ΗΣΑΙΑΣ
Chapter 44
Septuagint (Greek Old Te…
vs Chinese Union Vers…
Aa
Text size
Line width
Verse numbers

ΗΣΑΙΑΣ 44

Septuagint (Greek Old Testament), second edition
Chinese Union Version, punctuated (Simplified)
1ΝΥΝ δὲ ἄκουσον, Ἰακὼβ ὁ παῖς μου καὶ Ἰσραήλ, ὃν ἐξελεξάμην·
1我的仆人 雅各 , 我所拣选的 以色列 啊, 现在你当听。
2οὕτω λέγει Κύριος ὁ Θεὸς ὁ ποιήσας σε καὶ ὁ πλάσας σε ἐκ κοιλίας· ἔτι βοηθηθήσῃ, μὴ φοβοῦ, παῖς μου Ἰακὼβ καὶ ἠγαπημένος Ἰσραήλ, ὃν ἐξελεξάμην.
2造作你,又从你出胎造就你, 并要帮助你的耶和华如此说: 我的仆人 雅各 , 我所拣选的 耶书 哪, 不要害怕!
3ὅτι ἐγὼ δώσω ὕδωρ ἐν δίψει τοῖς πορευομένοις ἐν ἀνύδρῳ, ἐπιθήσω τὸ πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου,
3因为我要将水浇灌口渴的人, 将河浇灌干旱之地。 我要将我的灵浇灌你的后裔, 将我的福浇灌你的子孙。
4καὶ ἀνατελοῦσιν ὡς ἀναμέσον ὕδατος χόρτος καὶ ὡς ἰτέα ἐπὶ παραρρέον ὕδωρ.
4他们要发生在草中, 像溪水旁的柳树。
5οὕτος ἐρεῖ· τοῦ Θεοῦ εἰμι, καὶ οὗτος βοήσεται ἐπὶ τῷ ὀνόματι Ἰακώβ, καὶ ἕτερος ἐπιγράψει χειρὶ αὐτοῦ· τοῦ Θεοῦ εἰμι, καὶ ἐπὶ τῷ ὀνόματι Ἰσραὴλ βοήσεται.
5这个要说:我是属耶和华的; 那个要以 雅各 的名自称; 又一个要亲手写:归耶和华的, 并自称为 以色列 。
6Οὕτως λέγει ὁ Θεὸς ὁ βασιλεὺς τοῦ Ἰσραὴλ ὁ ρυσάμενος αὐτὸν Θεὸς σαβαώθ· ἐγὼ πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα· πλὴν ἐμοῦ οὐκ ἔστι Θεός.
6耶和华— 以色列 的君, 以色列 的救赎主—万军之耶和华如此说: 我是首先的,我是末后的; 除我以外再没有 真 神。
7τίς ὥσπερ ἐγώ; στήτω καὶ καλεσάτω καὶ ἀναγγειλάτω καὶ ἑτοιμασάτω μοι ἀφ᾿ οὗ ἐποίησα ἄνθρωπον εἰς τὸν αἰῶνα, καὶ τὰ ἐπερχόμενα πρὸ τοῦ ἐλθεῖν ἀναγγειλάτωσαν ὑμῖν.
7自从我设立古时的民, 谁能像我宣告,并且指明,又为自己陈说呢? 让他将未来的事和必成的事说明。
8μὴ παρακαλύπτεσθε μηδὲ πλανᾶσθε· οὐκ ἀπ᾿ ἀρχῆς ἠνωτίσασθε καὶ ἀπήγγειλα ὑμῖν; μάρτυρες ὑμεῖς ἐστε, εἰ ἔτσι Θεὸς πλὴν ἐμοῦ·
8你们不要恐惧,也不要害怕。 我岂不是从上古就说明指示你们吗? 并且你们是我的见证! 除我以外,岂有 真 神吗? 诚然没有磐石,我不知道一个!
9καὶ οὐκ ἦσαν τότε οἱ πλάσσοντες καὶ γλύφοντες πάντες μάταιοι οἱ ποιοῦντες τὰ καταθύμια αὐτῶν, ἃ οὐκ ὠφελήσει αὐτούς· ἀλλὰ αἰσχυνθήσονται
9制造雕刻偶像的尽都虚空;他们所喜悦的都无益处;他们的见证无所看见,无所知晓,他们便觉羞愧。
10πάντες οἱ πλάσσοντες Θεὸν καὶ γλύφοντες ἀνωφελῆ,
10谁制造神像,铸造无益的偶像?
11καὶ πάντες ὅθεν ἐγένοντο ἐξηράνθησαν, καὶ κωφοὶ ἀπὸ ἀνθρώπων συναχθήτωσαν πάντες καὶ στησάτωσαν ἅμα, ἐντραπήτωσαν καὶ αἰσχυνθήτωσαν ἅμα.
11看哪,他的同伴都必羞愧。工匠也不过是人,任他们聚会,任他们站立,都必惧怕,一同羞愧。
12ὅτι ὤξυνε τέκτων σίδηρον, σκεπάρνῳ εἰργάσατο αὐτὸ καὶ ἐν τερέτρῳ ἔστησεν αὐτό, εἰργάσατο αὐτὸ ἐν τῷ βραχίονι τῆς ἰσχύος αὐτοῦ· καὶ πεινάσει καὶ ἀσθενήσει καὶ οὐ μὴ πίῃ ὕδωρ.
12铁匠把铁在火炭中烧热,用锤打铁器,用他有力的膀臂锤成;他饥饿而无力,不喝水而发倦。
13ἐκλεξάμενος τέκτων ξύλον ἔστησεν αὐτὸ ἐν μέτρῳ καὶ ἐν κόλλῃ ἐρρύθμισεν αὐτὸ καὶ ἐποίησεν αὐτὸ ὡς μορφὴν ἀνδρὸς καὶ ὡς ὡραιότητα ἀνθρώπου στῆσαι αὐτὸ ἐν οἴκῳ.
13木匠拉线,用笔划出样子,用刨子刨成形状,用圆尺划了模样,仿照人的体态,做成人形,好住在房屋中。
14ἔκοψε ξύλον ἐκ τοῦ δρυμοῦ, ὃ ἐφύτευσε Κύριος καὶ ὑετὸς ἐμήκυνεν,
14他砍伐香柏树,又取柞树和橡树,在树林中选定了一棵。他栽种松树,得雨长养。
15ἵνα ᾖ ἀνθρώποις εἰς καῦσιν· καὶ λαβὼν ἀπ᾿ αὐτοῦ ἐθερμάνθη, καὶ καύσαντες ἔπεψαν ἄρτους ἐπ᾿ αὐτῶν, τὸ δὲ λοιπὸν εἰργάσαντο θεούς, καὶ προσκυνοῦσιν αὐτοῖς.
15这树,人可用以烧火;他自己取些烤火,又烧着烤饼,而且做神像跪拜,做雕刻的偶像向它叩拜。
16οὗ τὸ ἥμισυ αὐτοῦ κατέκαυσεν ἐν πυρὶ καὶ καύσαντες ἔπεψαν ἄρτους ἐπ᾿ αὐτῶν· καὶ ἐπ᾿ αὐτοῦ κρέας ὀπτήσας ἔφαγε καὶ ἐνεπλήσθη, καὶ θερμανθεὶς εἶπεν· ἡδύ μοι ὅτι ἐθερμάνθην καὶ εἶδον πῦρ.
16他把一分烧在火中,把一分烤肉吃饱。自己烤火说:「啊哈,我暖和了,我见火了。」
17τὸ δὲ λοιπὸν ἐποίησεν εἰς θεὸν γλυπτὸν καὶ προσκυνεῖ αὐτῷ καὶ προσεύχεται λέγων· ἐξελοῦ με, ὅτι θεός μου εἰς σύ.
17他用剩下的做了一神,就是雕刻的偶像。他向这偶像俯伏叩拜,祷告它说:「求你拯救我,因你是我的神。」
18οὐκ ἔγνωσαν φρονῆσαι, ὅτι ἀπημαυρώθησαν τοῦ βλέπειν τοῖς ὀφθαλμοῖς αὐτῶν καὶ τοῦ νοῆσαι τῇ καρδίᾳ αὐτῶν.
18他们不知道,也不思想;因为耶和华闭住他们的眼,不能看见,塞住他们的心,不能明白。
19καὶ οὐκ ἐλογίσατο τῇ καρδίᾳ αὐτοῦ οὐδὲ ἀνελογίσατο ἐν τῇ ψυχῇ αὐτοῦ οὐδὲ ἔγνω τῇ φρονήσει, ὅτι τὸ ἥμισυ αὐτοῦ κατέκαυσεν ἐν πυρὶ καὶ ἔπεψεν ἐπὶ τῶν ἀνθράκων αὐτοῦ ἄρτους καὶ ὀπτήσας κρέα ἔφαγε καὶ τὸ λοιπὸν αὐτοῦ εἰς βδέλυγμα ἐποίησε καὶ προσκυνοῦσιν αὐτῷ.
19谁心里也不醒悟,也没有知识,没有聪明,能说:「我曾拿一分在火中烧了,在炭火上烤过饼;我也烤过肉吃。这剩下的,我岂要作可憎的物吗?我岂可向木ⶍ子叩拜呢?」
20γνῶθι ὅτι σποδὸς ἡ καρδία αὐτῶν, καὶ πλανῶνται, καὶ οὐδεὶς δύναται ἐξελέσθαι τὴν ψυχὴν αὐτοῦ· ἴδετε, οὐκ ἐρεῖτε ὅτι ψεῦδος ἐν τῇ δεξιᾷ μου;
20他以灰为食,心中昏迷,使他偏邪,他不能自救,也不能说:「我右手中岂不是有虚谎吗?」
21Μνήσθητι ταῦτα Ἰακὼβ καὶ Ἰσραήλ, ὅτι παῖς μου εἶ σύ· ἔπλασά σε παῖδά μου, καὶ σὺ Ἰσραὴλ μὴ ἐπιλανθάνου μου.
21雅各 , 以色列 啊, 你是我的仆人,要记念这些事。 以色列 啊,你是我的仆人, 我造就你必不忘记你。
22ἰδοὺ γὰρ ἀπήλειψα ὡς νεφέλην τὰς ἀνομίας σου καὶ ὡς γνόφον τὰς ἁμαρτίας σου· ἐπιστράφηθι πρός με, καὶ λυτρώσομαί σε.
22我涂抹了你的过犯,像厚云 消散 ; 我涂抹了你的罪恶,如薄云 灭没 。 你当归向我,因我救赎了你。
23εὐφράνθητε, οὐρανοί, ὅτι ἠλέησεν ὁ Θεός τὸν Ἰσραήλ· σαλπίσατε, τὰ θεμέλια τῆς γῆς, βοήσατε, ὄρη, εὐφροσύνην, οἱ βουνοὶ καὶ πάντα τὰ ξύλα τὰ ἐν αὐτοῖς, ὅτι ἐλυτρώσατο ὁ Θεὸς τὸν Ἰακώβ, καὶ Ἰσραὴλ δοξασθήσεται.
23诸天哪,应当歌唱, 因为耶和华做成这事。 地的深处啊,应当欢呼; 众山应当发声歌唱; 树林和其中所有的树都当如此! 因为耶和华救赎了 雅各 , 并要因 以色列 荣耀自己。
24Οὕτω λέγει Κύριος ὁ λυτρούμενός σε καὶ ὁ πλάσσων σε ἐκ κοιλίας· ἐγὼ Κύριος ὁ συντελῶν πάντα, ἐξέτεινα τὸν οὐρανὸν μόνος καὶ ἐστερέωσα τὴν γῆν.
24从你出胎,造就你的救赎主—耶和华如此说: 我—耶和华是创造万物的, 是独自铺张诸天、铺开大地的。 谁与我同在呢?
25τίς ἕτερος διασκεδάσει σημεῖα ἐγγαστριμύθων καὶ μαντείας ἀπὸ καρδίας, ἀποστρέφων φρονίμους εἰς τὰ ὀπίσω καὶ τὴν βουλὴν αὐτῶν μωραίνων
25使说假话的兆头失效, 使占卜的癫狂, 使智慧人退后, 使他的知识变为愚拙;
26καὶ ἱστῶν ρῆμα παιδὸς αὐτοῦ καὶ τὴν βουλὴν τῶν ἀγγέλων αὐτοῦ ἀληθεύων; ὁ λέγων τῇ Ἱερουσαλήμ· κατοικηθήσῃ καὶ ταῖς πόλεσι τῆς Ἰδουμαίας· οἰκοδομηθήσεσθε, καὶ τὰ ἔρημα αὐτῆς ἀνατελεῖ·
26使我仆人的话语立定, 我使者的谋算成就。 论到 耶路撒冷 说:必有人居住; 论到 犹大 的城邑说:必被建造, 其中的荒场我也必兴起。
27ὁ λέγων τῇ ἀβύσσῳ· ἐρημωθήσῃ, καὶ τοὺς ποταμούς σου ξηρανῶ·
27对深渊说:你干了吧! 我也要使你的江河干涸。
28ὁ λέγων Κύρῳ φρονεῖν καὶ πάντα τὰ θελήματά μου ποιήσει· ὁ λέγων Ἱερουσαλήμ· οἰκοδομηθήσῃ, καὶ τὸν οἶκον τὸν ἅγιόν μου θεμελιώσω.
28论 塞鲁士 说: 他是 我的牧人, 必成就我所喜悦的, 必下令建造 耶路撒冷 , 发命立稳圣殿的根基。

Tip: use the ← and → keys to turn chapters.