ΑΡΙΘΜΟΙ 25
Septuagint (Greek Old Testament), second editionOriginal language
Septuagint (Greek Old Testament), second edition
Chinese Union Version, punctuated (Simplified)
1ΚΑΙ κατέλυσεν Ἰσραὴλ ἐν Σαττείν· καὶ ἐβεβηλώθη ὁ λαὸς ἐκπορνεῦσαι εἰς τὰς θυγατέρας Μωάβ.
1以色列 人住在 什亭 ,百姓与 摩押 女子行起淫乱。
2καὶ ἐκάλεσαν αὐτοὺς εἰς τὰς θυσίας τῶν εἰδώλων αὐτῶν, καὶ ἔφαγεν ὁ λαὸς τῶν θυσιῶν αὐτῶν καὶ προσεκύνησαν τοῖς εἰδώλοις αὐτῶν.
2因为这女子叫百姓来,一同给她们的神献祭,百姓就吃 她们的祭物 ,跪拜她们的神。
3καὶ ἐτελέσθη Ἰσραὴλ τῷ Βεελφεγώρ· καὶ ὠργίσθη θυμῷ Κύριος τῷ Ἰσραήλ.
3以色列 人与 巴力·毗珥 连合,耶和华的怒气就向 以色列 人发作。
4καὶ εἶπε Κύριος τῷ Μωυσῇ· λαβὲ πάντας τοὺς ἀρχηγοὺς τοῦ λαοῦ καὶ παραδειγμάτισον αὐτοὺς Κυρίῳ κατέναντι τοῦ ἡλίου, καὶ ἀποστραφήσεται ὀργὴ θυμοῦ Κυρίου ἀπὸ Ἰσραήλ.
4耶和华吩咐 摩西 说:「将百姓中所有的族长在我面前对着日头悬挂,使我向 以色列 人所发的怒气可以消了。」
5καὶ εἶπε Μωυσῆς ταῖς φυλαῖς Ἰσραήλ· ἀποκτείνατε ἕκαστος τὸν οἰκεῖον αὐτοῦ τὸν τετελεσμένον τῷ Βεελφεγώρ.
5于是 摩西 吩咐 以色列 的审判官说:「凡属你们的人,有与 巴力·毗珥 连合的,你们各人要把他们杀了。」
6Καὶ ἰδοὺ ἄνθρωπος τῶν υἱῶν Ἰσραὴλ ἐλθὼν προσήγαγε τὸν ἀδελφὸν αὐτοῦ πρὸς τὴν Μαδιανῖτιν ἐναντίον Μωυσῆ καὶ ἐναντίον πάσης συναγωγῆς υἱῶν Ἰσραήλ, αὐτοὶ δὲ ἔκλαιον παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου.
6摩西 和 以色列 全会众正在会幕门前哭泣的时候,谁知,有 以色列 中的一个人,当他们眼前,带着一个 米甸 女人到他弟兄那里去。
7καὶ ἰδὼν Φινεὲς υἱὸς Ἐλεάζαρ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως ἐξανέστη ἐκ μέσου τῆς συναγωγῆς καὶ λαβὼν σειρομάστην ἐν τῇ χειρὶ
7祭司 亚伦 的孙子, 以利亚撒 的儿子 非尼哈 看见了,就从会中起来,手里拿着枪,
8εἰσῆλθεν ὀπίσω τοῦ ἀνθρώπου τοῦ Ἰσραηλίτου εἰς τὴν κάμινον καὶ ἀπεκέντησεν ἀμφοτέρους, τόν τε ἄνθρωπον τὸν Ἰσραηλίτην καὶ τὴν γυναῖκα διὰ τῆς μήτρας αὐτῆς· καὶ ἐπαύσατο ἡ πληγὴ ἀπὸ υἱῶν Ἰσραήλ.
8跟随那 以色列 人进亭子里去,便将 以色列 人和那女人由腹中刺透。这样,在 以色列 人中瘟疫就止息了。
9καὶ ἐγένοντο οἱ τεθνηκότες ἐν τῇ πληγῇ τέσσαρες καὶ εἴκοσι χιλιάδες.
9那时遭瘟疫死的,有二万四千人。
10Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
10耶和华晓谕 摩西 说:
11Φινεὲς υἱὸς Ἐλεάζαρ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως κατέπαυσε τὸν θυμόν μου ἀπὸ υἱῶν Ἰσραὴλ ἐν τῷ ζηλῶσαί μου τὸν ζῆλον ἐν αὐτοῖς, καὶ οὐκ ἐξανήλωσα τοὺς υἱοὺς Ἰσραὴλ ἐν τῷ ζήλῳ μου.
11「祭司 亚伦 的孙子, 以利亚撒 的儿子 非尼哈 ,使我向 以色列 人所发的怒消了;因他在他们中间,以我的忌邪为心,使我不在忌邪中把他们除灭。
12οὕτως εἶπον· ἰδοὺ ἐγὼ δίδωμι αὐτῷ διαθήκην εἰρήνης,
12因此,你要说:『我将我平安的约赐给他。
13καὶ ἔσται αὐτῷ καὶ τῷ σπέρματι αὐτοῦ μετ' αὐτὸν διαθήκη ἱερατείας αἰωνία, ἀνθ' ὧν ἐζήλωσε τῷ Θεῷ αὐτοῦ καὶ ἐξιλάσατο περὶ τῶν υἱῶν Ἰσραήλ.
13这约要给他和他的后裔,作为永远当祭司职任的约;因他为 神有忌邪的心,为 以色列 人赎罪。』」
14τὸ δὲ ὄνομα τοῦ ἀνθρώπου τοῦ Ἰσραηλίτου τοῦ πεπληγότος, ὃς ἐπλήγη μετὰ τῆς Μαδιανίτιδος, Ζαμβρὶ υἱὸς Σαλώ, ἄρχων οἴκου πατριᾶς τῶν Συμεών·
14那与 米甸 女人一同被杀的 以色列 人,名叫 心利 ,是 撒路 的儿子,是 西缅 一个宗族的首领。
15καὶ ὄνομα τῇ γυναικὶ τῇ Μαδιανίτιδι τῇ πεπληγυίᾳ Χασβί, θυγάτηρ Σοὺρ ἄρχοντος ἔθνους Ὀμμώθ, οἴκου πατριᾶς ἐστι τῶν Μαδιάμ.
15那被杀的 米甸 女人,名叫 哥斯比 ,是 苏珥 的女儿;这 苏珥 是 米甸 一个宗族的首领。
16Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· λάλησον τοῖς υἱοῖς Ἰσραὴλ λέγων·
16耶和华晓谕 摩西 说:
17ἐχθραίνετε τοῖς Μαδιηναίοις καὶ πατάξατε αὐτούς,
17「你要扰害 米甸 人,击杀他们;
18ὅτι ἐχθραίνουσιν αὐτοὶ ὑμῖν ἐν δολιότητι, ὅσα δολιοῦσιν ὑμᾶς διὰ Φογὼρ καὶ διὰ Χασβὶ θυγατέρα ἄρχοντος Μαδιὰμ ἀδελφὴν αὐτῶν τὴν πεπληγυῖαν ἐν τῇ ἡμέρᾳ τῆς πληγῆς διὰ Φογώρ.
18因为他们用诡计扰害你们,在 毗珥 的事上和他们的姊妹、 米甸 首领的女儿 哥斯比 的事上,用这诡计诱惑了你们;这 哥斯比 ,当瘟疫流行的日子,因 毗珥 的事被杀了。」
Tip: use the ← and → keys to turn chapters.