ΑΡΙΘΜΟΙ
Chapter 2
Septuagint (Greek Old Te…
vs Chinese Union Vers…
Aa
Text size
Line width
Verse numbers

ΑΡΙΘΜΟΙ 2

Septuagint (Greek Old Testament), second edition
Chinese Union Version, punctuated (Simplified)
1ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν λέγων·
1耶和华晓谕 摩西 、 亚伦 说:
2ἄνθρωπος ἐχόμενος αὐτοῦ κατὰ τάγμα, κατὰ σημαίας, κατ' οἴκους πατριῶν αὐτῶν, παρεμβαλλέτωσαν οἱ υἱοὶ Ἰσραήλ· ἐναντίοι κύκλῳ τῆς σκηνῆς τοῦ μαρτυρίου παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραήλ.
2「 以色列 人要各归自己的纛下,在本族的旗号那里,对着会幕的四围安营。
3καὶ οἱ παρεμβάλλοντες πρῶτοι κατὰ ἀνατολάς, τάγμα παρεμβολῆς Ἰούδα σὺν δυνάμει αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Ἰούδα, Ναασσὼν υἱὸς Ἀμιναδάβ·
3在东边,向日出之地,照着军队安营的是 犹大 营的纛。有 亚米拿达 的儿子 拿顺 作 犹大 人的首领。
4δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι τέσσαρες καὶ ἑβδομήκοντα χιλιάδες καὶ ἑξακόσιοι.
4他军队被数的,共有七万四千六百名。
5καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Ἰσσάχαρ, καὶ ὁ ἄρχων τῶν υἱῶν Ἰσσάχαρ, Ναθαναὴλ υἱὸς Σωγάρ·
5挨着他安营的是 以萨迦 支派。有 苏押 的儿子 拿坦业 作 以萨迦 人的首领。
6δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, τέσσαρες καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι.
6他军队被数的,共有五万四千四百名。
7καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Ζαβουλών, καὶ ὁ ἄρχων τῶν υἱῶν Ζαβουλών, Ἑλιὰβ υἱὸς Χαιλών·
7又有 西布伦 支派。 希伦 的儿子 以利押 作 西布伦 人的首领。
8δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, ἑπτὰ καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι.
8他军队被数的,共有五万七千四百名。
9πάντες οἱ ἐπεσκεμμένοι ἐκ τῆς παρεμβολῆς Ἰούδα ἑκατὸν ὀγδοήκοντα χιλιάδες καὶ ἑξακισχίλιοι καὶ τετρακόσιοι, σὺν δυνάμει αὐτῶν πρῶτοι ἐξαιροῦσι.
9凡属 犹大 营、按着军队被数的,共有十八万六千四百名,要作第一队往前行。
10τάγμα παρεμβολῆς Ρουβὴν πρὸς λίβα δύναμις αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Ρουβήν, Ἑλισοὺρ υἱὸς Σεδιούρ·
10「在南边,按着军队是 吕便 营的纛。有 示丢珥 的儿子 以利蓿 作 吕便 人的首领。
11δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, ἓξ καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι.
11他军队被数的,共有四万六千五百名。
12καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ φυλῆς Συμεών, καὶ ὁ ἄρχων τῶν υἱῶν Συμεών, Σαλαμιὴλ υἱὸς Σουρισαδαί·
12挨着他安营的是 西缅 支派。 苏利沙代 的儿子 示路蔑 作 西缅 人的首领。
13δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, ἐννέα καὶ πεντήκοντα χιλιάδες καὶ τριακόσιοι.
13他军队被数的,共有五万九千三百名。
14καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ φυλῆς Γάδ, καὶ ὁ ἄρχων τῶν υἱῶν Γάδ, Ἑλισὰφ υἱὸς Ραγουήλ·
14又有 迦得 支派。 丢珥 的儿子 以利雅萨 作 迦得 人的首领。
15δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, πέντε καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑξακόσιοι καὶ πεντήκοντα.
15他军队被数的,共有四万五千六百五十名,
16πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς Ρουβήν, ἑκατὸν πεντήκοντα μία χιλιάδες καὶ τετρακόσιοι καὶ πεντήκοντα, σὺν δυνάμει αὐτῶν δεύτεροι ἐξαροῦσι.
16凡属 吕便 营、按着军队被数的,共有十五万一千四百五十名,要作第二队往前行。
17καὶ ἀρθήσεται ἡ σκηνὴ τοῦ μαρτυρίου καὶ ἡ παρεμβολὴ τῶν Λευιτῶν μέσον τῶν παρεμβολῶν· ὡς καὶ παρεμβαλοῦσιν, οὕτω καὶ ἐξαροῦσιν ἕκαστος ἐχόμενος καθ' ἡγεμονίας.
17「随后,会幕要往前行,有 利未 营在诸营中间。他们怎样安营就怎样往前行,各按本位,各归本纛。
18Τάγμα παρεμβολῆς Ἐφραὶμ παρὰ θάλασσαν σὺν δυνάμει αὐτῶν καὶ ὁ ἄρχων τῶν υἱῶν Ἐφραίμ, Ἐλισαμὰ υἱὸς Ἐμιούδ·
18「在西边,按着军队是 以法莲 营的纛。 亚米忽 的儿子 以利沙玛 作 以法莲 人的首领。
19δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι.
19他军队被数的,共有四万零五百名。
20καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Μανασσῆ, καὶ ὁ ἄρχων τῶν υἱῶν Μανασσῆ, Γαμαλιὴλ υἱὸς Φαδασσούρ·
20挨着他的是 玛拿西 支派。 比大蓿 的儿子 迦玛列 作 玛拿西 人的首领。
21δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, δύο καὶ τριάκοντα χιλιάδες καὶ διακόσιοι.
21他军队被数的,共有三万二千二百名。
22καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Βενιαμίν, καὶ ὁ ἄρχων τῶν υἱῶν Βενιαμίν, Ἀβιδὰν υἱὸς Γαδεωνί·
22又有 便雅悯 支派。 基多尼 的儿子 亚比但 作 便雅悯 人的首领。
23δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, πέντε καὶ τριάκοντα χιλιάδες καὶ τετρακόσιοι.
23他军队被数的,共有三万五千四百名。
24πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς Ἐφραίμ, ἑκατὸν χιλιάδες καὶ ὀκτακισχίλιοι καὶ ἑκατόν, σὺν δυνάμει αὐτῶν τρίτοι ἐξαροῦσι.
24凡属 以法莲 营、按着军队被数的,共有十万零八千一百名,要作第三队往前行。
25Τάγμα παρεμβολῆς Δὰν πρὸς βορρᾶν σὺν δυνάμει αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Δάν, Ἀχιέζερ υἱὸς Ἀμισαδαί·
25「在北边,按着军队是 但 营的纛。 亚米沙代 的儿子 亚希以谢 作 但 人的首领。
26δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, δύο καὶ ἑξήκοντα χιλιάδες καὶ ἑπτακόσιοι.
26他军队被数的,共有六万二千七百名。
27καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ φυλὴ Ἀσήρ, καὶ ὁ ἄρχων τῶν υἱῶν Ἀσήρ, Φαγεὴλ υἱὸς Ἐχράν·
27挨着他安营的是 亚设 支派。 俄兰 的儿子 帕结 作 亚设 人的首领。
28δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, μία καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι.
28他军队被数的,共有四万一千五百名。
29καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Νεφθαλί, καὶ ὁ ἄρχων τῶν υἱῶν Νεφθαλί, Ἀχιρὲ υἱὸς Αἰνάν·
29又有 拿弗他利 支派。 以南 的儿子 亚希拉 作 拿弗他利 人的首领。
30δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, τρεῖς καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι.
30他军队被数的,共有五万三千四百名。
31πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς Δὰν ἑκατὸν καὶ πεντηκονταεπτὰ χιλιάδες καὶ ἑξακόσιοι· ἔσχατοι ἐξαροῦσι κατὰ τάγμα αὐτῶν.
31凡 但 营被数的,共有十五万七千六百名,要归本纛作末队往前行。」
32αὕτη ἡ ἐπίσκεψις τῶν υἱῶν Ἰσραὴλ κατ' οἴκους πατριῶν αὐτῶν· πᾶσα ἡ ἐπίσκεψις τῶν παρεμβολῶν σὺν ταῖς δυνάμεσιν αὐτῶν, ἑξακόσιαι χιλιάδες καὶ τρισχίλιοι πεντακόσιοι πεντήκοντα.
32这些 以色列 人,照他们的宗族,按他们的军队,在诸营中被数的,共有六十万零三千五百五十名。
33οἱ δὲ Λευῖται οὐ συνεπεσκέπησαν ἐν αὐτοῖς, καθὰ ἐνετείλατο Κύριος τῷ Μωυσῇ.
33惟独 利未 人没有数在 以色列 人中,是照耶和华所吩咐 摩西 的。
34καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ πάντα, ὅσα συνέταξε Κύριος τῷ Μωυσῇ· οὕτω παρενέβαλον κατὰ τάγμα αὐτῶν καὶ οὕτως ἐξῇρον, ἕκαστος ἐχόμενοι κατὰ δήμους αὐτῶν, κατ' οἴκους πατριῶν αὐτῶν.
34以色列 人就这样行,各人照他们的家室、宗族归于本纛,安营起行,都是照耶和华所吩咐 摩西 的。

Tip: use the ← and → keys to turn chapters.