ΑΡΙΘΜΟΙ 3
Septuagint (Greek Old Testament), second editionOriginal language
Septuagint (Greek Old Testament), second edition
Chinese Union Version, punctuated (Simplified)
1ΚΑΙ αὗται αἱ γενέσεις Ἀαρὼν καὶ Μωυσῆ, ἐν ᾗ ἡμέρᾳ ἐλάλησε Κύριος τῷ Μωυσῇ ἐν ὄρει Σινά.
1耶和华在 西奈山 晓谕 摩西 的日子, 亚伦 和 摩西 的后代如下:
2καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ἀαρών· πρωτότοκος Ναδάβ, καὶ Ἀβιούδ, Ἐλεάζαρ, καὶ Ἰθάμαρ.
2亚伦 的儿子,长子名叫 拿答 ,还有 亚比户 、 以利亚撒 、 以他玛 。
3ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ἀαρών, οἱ ἱερεῖς οἱ ἠλειμμένοι, οὓς ἐτελείωσαν τὰς χεῖρας αὐτῶν ἱερατεύειν.
3这是 亚伦 儿子的名字,都是受膏的祭司,是 摩西 叫他们承接圣职供祭司职分的。
4καὶ ἐτελεύτησε Ναδὰβ καὶ Ἀβιοὺδ ἔναντι Κυρίου, προσφερόντων αὐτῶν πῦρ ἀλλότριον ἔναντι Κυρίου ἐν τῇ ἐρήμῳ Σινά, καὶ παιδία οὐκ ἦν αὐτοῖς· καὶ ἱεράτευσεν Ἐλεάζαρ καὶ Ἰθάμαρ μετὰ Ἀαρὼν τοῦ πατρὸς αὐτῶν.
4拿答 、 亚比户 在 西奈 的旷野向耶和华献凡火的时候就死在耶和华面前了。他们也没有儿子。 以利亚撒 、 以他玛 在他们的父亲 亚伦 面前供祭司的职分。
5καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
5耶和华晓谕 摩西 说:
6λάβε τὴν φυλὴν Λευὶ καὶ στήσεις αὐτοὺς ἐναντίον Ἀαρὼν τοῦ ἱερέως καὶ λειτουργήσουσιν αὐτῷ,
6「你使 利未 支派近前来,站在祭司 亚伦 面前好服事他,
7καὶ φυλάξουσι τὰς φυλακὰς αὐτοῦ καὶ τὰς φυλακὰς τῶν υἱῶν Ἰσραὴλ ἔναντι τῆς σκηνῆς τοῦ μαρτυρίου, ἐργάζεσθαι τὰ ἔργα τῆς σκηνῆς.
7替他和会众在会幕前守所吩咐的,办理帐幕的事。
8καὶ φυλάξουσι πάντα τὰ σκεύη τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ τὰς φυλακὰς τῶν υἱῶν Ἰσραὴλ κατὰ πάντα τὰ ἔργα τῆς σκηνῆς.
8又要看守会幕的器具,并守所吩咐 以色列 人的,办理帐幕的事。
9καὶ δώσεις τοὺς Λευίτας Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ τοῖς ἱερεῦσι· δεδομένοι δόμα οὗτοί μοί εἰσιν ἀπὸ τῶν υἱῶν Ἰσραήλ.
9你要将 利未 人给 亚伦 和他的儿子,因为他们是从 以色列 人中选出来给他的。
10καὶ Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ καταστήσεις ἐπὶ τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ φυλάξουσι τὴν ἱερατείαν αὐτῶν καὶ πάντα τὰ κατὰ τὸν βωμὸν καὶ ἔσω τοῦ καταπετάσματος· καὶ ὁ ἀλλογενὴς ὁ ἁπτόμενος ἀποθανεῖται.
10你要嘱咐 亚伦 和他的儿子谨守自己祭司的职任。近前来的外人必被治死。」
11καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
11耶和华晓谕 摩西 说:
12καὶ ἰδοὺ ἐγὼ εἴληφα τοὺς Λευίτας ἐκ μέσου τῶν υἱῶν Ἰσραὴλ ἀντὶ παντὸς πρωτοτόκου διανοίγοντος μήτραν παρὰ τῶν υἱῶν Ἰσραήλ· λύτρα αὐτῶν ἔσονται καὶ ἔσονται ἐμοὶ οἱ Λευῖται·
12「我从 以色列 人中拣选了 利未 人,代替 以色列 人一切头生的; 利未 人要归我。
13ἐμοὶ γὰρ πᾶν πρωτότοκον· ἐν ᾗ ἡμέρᾳ ἐπάταξα πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτου, ἡγίασα ἐμοὶ πᾶν πρωτότοκον ἐν Ἰσραὴλ ἀπὸ ἀνθρώπου ἕως κτήνους· ἐμοὶ ἔσονται, ἐγὼ Κύριος.
13因为凡头生的是我的;我在 埃及 地击杀一切头生的那日就把 以色列 中一切头生的,连人带牲畜都分别为圣归我;他们定要属我。我是耶和华。」
14καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν ἐν τῇ ἐρήμῳ Σινὰ λέγων·
14耶和华在 西奈 的旷野晓谕 摩西 说:
15ἐπίσκεψαι τοὺς υἱοὺς Λευὶ κατ' οἴκους πατριῶν αὐτῶν, κατὰ δήμους αὐτῶν, κατὰ συγγενείας αὐτῶν· πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω ἐπισκέψασθε αὐτούς.
15「你要照 利未 人的宗族、家室数点他们。凡一个月以外的男子都要数点。」
16καὶ ἐπεσκέψαντο αὐτοὺς Μωυσῆς καὶ Ἀαρὼν διὰ φωνῆς Κυρίου, ὃν τρόπον συνέταξεν αὐτοῖς Κύριος.
16于是 摩西 照耶和华所吩咐的数点他们。
17καὶ ἦσαν οὗτοι οἱ υἱοὶ Λευὶ ἐξ ὀνομάτων αὐτῶν· Γεδσών, Καάθ, καὶ Μεραρί.
17利未 众子的名字是 革顺 、 哥辖 、 米拉利 。
18καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Γερσὼν κατὰ δήμους αὐτῶν· Λοβενὶ καὶ Σεμεΐ.
18革顺 的儿子,按着家室,是 立尼 、 示每 。
19καὶ υἱοὶ Καὰθ κατὰ δήμους αὐτῶν· Ἀμρὰμ καὶ Ἰσσαάρ, Χεβρὼν καὶ Ὀζιήλ.
19哥辖 的儿子,按着家室,是 暗兰 、 以斯哈 、 希伯伦 、 乌薛 。
20καὶ υἱοὶ Μεραρὶ κατὰ δήμους αὐτῶν· Μοολὶ καὶ Μουσί. οὗτοί εἰσι δῆμοι τῶν Λευιτῶν κατ' οἴκους πατριῶν αὐτῶν.
20米拉利 的儿子,按着家室,是 抹利 、 母示 。这些按着宗族是 利未 人的家室。
21τῷ Γερσὼν δῆμος τοῦ Λοβενὶ καὶ δῆμος τοῦ Σεμεΐ· οὗτοι οἱ δῆμοι τοῦ Γεδσών.
21属 革顺 的,有 立尼 族、 示每 族。这是 革顺 的二族。
22ἡ ἐπίσκεψις αὐτῶν κατὰ ἀριθμὸν παντὸς ἀρσενικοῦ ἀπὸ μηνιαίου καὶ ἐπάνω, ἡ ἐπίσκεψις αὐτῶν ἑπτακισχίλιοι καὶ πεντακόσιοι.
22其中被数、从一个月以外所有的男子共有七千五百名。
23καὶ οἱ υἱοὶ Γερσὼν ὀπίσω τῆς σκηνῆς παρεμβαλοῦσι παρὰ θάλασσαν,
23这 革顺 的二族要在帐幕后西边安营。
24καὶ ὁ ἄρχων οἴκου πατριᾶς τοῦ δήμου τοῦ Γεδσών, Ἑλισὰφ υἱὸς Δαήλ.
24拉伊勒 的儿子 以利雅萨 作 革顺 人宗族的首领。
25καὶ ἡ φυλακὴ υἱῶν Γεδσὼν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου· ἡ σκηνὴ καὶ τὸ κάλυμμα, καὶ τὸ κατακάλυμμα τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου
25革顺 的子孙在会幕中所要看守的,就是帐幕和罩棚,并罩棚的盖与会幕的门帘,
26καὶ τὰ ἱστία τῆς αὐλῆς καὶ τὸ καταπέτασμα τῆς πύλης τῆς αὐλῆς τῆς οὔσης ἐπὶ τῆς σκηνῆς καὶ τὰ κατάλοιπα πάντων τῶν ἔργων αὐτοῦ.
26院子的帷子和门帘(院子是围帐幕和坛的),并一切使用的绳子。
27τῷ Καὰθ δῆμος ὁ Ἀμρὰν εἷς, καὶ δῆμος ὁ Ἰσαὰρ εἷς, καὶ δῆμος ὁ Χεβρὼν εἷς, καὶ δῆμος ὁ Ὀζιὴλ εἷς· οὗτοί εἰσιν οἱ δῆμοι τοῦ Καάθ, κατὰ ἀριθμόν.
27属 哥辖 的,有 暗兰 族、 以斯哈 族、 希伯伦 族、 乌薛 族。这是 哥辖 的诸族。
28πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω, ὀκτακισχίλιοι καὶ ἐξακόσιοι φυλάσσοντες τὰς φυλακὰς τῶν ἁγίων.
28按所有男子的数目,从一个月以外看守圣所的,共有八千六百名。
29οἱ δῆμοι τῶν υἱῶν Καὰθ παρεμβαλοῦσιν ἐκ πλαγίων τῆς σκηνῆς κατὰ λίβα,
29哥辖 儿子的诸族要在帐幕的南边安营。
30καὶ ὁ ἄρχων οἴκου πατριῶν τῶν δήμων τοῦ Καὰθ Ἑλισαφάν, υἱὸς Ὀζιήλ.
30乌薛 的儿子 以利撒反 作 哥辖 宗族家室的首领。
31καὶ ἡ φυλακὴ αὐτῶν, ἡ κιβωτὸς καὶ ἡ τράπεζα καὶ ἡ λυχνία καὶ τὰ θυσιαστήρια καὶ τὰ σκεύη τοῦ ἁγίου, ὅσα λειτουργοῦσιν ἐν αὐτοῖς καὶ τὸ κατακάλυμμα καὶ πάντα τὰ ἔργα αὐτῶν.
31他们所要看守的是 约 柜、桌子、灯台、两座坛与圣所内使用的器皿,并帘子和一切使用之物。
32καὶ ὁ ἄρχων ἐπὶ τῶν ἀρχόντων τῶν Λευιτῶν, Ἐλεάζαρ ὁ υἱὸς Ἀαρὼν τοῦ ἱερέως, καθεσταμένος φυλάσσειν τὰς φυλακὰς τῶν ἁγίων.
32祭司 亚伦 的儿子 以利亚撒 作 利未 人众首领的领袖,要监察那些看守圣所的人。
33τῷ Μεραρὶ δῆμος ὁ Μοολὶ καὶ δῆμος ὁ Μουσί· οὗτοί εἰσι δῆμοι τοῦ Μεραρί.
33属 米拉利 的,有 抹利 族、 母示 族。这是 米拉利 的二族。
34ἡ ἐπίσκεψις αὐτῶν κατὰ ἀριθμόν, πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω, ἑξακισχίλιοι καὶ πεντήκοντα·
34他们被数的,按所有男子的数目,从一个月以外的,共有六千二百名。
35καὶ ὁ ἄρχων οἴκου πατριῶν τοῦ δήμου τοῦ Μεραρί, Σουριὴλ υἱὸς Ἀβιχαίλ· ἐκ πλαγίων τῆς σκηνῆς παρεμβαλοῦσι πρὸς βορρᾶν.
35亚比亥 的儿子 苏列 作 米拉利 二宗族的首领。他们要在帐幕的北边安营。
36ἡ ἐπίσκεψις τῆς φυλακῆς υἱῶν Μεραρί, τὰς κεφαλίδας τῆς σκηνῆς καὶ τοὺς μοχλοὺς αὐτῆς καὶ τοὺς στύλους αὐτῆς, καὶ τὰς βάσεις αὐτῆς καὶ πάντα τὰ σκεύη αὐτῶν καὶ τὰ ἔργα αὐτῶν
36米拉利 子孙的职分是看守帐幕的板、闩、柱子、带卯的座,和帐幕一切所使用的器具,
37καὶ τοὺς στύλους τῆς αὐλῆς κύκλῳ καὶ τὰς βάσεις αὐτῶν καὶ τοὺς πασσάλους καὶ τοὺς κάλους αὐτῶν.
37院子四围的柱子、带卯的座、橛子,和绳子。
38οἱ παρεμβάλλοντες κατὰ πρόσωπον τῆς σκηνῆς τοῦ μαρτυρίου ἀπὸ ἀνατολῆς, Μωυσῆς καὶ Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ φυλάσσοντες τὰς φυλακὰς τοῦ ἁγίου εἰς τὰς φυλακὰς τῶν υἱῶν Ἰσραήλ· καὶ ὁ ἀλλογενὴς ὁ ἁπτόμενος ἀποθανεῖται.
38在帐幕前东边,向日出之地安营的是 摩西 、 亚伦 ,和 亚伦 的儿子。他们看守圣所,替 以色列 人守 耶和华 所吩咐的。近前来的外人必被治死。
39πᾶσα ἡ ἐπίσκεψις τῶν Λευιτῶν, οὓς ἐπεσκέψατο Μωυσῆς καὶ Ἀαρὼν διὰ φωνῆς Κυρίου κατὰ δήμους αὐτῶν, πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω, δύο καὶ εἴκοσι χιλιάδες.
39凡被数的 利未 人,就是 摩西 、 亚伦 照耶和华吩咐所数的,按着家室,从一个月以外的男子,共有二万二千名。
40Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν λέγων· ἐπίσκεψαι πᾶν πρωτότοκον ἄρσεν τῶν υἱῶν Ἰσραὴλ ἀπὸ μηνιαίου καὶ ἐπάνω καὶ λάβε τὸν ἀριθμὸν ἐξ ὀνόματος·
40耶和华对 摩西 说:「你要从 以色列 人中数点一个月以外、凡头生的男子,把他们的名字记下。
41καὶ λήψῃ τοὺς Λευίτας ἐμοί, ἐγὼ Κύριος, ἀντὶ πάντων τῶν πρωτοτόκων τῶν υἱῶν Ἰσραὴλ καὶ τὰ κτήνη τῶν Λευιτῶν ἀντὶ πάντων τῶν πρωτοτόκων ἐν τοῖς κτήνεσι τῶν υἱῶν Ἰσραήλ.
41我是耶和华。你要拣选 利未 人归我,代替 以色列 人所有头生的,也取 利未 人的牲畜代替 以色列 所有头生的牲畜。」
42καὶ ἐπεσκέψατο Μωυσῆς, ὃν τρόπον ἐνετείλατο Κύριος πᾶν πρωτότοκον ἐν τοῖς υἱοῖς Ἰσραήλ·
42摩西 就照耶和华所吩咐的把 以色列 人头生的都数点了。
43καὶ ἐγένοντο πάντα τὰ πρωτότοκα τὰ ἀρσενικὰ κατὰ ἀριθμὸν ἐξ ὀνόματος ἀπὸ μηνιαίου καὶ ἐπάνω ἐκ τῆς ἐπισκέψεως αὐτῶν δύο καὶ εἴκοσι χιλιάδες καὶ τρεῖς καὶ ἑβδομήκοντα καὶ διακόσιοι.
43按人名的数目,从一个月以外、凡头生的男子,共有二万二千二百七十三名。
44Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
44耶和华晓谕 摩西 说:
45λάβε τοὺς Λευίτας ἀντὶ πάντων τῶν πρωτοτόκων υἱῶν Ἰσραὴλ καὶ τὰ κτήνη τῶν Λευιτῶν ἀντὶ τῶν κτηνῶν αὐτῶν, καὶ ἔσονται ἐμοὶ οἱ Λευῖται· ἐγὼ Κύριος.
45「你拣选 利未 人代替 以色列 人所有头生的,也取 利未 人的牲畜代替 以色列 人的牲畜。 利未 人要归我;我是耶和华。
46καὶ τὰ λύτρα τριῶν καὶ ἑβδομήκοντα καὶ διακοσίων, οἱ πλεονάζοντες παρὰ τοὺς Λευίτας ἀπὸ τῶν πρωτοτόκων τῶν υἱῶν Ἰσραήλ,
46以色列 人中头生的男子比 利未 人多二百七十三个,必当将他们赎出来。
47καὶ λήψῃ πέντε σίκλους κατὰ κεφαλήν, κατὰ τὸ δίδραχμον τὸ ἅγιον λήψῃ, εἴκοσιν ὀβολοὺς τοῦ σίκλου,
47你要按人丁,照圣所的平,每人取赎银五舍客勒(一舍客勒是二十季拉),
48καὶ δώσεις τὸ ἀργύριον Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, λύτρα τῶν πλεοναζόντων ἐν αὐτοῖς.
48把那多余之人的赎银交给 亚伦 和他的儿子。」
49καὶ ἔλαβε Μωυσῆς τὸ ἀργύριον τὰ λύτρα τῶν πλεοναζόντων εἰς τὴν ἐκλύτρωσιν τῶν Λευιτῶν,
49于是 摩西 从那被 利未 人所赎以外的人取了赎银。
50παρὰ τῶν πρωτοτόκων τῶν υἱῶν Ἰσραὴλ ἔλαβε τὸ ἀργύριον, χιλίους τριακοσίους ἑξηκονταπέντε σίκλους, κατὰ τὸν σίκλον τὸν ἅγιον.
50从 以色列 人头生的所取之银,按圣所的平,有一千三百六十五 舍客勒 。
51καὶ ἔδωκε Μωυσῆς τὰ λύτρα τῶν πλεοναζόντων Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, διὰ φωνῆς Κυρίου, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ.
51摩西 照耶和华的话把这赎银给 亚伦 和他的儿子,正如耶和华所吩咐的。
Tip: use the ← and → keys to turn chapters.