ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 10
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1αυτοσ δε εγω παυλοσ παρακαλω υμασ δια τησ πραοτητοσ και επιεικειασ του χριστου οσ κατα προσωπον μεν ταπεινοσ εν υμιν απων δε θαρρω εισ υμασ
1Αὐτὸς δὲ ἐγὼ Παῦλος παρακαλῶ ὑμᾶς διὰ τῆς πρᾳότητος καὶ ἐπιεικείας τοῦ Χριστοῦ, ὃς κατὰ πρόσωπον μὲν ταπεινὸς ἐν ὑμῖν, ἀπὼν δὲ θαρρῶ εἰς ὑμᾶς·
2δεομαι δε το μη παρων θαρρησαι τη πεποιθησει η λογιζομαι τολμησαι επι τινασ τουσ λογιζομενουσ ημασ ωσ κατα σαρκα περιπατουντασ
2δέομαι δέ, τὸ μὴ παρὼν θαρρῆσαι τῇ πεποιθήσει ᾗ λογίζομαι τολμῆσαι ἐπί τινας τοὺς λογιζομένους ἡμᾶς ὡς κατὰ σάρκα περιπατοῦντας.
3εν σαρκι γαρ περιπατουντεσ ου κατα σαρκα στρατευομεθα
3Ἐν σαρκὶ γὰρ περιπατοῦντες, οὐ κατὰ σάρκα στρατευόμεθα —
4τα γαρ οπλα τησ στρατειασ ημων ου σαρκικα αλλα δυνατα τω θεω προσ καθαιρεσιν οχυρωματων
4τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικά, ἀλλὰ δυνατὰ τῷ Θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων —
5λογισμουσ καθαιρουντεσ και παν υψωμα επαιρομενον κατα τησ γνωσεωσ του θεου και αιχμαλωτιζοντεσ παν νοημα εισ την υπακοην του χριστου
5λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ,
6και εν ετοιμω εχοντεσ εκδικησαι πασαν παρακοην οταν πληρωθη υμων η υπακοη
6καὶ ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοήν, ὅταν πληρωθῇ ὑμῶν ἡ ὑπακοή.
7τα κατα προσωπον βλεπετε ει τισ πεποιθεν εαυτω χριστου ειναι τουτο λογιζεσθω παλιν αφ εαυτου οτι καθωσ αυτοσ χριστου ουτωσ και ημεισ χριστου
7Τὰ κατὰ πρόσωπον βλέπετε; Εἴ τις πέποιθεν ἑαυτῷ Χριστοῦ εἶναι, τοῦτο λογιζέσθω πάλιν ἀφ᾿ ἑαυτοῦ, ὅτι καθὼς αὐτὸς Χριστοῦ, οὕτω καὶ ἡμεῖς Χριστοῦ.
8εαν τε γαρ και περισσοτερον τι καυχησωμαι περι τησ εξουσιασ ημων ησ εδωκεν ο κυριοσ ημιν εισ οικοδομην και ουκ εισ καθαιρεσιν υμων ουκ αισχυνθησομαι
8Ἐάν τε γὰρ καὶ περισσότερόν τι καυχήσωμαι περὶ τῆς ἐξουσίας ἡμῶν — ἧς ἔδωκεν ὁ Κύριος ἡμῖν εἰς οἰκοδομήν, καὶ οὐκ εἰς καθαίρεσιν ὑμῶν — οὐκ αἰσχυνθήσομαι·
9ινα μη δοξω ωσ αν εκφοβειν υμασ δια των επιστολων
9ἵνα μὴ δόξω ὡς ἂν ἐκφοβεῖν ὑμᾶς διὰ τῶν ἐπιστολῶν.
10οτι αι μεν επιστολαι φησιν βαρειαι και ισχυραι η δε παρουσια του σωματοσ ασθενησ και ο λογοσ εξουθενημενοσ
10Ὅτι, Αἱ μὲν ἐπιστολαί, φησί, βαρεῖαι καὶ ἰσχυραί· ἡ δὲ παρουσία τοῦ σώματος ἀσθενής, καὶ ὁ λόγος ἐξουθενημένος.
11τουτο λογιζεσθω ο τοιουτοσ οτι οιοι εσμεν τω λογω δι επιστολων αποντεσ τοιουτοι και παροντεσ τω εργω
11Τοῦτο λογιζέσθω ὁ τοιοῦτος, ὅτι οἷοί ἐσμεν τῷ λόγῳ δι᾿ ἐπιστολῶν ἀπόντες, τοιοῦτοι καὶ παρόντες τῷ ἔργῳ.
12ου γαρ τολμωμεν εγκριναι η συγκριναι εαυτουσ τισιν των εαυτουσ συνιστανοντων αλλα αυτοι εν εαυτοισ εαυτουσ μετρουντεσ και συγκρινοντεσ εαυτουσ εαυτοισ ου συνιουσιν
12Οὐ γὰρ τολμῶμεν ἐγκρῖναι ἢ συγκρῖναι ἑαυτούς τισι τῶν ἑαυτοὺς συνιστανόντων· ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς ἑαυτοὺς μετροῦντες, καὶ συγκρίνοντες ἑαυτοὺς ἑαυτοῖς, οὐ συνιοῦσιν.
13ημεισ δε ουχι εισ τα αμετρα καυχησομεθα αλλα κατα το μετρον του κανονοσ ου εμερισεν ημιν ο θεοσ μετρου εφικεσθαι αχρι και υμων
13Ἡμεῖς δὲ οὐχὶ εἰς τὰ ἄμετρα καυχησόμεθα, ἀλλὰ κατὰ τὸ μέτρον τοῦ κανόνος οὗ ἐμέρισεν ἡμῖν ὁ Θεός, μέτρου, ἐφικέσθαι ἄχρι καὶ ὑμῶν.
14ου γαρ ωσ μη εφικνουμενοι εισ υμασ υπερεκτεινομεν εαυτουσ αχρι γαρ και υμων εφθασαμεν εν τω ευαγγελιω του χριστου
14Οὐ γὰρ ὡς μὴ ἐφικνούμενοι εἰς ὑμᾶς ὑπερεκτείνομεν ἑαυτούς· ἄχρι γὰρ καὶ ὑμῶν ἐφθάσαμεν ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ·
15ουκ εισ τα αμετρα καυχωμενοι εν αλλοτριοισ κοποισ ελπιδα δε εχοντεσ αυξανομενησ τησ πιστεωσ υμων εν υμιν μεγαλυνθηναι κατα τον κανονα ημων εισ περισσειαν
15οὐκ εἰς τὰ ἄμετρα καυχώμενοι, ἐν ἀλλοτρίοις κόποις, ἐλπίδα δὲ ἔχοντες, αὐξανομένης τῆς πίστεως ὑμῶν, ἐν ὑμῖν μεγαλυνθῆναι κατὰ τὸν κανόνα ἡμῶν εἰς περισσείαν,
16εισ τα υπερεκεινα υμων ευαγγελισασθαι ουκ εν αλλοτριω κανονι εισ τα ετοιμα καυχησασθαι
16εἰς τὰ ὑπερέκεινα ὑμῶν εὐαγγελίσασθαι, οὐκ ἐν ἀλλοτρίῳ κανόνι εἰς τὰ ἕτοιμα καυχήσασθαι.
17ο δε καυχωμενοσ εν κυριω καυχασθω
17Ὁ δὲ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω.
18ου γαρ ο εαυτον συνιστων εκεινοσ εστιν δοκιμοσ αλλ ον ο κυριοσ συνιστησιν
18Οὐ γὰρ ὁ ἑαυτὸν συνιστῶν, ἐκεῖνός ἐστι δόκιμος, ἀλλ᾿ ὃν ὁ Κύριος συνίστησιν.
Tip: use the ← and → keys to turn chapters.