κατὰ θάλασσαν εἰς τὴν ὁδὸν τὴν κατ᾿ Αἴγυπτον.
26万军之耶和华要兴起鞭来攻击他,好像在 俄立 磐石那里杀戮 米甸 人一样。耶和华的杖要向海伸出,把杖举起,像在 埃及 一样。
27καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀφαιρεθήσεται ὁ ζυγὸς αὐτοῦ ἀπὸ τοῦ ὤμου σου καὶ ὁ φόβος αὐτοῦ ἀπὸ σοῦ, καὶ καταφθαρήσεται ὁ ζυγὸς ἀπὸ τῶν ὤμων ὑμῶν.
27到那日, 亚述 王的重担必离开你的肩头;他的轭必离开你的颈项;那轭也必因肥壮的缘故撑断。」
28ἥξει γὰρ εἰς τὴν πόλιν Ἀγγαὶ
28亚述 王来到 亚叶 , 经过 米矶 , 在 密抹 安放辎重。
29καὶ παρελεύσεται εἰς Μαγγεδὼ καὶ εἰς Μαχμὰς θήσει τὰ σκεύη αὐτοῦ· καὶ παρελεύσεται φάραγγα καὶ ἥξει εἰς Ἀγγαί, φόβος λήψεται Ραμᾶ πόλιν Σαούλ· φεύξεται
29他们过了隘口, 在 迦巴 住宿。 拉玛 人战兢; 扫罗 的 基比亚 人逃跑。
30ἡ θυγάτηρ Γαλλείμ, ἐπακούσεται Λαϊσά, ἐπακούσεται Ἀναθώθ·
30迦琳 的居民哪,要高声呼喊! 莱煞 人哪,须听! 哀哉!困苦的 亚拿突 啊。
31καὶ ἐξέστη Μαδεβηνὰ καὶ οἱ κατοικοῦντες Γιββεΐρ·
31玛得米那 人躲避; 基柄 的居民逃遁。
32παρακαλεῖται σήμερον ἐν ὁδῷ τοῦ μεῖναι, τῇ χειρὶ παρακαλεῖτε, τὸ ὄρος, τὴν θυγατέρα Σιών, καὶ οἱ βουνοὶ οἱ ἐν Ἱερουσαλήμ.
32当那日, 亚述 王要在 挪伯 歇兵, 向 锡安 女子的山— 就是 耶路撒冷 的山—抡手 攻他 。
33ἰδοὺ γὰρ ὁ δεσπότης Κύριος σαβαὼθ συνταράσσει τοὺς ἐνδόξους μετὰ ἰσχύος, καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει συντριβήσονται, καὶ οἱ ὑψηλοὶ ταπεινωθήσονται,
33看哪,主—万军之耶和华 以惊吓削去树枝; 长高的必被砍下, 高大的必被伐倒。
34καὶ πεσοῦνται οἱ ὑψηλοὶ μαχαίρᾳ, ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται.
34稠密的树林,他要用铁器砍下; 黎巴嫩 的树木 必被大能者伐倒。
Tip: use the ← and → keys to turn chapters.