ΗΣΑΙΑΣ 18
Septuagint (Greek Old Testament), second editionOriginal language
Septuagint (Greek Old Testament), second edition
Chinese Union Version, punctuated (Simplified)
1ΟΥΑΙ γῆς πλοίων πτέρυγες ἐπέκεινα ποταμῶν Αἰθιοπίας,
1唉! 古实 河外翅膀刷刷响声之地,
2ὁ ἀποστέλλων ἐν θαλάσσῃ ὅμηρα καὶ ἐπιστολὰς βιβλίνας ἐπάνω τοῦ ὕδατος· πορεύσονται γὰρ ἄγγελοι κοῦφοι πρὸς ἔθνος μετέωρον καὶ ξένον λαὸν καὶ χαλεπόν, τίς αὐτοῦ ἐπέκεινα; ἔθνος ἀνέλπιστον καὶ καταπεπατημένον. νῦν οἱ ποταμοὶ τῆς γῆς
2差遣使者在水面上, 坐蒲草船过海。 先知说 :你们快行的使者, 要到高大光滑的民那里去。 自从开国以来,那民极其可畏, 是分 地界 践踏 人 的; 他们的地有江河分开。
3πάντες ὡς χώρα κατοικουμένη· κατοικηθήσεται ἡ χώρα αὐτῶν ὡσεὶ σημεῖον ἀπὸ ὄρους ἀρθῇ, ὡς σάλπιγγος φωνὴ ἀκουστὸν ἔσται.
3世上一切的居民和地上所住的人哪, 山上竖立大旗的时候你们要看; 吹角的时候你们要听。
4διότι οὕτως εἶπέ μοι Κύριος· ἀσφάλεια ἔσται ἐν τῇ ἐμῇ πόλει ὡς φῶς καύματος μεσημβρίας, καὶ ὡς νεφέλη δρόσου ἡμέρας ἀμήτου ἔσται.
4耶和华对我这样说: 我要安静,在我的居所观看, 如同日光中的清热, 又如露水的云雾在收割的热天。
5πρὸ τοῦ θερισμοῦ, ὅταν συντελεσθῇ ἄνθος καὶ ὄμφαξ ἐξανθήσῃ ἄνθος ὀμφακίζουσα, καὶ ἀφελεῖ τὰ βοτρύδια τὰ μικρὰ τοῖς δρεπάνοις καὶ τὰς κληματίδας ἀφελεῖ καὶ ἀποκόψει
5收割之先,花开已谢, 花也成了将熟的葡萄; 他必用镰刀削去嫩枝, 又砍掉蔓延的枝条,
6καὶ καταλείψει ἅμα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς. καὶ συναχθήσεται ἐπ᾿ αὐτοὺς τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ πάντα τὰ θηρία τῆς γῆς ἐπ᾿ αὐτὸν ἥξει.
6都要撇给山间的鸷鸟和地上的野兽。 夏天,鸷鸟要宿在其上; 冬天,野兽都卧在其中。
7ἐν τῷ καιρῷ ἐκείνῳ ἀνενεχθήσεται δῶρα Κυρίῳ σαβαὼθ ἐκ λαοῦ τεθλιμμένου καὶ τετιλμένου καὶ ἀπὸ λαοῦ μεγάλου ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα χρόνον· ἔθνος ἐλπίζον καὶ καταπεπατημένον, ὅ ἐστιν ἐν μέρει ποταμοῦ τῆς χώρας αὐτοῦ, εἰς τὸν τόπον, οὗ τὸ ὄνομα Κυρίου σαβαὼθ ἐπεκλήθη, ὄρος Σιών.
7到那时,这高大光滑的民, 就是从开国以来极其可畏、 分 地界 践踏 人 的, 他们的地有江河分开; 他们必将礼物奉给万军之耶和华, 就是奉到 锡安山 — 耶和华安置他名的地方。
Tip: use the ← and → keys to turn chapters.