ΙΑΚΩΒΟΥ
Chapter 2

ΙΑΚΩΒΟΥ

Greek New Testament: Tex…
vs Greek New Testamen…
Aa
Text size
Line width
Verse numbers

ΙΑΚΩΒΟΥ 2

Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Ἀδελφοί μου, μὴ ἐν προσωποληψίαις ἔχετε τὴν πίστιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης.
1αδελφοι μου μη εν προσωποληψιαισ εχετε την πιστιν του κυριου ημων ιησου χριστου τησ δοξησ
2Ἐὰν γὰρ εἰσέλθῃ εἰς τὴν συναγωγὴν ὑμῶν ἀνὴρ χρυσοδακτύλιος ἐν ἐσθῆτι λαμπρᾷ, εἰσέλθῃ δὲ καὶ πτωχὸς ἐν ῥυπαρᾷ ἐσθῆτι,
2εαν γαρ εισελθη εισ την συναγωγην υμων ανηρ χρυσοδακτυλιοσ εν εσθητι λαμπρα εισελθη δε και πτωχοσ εν ρυπαρα εσθητι
3καὶ ἐπιβλέψητε ἐπὶ τὸν φοροῦντα τὴν ἐσθῆτα τὴν λαμπράν, καὶ εἴπητε αὐτῷ, Σὺ κάθου ὧδε καλῶς, καὶ τῷ πτωχῷ εἴπητε, Σὺ στῆθι ἐκεῖ, ἢ κάθου ὧδε ὑπὸ τὸ ὑποπόδιόν μου·
3και επιβλεψητε επι τον φορουντα την εσθητα την λαμπραν και ειπητε αυτω συ καθου ωδε καλωσ και τω πτωχω ειπητε συ στηθι εκει η καθου ωδε υπο το υποποδιον μου
4καὶ οὐ διεκρίθητε ἐν ἑαυτοῖς, καὶ ἐγένεσθε κριταὶ διαλογισμῶν πονηρῶν;
4και ου διεκριθητε εν εαυτοισ και εγενεσθε κριται διαλογισμων πονηρων
5Ἀκούσατε, ἀδελφοί μου ἀγαπητοί. Οὐχ ὁ Θεὸς ἐξελέξατο τοὺς πτωχοὺς τοῦ κόσμου τούτου πλουσίους ἐν πίστει, καὶ κληρονόμους τῆς βασιλείας ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν;
5ακουσατε αδελφοι μου αγαπητοι ουχ ο θεοσ εξελεξατο τουσ πτωχουσ του κοσμου πλουσιουσ εν πιστει και κληρονομουσ τησ βασιλειασ ησ επηγγειλατο τοισ αγαπωσιν αυτον
6Ὑμεῖς δὲ ἠτιμάσατε τὸν πτωχόν. Οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν ὑμῶν, καὶ αὐτοὶ ἕλκουσιν ὑμᾶς εἰς κριτήρια;
6υμεισ δε ητιμασατε τον πτωχον ουχ οι πλουσιοι καταδυναστευουσιν υμων και αυτοι ελκουσιν υμασ εισ κριτηρια
7Οὐκ αὐτοὶ βλασφημοῦσι τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφ᾿ ὑμᾶς;
7ουκ αυτοι βλασφημουσιν το καλον ονομα το επικληθεν εφ υμασ
8Εἰ μέντοι νόμον τελεῖτε βασιλικόν, κατὰ τὴν γραφήν, Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν, καλῶς ποιεῖτε·
8ει μεντοι νομον τελειτε βασιλικον κατα την γραφην αγαπησεισ τον πλησιον σου ωσ σεαυτον καλωσ ποιειτε
9εἰ δὲ προσωποληπτεῖτε, ἁμαρτίαν ἐργάζεσθε, ἐλεγχόμενοι ὑπὸ τοῦ νόμου ὡς παραβάται.
9ει δε προσωποληπτειτε αμαρτιαν εργαζεσθε ελεγχομενοι υπο του νομου ωσ παραβαται
10Ὅστις γὰρ ὅλον τὸν νόμον τηρήσει, πταίσει δὲ ἐν ἑνί, γέγονε πάντων ἔνοχος.
10οστισ γαρ ολον τον νομον τηρησει πταισει δε εν ενι γεγονεν παντων ενοχοσ
11Ὁ γὰρ εἰπών, Μὴ μοιχεύσῃς, εἶπε καί, Μὴ φονεύσῃς· εἰ δὲ οὐ μοιχεύσεις, φονεύσεις δέ, γέγονας παραβάτης νόμου.
11ο γαρ ειπων μη μοιχευσεισ ειπεν και μη φονευσεισ ει δε ου μοιχευσεισ φονευσεισ δε γεγονασ παραβατησ νομου
12Οὕτω λαλεῖτε καὶ οὕτω ποιεῖτε, ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι.
12ουτωσ λαλειτε και ουτωσ ποιειτε ωσ δια νομου ελευθεριασ μελλοντεσ κρινεσθαι
13Ἡ γὰρ κρίσις ἀνίλεως τῷ μὴ ποιήσαντι ἔλεος· καὶ κατακαυχᾶται ἔλεος κρίσεως.
13η γαρ κρισισ ανελεοσ τω μη ποιησαντι ελεοσ κατακαυχαται ελεον κρισεωσ
14Τί τὸ ὄφελος, ἀδελφοί μου, ἐὰν πίστιν λέγῃ τις ἔχειν, ἔργα δὲ μὴ ἔχῃ; Μὴ δύναται ἡ πίστις σῶσαι αὐτόν;
14τι το οφελοσ αδελφοι μου εαν πιστιν λεγη τισ εχειν εργα δε μη εχη μη δυναται η πιστισ σωσαι αυτον
15Ἐὰν δὲ ἀδελφὸς ἢ ἀδελφὴ γυμνοὶ ὑπάρχωσι καὶ λειπόμενοι ὦσι τῆς ἐφημέρου τροφῆς,
15εαν δε αδελφοσ η αδελφη γυμνοι υπαρχωσιν και λειπομενοι ωσιν τησ εφημερου τροφησ
16εἴπῃ δέ τις αὐτοῖς ἐξ ὑμῶν, Ὑπάγετε ἐν εἰρήνῃ, θερμαίνεσθε καὶ χορτάζεσθε, μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος, τί τὸ ὄφελος;
16ειπη δε τισ αυτοισ εξ υμων υπαγετε εν ειρηνη θερμαινεσθε και χορταζεσθε μη δωτε δε αυτοισ τα επιτηδεια του σωματοσ τι το οφελοσ
17Οὕτω καὶ ἡ πίστις, ἐὰν μὴ ἔργα ἔχῃ, νεκρά ἐστι καθ᾿ ἑαυτήν.
17ουτωσ και η πιστισ εαν μη εργα εχη νεκρα εστιν καθ εαυτην
18Ἀλλ᾿ ἐρεῖ τις, Σὺ πίστιν ἔχεις, κἀγὼ ἔργα ἔχω· δεῖξόν μοι τὴν πίστιν σου ἐκ τῶν ἔργων σου, κἀγὼ δείξω σοι ἐκ τῶν ἔργων μου τὴν πίστιν μου.
18αλλ ερει τισ συ πιστιν εχεισ καγω εργα εχω δειξον μοι την πιστιν σου εκ των εργων σου καγω δειξω σοι εκ των εργων μου την πιστιν μου
19Σὺ πιστεύεις ὅτι ὁ Θεὸς εἷς ἐστί· καλῶς ποιεῖς· καὶ τὰ δαιμόνια πιστεύουσι, καὶ φρίσσουσι.
19συ πιστευεισ οτι ο θεοσ εισ εστιν καλωσ ποιεισ και τα δαιμονια πιστευουσιν και φρισσουσιν
20Θέλεις δὲ γνῶναι, ὦ ἄνθρωπε κενέ, ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστιν;
20θελεισ δε γνωναι ω ανθρωπε κενε οτι η πιστισ χωρισ των εργων νεκρα εστιν
21Ἀβραὰμ ὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη, ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον;
21αβρααμ ο πατηρ ημων ουκ εξ εργων εδικαιωθη ανενεγκασ ισαακ τον υιον αυτου επι το θυσιαστηριον
22Βλέπεις ὅτι ἡ πίστις συνήργει τοῖς ἔργοις αὐτοῦ, καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐτελειώθη;
22βλεπεισ οτι η πιστισ συνηργει τοισ εργοισ αυτου και εκ των εργων η πιστισ ετελειωθη
23Καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα, Ἐπίστευσε δὲ Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ φίλος Θεοῦ ἐκλήθη.
23και επληρωθη η γραφη η λεγουσα επιστευσεν δε αβρααμ τω θεω και ελογισθη αυτω εισ δικαιοσυνην και φιλοσ θεου εκληθη
24Ὁρᾶτε τοίνυν ὅτι ἐξ ἔργων δικαιοῦται ἄνθρωπος, καὶ οὐκ ἐκ πίστεως μόνον;
24ορατε 3708 V-PAI-2P τοινυν οτι εξ εργων δικαιουται ανθρωποσ και ουκ εκ πιστεωσ μονον
25Ὁμοίως δὲ καὶ Ῥαὰβ ἡ πόρνη οὐκ ἐξ ἔργων ἐδικαιώθη, ὑποδεξαμένη τοὺς ἀγγέλους, καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα;
25ομοιωσ δε και ρααβ η πορνη ουκ εξ εργων εδικαιωθη υποδεξαμενη τουσ αγγελουσ και ετερα οδω εκβαλουσα
26Ὥσπερ γὰρ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστιν, οὕτω καὶ ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστι.
26ωσπερ γαρ το σωμα χωρισ πνευματοσ νεκρον εστιν ουτωσ και η πιστισ χωρισ των εργων νεκρα εστιν

Tip: use the ← and → keys to turn chapters.