ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Β
Chapter 2

ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Β

Greek New Testament: Tex…
vs Greek New Testamen…
Aa
Text size
Line width
Verse numbers

ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Β 2

Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, ὑπὲρ τῆς παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπ᾿ αὐτόν,
1ερωτωμεν δε υμασ αδελφοι υπερ τησ παρουσιασ του κυριου ημων ιησου χριστου και ημων επισυναγωγησ επ αυτον
2εἰς τὸ μὴ ταχέως σαλευθῆναι ὑμᾶς ἀπὸ τοῦ νοός, μήτε θροεῖσθαι, μήτε διὰ πνεύματος, μήτε διὰ λόγου, μήτε δι᾿ ἐπιστολῆς ὡς δι᾿ ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα τοῦ Χριστοῦ·
2εισ το μη ταχεωσ σαλευθηναι υμασ απο του νοοσ μητε θροεισθαι μητε δια πνευματοσ μητε δια λογου μητε δι επιστολησ ωσ δι ημων ωσ οτι ενεστηκεν η ημερα του χριστου
3μή τις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον· ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον, καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἁμαρτίας, ὁ υἱὸς τῆς ἀπωλείας,
3μη τισ υμασ εξαπατηση κατα μηδενα τροπον οτι εαν μη ελθη η αποστασια πρωτον και αποκαλυφθη ο ανθρωποσ τησ αμαρτιασ ο υιοσ τησ απωλειασ
4ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ Θεοῦ ὡς Θεὸν καθίσαι, ἀποδεικνύντα ἑαυτὸν ὅτι ἐστὶ Θεός.
4ο αντικειμενοσ και υπεραιρομενοσ επι παντα λεγομενον θεον η σεβασμα ωστε αυτον εισ τον ναον του θεου ωσ θεον καθισαι αποδεικνυντα εαυτον οτι εστιν θεοσ
5Οὐ μνημονεύετε ὅτι ἔτι ὢν πρὸς ὑμᾶς, ταῦτα ἔλεγον ὑμῖν;
5ου μνημονευετε οτι ετι ων προσ υμασ ταυτα ελεγον υμιν
6Καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ ἑαυτοῦ καιρῷ.
6και νυν το κατεχον οιδατε εισ το αποκαλυφθηναι αυτον εν τω εαυτου καιρω
7Τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας· μόνον ὁ κατέχων ἄρτι, ἕως ἐκ μέσου γένηται,
7το γαρ μυστηριον ηδη ενεργειται τησ ανομιασ μονον ο κατεχων αρτι εωσ εκ μεσου γενηται
8καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος, ὃν ὁ Κύριος ἀναλώσει τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ·
8και τοτε αποκαλυφθησεται ο ανομοσ ον ο κυριοσ αναλωσει τω πνευματι του στοματοσ αυτου και καταργησει τη επιφανεια τησ παρουσιασ αυτου
9οὗ ἐστὶν ἡ παρουσία κατ᾿ ἐνέργειαν τοῦ Σατανᾶ ἐν πάσῃ δυνάμει καὶ σημείοις καὶ τέρασι ψεύδους,
9ου εστιν η παρουσια κατ ενεργειαν του σατανα εν παση δυναμει και σημειοισ και τερασιν ψευδουσ
10καὶ ἐν πάσῃ ἀπάτῃ τῆς ἀδικίας ἐν τοῖς ἀπολλυμένοις, ἀνθ᾿ ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτούς.
10και εν παση απατη τησ αδικιασ εν τοισ απολλυμενοισ ανθ ων την αγαπην τησ αληθειασ ουκ εδεξαντο εισ το σωθηναι αυτουσ
11Καὶ διὰ τοῦτο πέμψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης, εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει·
11και δια τουτο πεμψει αυτοισ ο θεοσ ενεργειαν πλανησ εισ το πιστευσαι αυτουσ τω ψευδει
12ἵνα κριθῶσι πάντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, ἀλλ᾿ εὐδοκήσαντες ἐν τῇ ἀδικίᾳ.
12ινα κριθωσιν παντεσ οι μη πιστευσαντεσ τη αληθεια αλλ ευδοκησαντεσ εν τη αδικια
13Ἡμεῖς δὲ ὀφείλομεν εὐχαριστεῖν τῷ Θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ Κυρίου, ὅτι εἵλετο ὑμᾶς ὁ Θεὸς ἀπ᾿ ἀρχῆς εἰς σωτηρίαν ἐν ἁγιασμῷ πνεύματος, καὶ πίστει ἀληθείας·
13ημεισ δε οφειλομεν ευχαριστειν τω θεω παντοτε περι υμων αδελφοι ηγαπημενοι υπο κυριου οτι ειλετο υμασ ο θεοσ απ αρχησ εισ σωτηριαν εν αγιασμω πνευματοσ και πιστει αληθειασ
14εἰς ὃ ἐκάλεσεν ὑμᾶς διὰ τοῦ εὐαγγελίου ἡμῶν, εἰς περιποίησιν δόξης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
14εισ ο εκαλεσεν υμασ δια του ευαγγελιου ημων εισ περιποιησιν δοξησ του κυριου ημων ιησου χριστου
15Ἄρα οὖν, ἀδελφοί, στήκετε, καὶ κρατεῖτε τὰς παραδόσεις ἃς ἐδιδάχθητε, εἴτε διὰ λόγου, εἴτε δι᾿ ἐπιστολῆς ἡμῶν.
15αρα ουν αδελφοι στηκετε και κρατειτε τασ παραδοσεισ ασ εδιδαχθητε ειτε δια λογου ειτε δι επιστολησ ημων
16Αὐτὸς δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, καὶ ὁ Θεὸς καὶ πατὴρ ἡμῶν ὁ ἀγαπήσας ἡμᾶς, καὶ δοὺς παράκλησιν αἰωνίαν καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι,
16αυτοσ δε ο κυριοσ ημων ιησουσ χριστοσ και ο θεοσ και πατηρ ημων ο αγαπησασ ημασ και δουσ παρακλησιν αιωνιαν και ελπιδα αγαθην εν χαριτι
17παρακαλέσαι ὑμῶν τὰς καρδίας, καὶ στηρίξαι ὑμᾶς ἐν παντὶ λόγῳ καὶ ἔργῳ ἀγαθῷ.
17παρακαλεσαι υμων τασ καρδιασ και στηριξαι υμασ εν παντι λογω και εργω αγαθω

Tip: use the ← and → keys to turn chapters.