ΗΣΑΙΑΣ
Chapter 55
Septuagint (Greek Old Te…
vs Chinese Union Vers…
Aa
Text size
Line width
Verse numbers

ΗΣΑΙΑΣ 55

Septuagint (Greek Old Testament), second edition
Chinese Union Version, punctuated (Simplified)
1ΟΙ διψῶντες, πορεύεσθε ἐφ᾿ ὕδωρ, καὶ ὅσοι μὴ ἔχετε ἀργύριον, βαδίσαντες ἀγοράσατε, καὶ φάγετε καὶ πίεσθε ἄνευ ἀργυρίου καὶ τιμῆς οἶνον καὶ στέαρ.
1你们一切干渴的都当就近水来; 没有银钱的也可以来。 你们都来,买了吃; 不用银钱,不用价值, 也来买酒和奶。
2ἱνατί τιμᾶσθε ἀργυρίου ἐν οὐκ ἄρτοις καὶ τὸν μόχθον ὑμῶν οὐκ εἰς πλησμονήν; ἀκούσατέ μου καὶ φάγεσθε ἀγαθά, καὶ ἐντρυφήσει ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν.
2你们为何花钱买那不足为食物的? 用劳碌得来的买那不使人饱足的呢? 你们要留意听我的话就能吃那美物, 得享肥甘,心中喜乐。
3προσέχετε τοῖς ὠσὶν ὑμῶν καὶ ἐπακουλουθήσατε ταῖς ὁδοῖς μου· εἰσακούσατέ μου, καὶ ζήσεται ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν· καὶ διαθήσομαι ὑμῖν διαθήκην αἰώνιον, τὰ ὅσια Δαυὶδ τὰ πιστά.
3你们当就近我来; 侧耳而听,就必得活。 我必与你们立永约, 就是 应许 大卫 那可靠的恩典。
4ἰδοὺ μαρτύριον ἐν ἔθνεσιν ἔδωκα αὐτόν, ἄρχοντα καὶ προστάσσοντα ἔθνεσιν.
4我已立他作万民的见证, 为万民的君王和司令。
5ἰδοὺ ἔθνη, ἃ οὐκ οἴδασί σε, ἐπικαλέσονταί σε, καὶ λαοί, οἳ οὐκ ἐπίστανταί σε, ἐπὶ σὲ καταφεύξονται ἕνεκεν Κυρίου τοῦ Θεοῦ σου, τοῦ ἁγίου Ἰσραήλ, ὅτι ἐδόξασέ σε.
5你素不认识的国民,你也必召来; 素不认识你的国民也必向你奔跑, 都因耶和华—你的 神 以色列 的圣者, 因为他已经荣耀你。
6Ζητήσατε τὸν Κύριον καὶ ἐν τῷ εὑρίσκειν αὐτὸν ἐπικαλέσασθε· ἡνίκα δ᾿ ἂν ἐγγίζη ὑμῖν,
6当趁耶和华可寻找的时候寻找他, 相近的时候求告他。
7ἀπολιπέτω ὁ ἀσεβὴς τὰς ὁδοὺς αὐτοῦ καὶ ἀνὴρ ἄνομος τὰς βουλὰς αὐτοῦ καὶ ἐπιστραφήτω ἐπὶ Κύριον, καὶ ἐλεηθήσεται, ὅτι ἐπὶ πολὺ ἀφήσει τὰς ἁμαρτίας ὑμῶν.
7恶人当离弃自己的道路; 不义的人当除掉自己的意念。 归向耶和华,耶和华就必怜恤他; 当归向我们的 神,因为 神必广行赦免。
8οὐ γάρ εἰσιν αἱ βουλαί μου ὥσπερ αἱ βουλαὶ ὑμῶν, οὐδ᾿ ὥσπερ αἱ ὁδοὶ ὑμῶν αἱ ὁδοί μου, λέγει Κύριος.
8耶和华说:我的意念非同你们的意念; 我的道路非同你们的道路。
9ἀλλ᾿ ὡς ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως ἀπέχει ἡ ὁδός μου ἀπὸ τῶν ὁδῶν ὑμῶν καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῆς διανοίας μου.
9天怎样高过地, 照样,我的道路高过你们的道路; 我的意念高过你们的意念。
10ὡς γὰρ ἂν καταβῇ ὁ ὑετὸς ἢ χιὼν ἐκ τοῦ οὐρανοῦ καὶ οὐ μὴ ἀποστραφῇ, ἕως ἂν μεθύσῃ τὴν γῆν, καὶ ἐκτέκῃ καὶ ἐκβλαστήσῃ καὶ δῷ σπέρμα τῷ σπείραντι καὶ ἄρτον εἰς βρῶσιν,
10雨雪从天而降,并不返回, 却滋润地土,使地上发芽结实, 使撒种的有种,使要吃的有粮。
11οὕτως ἔσται τὸ ρῆμά μου, ὃ ἐὰν ἐξέλθῃ ἐκ τοῦ στόματός μου, οὐ μὴ ἀποστραφῇ, ἕως ἂν τελεσθῇ ὅσα ἂν ἠθέλησα καὶ εὐοδώσω τὰς ὁδούς μου καὶ τὰ ἐντάλματά μου.
11我口所出的话也必如此, 决不徒然返回, 却要成就我所喜悦的, 在我发他去成就的事上必然亨通。
12ἐν γὰρ εὐφροσύνῃ ἐξελεύσεσθε καὶ ἐν χαρᾷ διδαχθήσεσθε· τὰ γὰρ ὄρη καὶ οἱ βουνοὶ ἐξαλοῦνται προσδεχόμενοι ὑμᾶς ἐν χαρᾷ, καὶ πάντα τὰ ξύλα τοῦ ἀγροῦ ἐπικροτήσει τοῖς κλάδοις,
12你们必欢欢喜喜而出来, 平平安安蒙引导。 大山小山必在你们面前发声歌唱; 田野的树木也都拍掌。
13καὶ ἀντὶ τῆς στοιβῆς ἀναβήσεται κυπάρισσος, ἀντὶ δὲ τῆς κονύζης ἀναβήσεται μυρσίνη· και ἔσται Κύριος εἰς ὄνομα καὶ εἰς σημεῖον αἰώνιον καὶ οὐκ ἐκλείψει.
13松树长出,代替荆棘; 番石榴长出,代替蒺藜。 这要为耶和华留名, 作为永远的证据,不能剪除。

Tip: use the ← and → keys to turn chapters.