ΠΡΟΣ ΤΙΤΟΝ
Chapter 2

ΠΡΟΣ ΤΙΤΟΝ

Greek New Testament: Tex…
vs Greek New Testamen…
Aa
Text size
Line width
Verse numbers

ΠΡΟΣ ΤΙΤΟΝ 2

Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Σὺ δὲ λάλει ἃ πρέπει τῇ ὑγιαινούσῃ διδασκαλίᾳ·
1συ δε λαλει α πρεπει τη υγιαινουση διδασκαλια
2πρεσβύτας νηφαλίους εἶναι, σεμνούς, σώφρονας, ὑγιαίνοντας τῇ πίστει, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ·
2πρεσβυτασ νηφαλεουσ ειναι σεμνουσ σωφρονασ υγιαινοντασ τη πιστει τη αγαπη τη υπομονη
3πρεσβύτιδας ὡσαύτως ἐν καταστήματι ἱεροπρεπεῖς, μὴ διαβόλους, μὴ οἴνῳ πολλῷ δεδουλωμένας, καλοδιδασκάλους,
3πρεσβυτιδασ ωσαυτωσ εν καταστηματι ιεροπρεπεισ μη διαβολουσ μη οινω πολλω δεδουλωμενασ καλοδιδασκαλουσ
4ἵνα σωφρονίζωσι τὰς νέας φιλάνδρους εἶναι, φιλοτέκνους,
4ινα σωφρονιζωσιν τασ νεασ φιλανδρουσ ειναι φιλοτεκνουσ
5σώφρονας, ἁγνάς, οἰκουρούς, ἀγαθάς, ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ ὁ λόγος τοῦ Θεοῦ βλασφημῆται·
5σωφρονασ αγνασ οικουρουσ αγαθασ υποτασσομενασ τοισ ιδιοισ ανδρασιν ινα μη ο λογοσ του θεου βλασφημηται
6τοὺς νεωτέρους ὡσαύτως παρακάλει σωφρονεῖν·
6τουσ νεωτερουσ ωσαυτωσ παρακαλει σωφρονειν
7περὶ πάντα σεαυτὸν παρεχόμενος τύπον καλῶν ἔργων, ἐν τῇ διδασκαλίᾳ ἀδιαφθορίαν, σεμνότητα, ἀφθαρσίαν,
7περι παντα σεαυτον παρεχομενοσ τυπον καλων εργων εν τη διδασκαλια αδιαφθοριαν σεμνοτητα αφθαρσιαν
8λόγον ὑγιῆ, ἀκατάγνωστον, ἵνα ὁ ἐξ ἐναντίας ἐντραπῇ, μηδὲν ἔχων περὶ ὑμῶν λέγειν φαῦλον.
8λογον υγιη ακαταγνωστον ινα ο εξ εναντιασ εντραπη μηδεν εχων περι ημων λεγειν φαυλον
9Δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι, ἐν πᾶσιν εὐαρέστους εἶναι, μὴ ἀντιλέγοντας,
9δουλουσ ιδιοισ δεσποταισ υποτασσεσθαι εν πασιν ευαρεστουσ ειναι μη αντιλεγοντασ
10μὴ νοσφιζομένους, ἀλλὰ πίστιν πᾶσαν ἐνδεικνυμένους ἀγαθήν, ἵνα τὴν διδασκαλίαν τοῦ σωτῆρος ἡμῶν Θεοῦ κοσμῶσιν ἐν πᾶσιν.
10μη νοσφιζομενουσ αλλα πιστιν πασαν ενδεικνυμενουσ αγαθην ινα την διδασκαλιαν του σωτηροσ ημων θεου κοσμωσιν εν πασιν
11Ἐπεφάνη γὰρ ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις,
11επεφανη γαρ η χαρισ του θεου η σωτηριοσ πασιν ανθρωποισ
12παιδεύουσα ἡμᾶς ἵνα, ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι,
12παιδευουσα ημασ ινα αρνησαμενοι την ασεβειαν και τασ κοσμικασ επιθυμιασ σωφρονωσ και δικαιωσ και ευσεβωσ ζησωμεν εν τω νυν αιωνι
13προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ,
13προσδεχομενοι την μακαριαν ελπιδα και επιφανειαν τησ δοξησ του μεγαλου θεου και σωτηροσ ημων ιησου χριστου
14ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας, καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων.
14οσ εδωκεν εαυτον υπερ ημων ινα λυτρωσηται ημασ απο πασησ ανομιασ και καθαριση εαυτω λαον περιουσιον ζηλωτην καλων εργων
15Ταῦτα λάλει, καὶ παρακάλει, καὶ ἔλεγχε μετὰ πάσης ἐπιταγῆς. Μηδείς σου περιφρονείτω.
15ταυτα λαλει και παρακαλει και ελεγχε μετα πασησ επιταγησ μηδεισ σου περιφρονειτω

Tip: use the ← and → keys to turn chapters.