ปฐมกาล 5
Freedom Bible (Thai)Translation
Freedom Bible (Thai)
Septuagint (Brenton Greek text, with Apocrypha)
1หนังสือเล่มนี้บันทึกเรื่องราวความเป็นมาของอาดัม ในวันที่พระเจ้าสร้างมนุษย์ พระองค์ทำให้เขามีลักษณะคล้ายพระเจ้า
1Αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων· ᾗ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν Ἀδὰμ, κατʼ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν·
2พระองค์สร้างพวกเขาเป็นชายและหญิงและอวยพรพวกเขา ในวันที่สร้างพวกเขาพระองค์เรียกพวกเขาว่า“อาดัม”
2Ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς· καὶ εὐλόγησεν αὐτούς· καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Ἀδὰμ, ᾗ ἡμέρᾳ ἐποίησεν αὐτούς.
3เมื่ออาดัมอายุ 130 ปี เขามีลูกชายคนหนึ่งซึ่งมีลักษณะคล้ายเขาและเป็นภาพเหมือนของเขา แล้วตั้งชื่อว่าเสท
3Ἔζησεν δὲ Ἀδὰμ τριάκοντα καὶ διακόσια ἔτη, καὶ ἐγέννησε κατὰ τὴν ἰδέαν αὐτοῦ, καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ, Σήθ.
4หลังจากมีเสทแล้วอาดัมมีชีวิตอยู่อีก 800 ปีและมีลูกชายลูกสาวอีก
4Ἐγένοντο δὲ αἱ ἡμέραι Ἀδὰμ, ἃς ἔζησε μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Σὴθ, ἔτη ἑπτακόσια· καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.
5รวมอายุของอาดัม 930 ปีแล้วเขาก็ตาย
5Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἀδὰμ, ἃς ἔζησε, τριάκοντα καὶ ἐννακόσια ἔτη· καὶ ἀπέθανεν.
6เมื่อเสทอายุ 105 ปีเขามีลูกชายชื่อเอโนช
6Ἔζησε δὲ Σὴθ πέντε καὶ διακόσια ἔτη· καὶ ἐγέννησε τὸν Ἐνώς.
7หลังจากมีเอโนชแล้วเสทมีชีวิตอยู่อีก 807 ปีและมีลูกชายลูกสาวอีก
7Καὶ ἔζησε Σὴθ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἐνὼς, ἑπτὰ ἔτη καὶ ἑπτακόσια· καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.
8รวมอายุของเสท 912 ปีแล้วเขาก็ตาย
8Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Σὴθ δώδεκα καὶ ἐννακόσια ἔτη· καὶ ἀπέθανε.
9เมื่อเอโนชอายุ 90 ปีเขามีลูกชายชื่อเคนัน
9Καὶ ἔζησεν Ἐνὼς ἔτη ἑκατὸν ἐννεήκοντα· καὶ ἐγέννησε τὸν Καϊνᾶν.
10หลังจากมีเคนันแล้วเอโนชมีชีวิตอยู่อีก 815 ปีและมีลูกชายลูกสาวอีก
10Καὶ ἔζησεν Ἐνὼς μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Καϊνᾶν, πεντεκαίδεκα ἔτη καὶ ἑπτκόσια· καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.
11รวมอายุของเอโนช 905 ปีแล้วเขาก็ตาย
11Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἐνὼς πέντε ἔτη καὶ ἐννακόσια· καὶ ἀπέθανε.
12เมื่อเคนันอายุ 70 ปีเขามีลูกชายชื่อมาหะลาเลล
12Καὶ ἔζησεν Καϊνᾶν ἑβδομήκοντα καὶ ἑκατὸν ἔτη· καὶ ἐγέννησε τὸν Μαλελεήλ.
13หลังจากมีมาหะลาเลลแล้วเคนันมีชีวิตอยู่อีก 840 ปีและมีลูกชายลูกสาวอีก
13Καὶ ἔζησε Καϊνᾶν μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαλελεὴλ, τεσσεράκοντα καὶ ἑπτακόσια ἔτη· καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.
14รวมอายุของเคนัน 910 ปีแล้วเขาก็ตาย
14Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Καϊνᾶν δέκα ἔτη καὶ ἐννακόσια· καὶ ἀπέθανε.
15เมื่อมาหะลาเลลอายุ 65 ปีเขามีลูกชายชื่อยาเรด
15Καὶ ἔζησε Μαλελεὴλ πέντε καὶ ἑξήκοντα καὶ ἑκατὸν ἔτη· καὶ ἐγέννησε τὸν Ἰάρεδ.
16หลังจากมียาเรดแล้วมาหะลาเลลมีชีวิตอยู่อีก 830 ปีและมีลูกชายลูกสาวอีก
16Καὶ ἔζησε Μαλελεὴλ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἰάρεδ, ἔτη τριάκοντα καὶ ἑπτακόσια· καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.
17รวมอายุของมาหะลาเลล 895 ปีแล้วเขาก็ตาย
17Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Μαλελεὴλ, ἔτη πέντε καὶ ἐννενήκοντα καὶ ὀκτακόσια· καὶ ἀπέθανε.
18เมื่อยาเรดอายุ 162 ปีเขามีลูกชายชื่อเอโนค
18Καὶ ἔζησεν Ἰάρεδ δύο καὶ ἑξήκοντα ἔτη καὶ ἑκατὸν· καὶ ἐγέννησε τὸν Ἐνώχ.
19หลังจากมีเอโนคแล้วยาเรดมีชีวิตอยู่อีก 800 ปีและมีลูกชายลูกสาวอีก
19Καὶ ἔζησεν Ἰάρεδ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἐνὼχ, ὀκτακόσια ἔτη· καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.
20รวมอายุของยาเรด 962 ปีแล้วเขาก็ตาย
20Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἰάρεδ, δύο καὶ ἑξήκοντα καὶ ἐννακόσια ἔτη· καὶ ἀπέθανε.
21เมื่อเอโนคอายุ 65 ปีเขามีลูกชายชื่อเมธูเสลาห์
21Καὶ ἔζησεν Ἐνὼχ πέντε καὶ ἑξήκοντα καὶ ἑκατὸν ἔτη· καὶ ἐγέννησε τὸν Μαθουσάλα.
22หลังจากเมธูเสลาห์เกิดเอโนคดำเนินชีวิตกับพระเจ้าเป็นเวลา 300 ปีและมีลูกชายลูกสาวอีก
22Εὐηρέστησε δὲ Ἐνὼχ τῷ Θεῷ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαθουσάλα, διακόσια ἔτη· καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.
23รวมอายุของเอโนค 365 ปี
23Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἐνὼχ, πέντε καὶ ἑξήκοντα καὶ τριακόσια ἔτη.
24เอโนคดำเนินชีวิตกับพระเจ้าแล้วก็ไม่พบเขาอีกเพราะพระเจ้ารับเขาไป
24Καὶ εὐηρέστησεν Ἐνὼχ τῷ Θεῷ· καὶ οὐχ εὑρίσκετο, ὅτι μετέθηκεν αὐτὸν ὁ Θεός.
25เมื่อเมธูเสลาห์อายุ 187 ปีเขามีลูกชายชื่อลาเมค
25Καὶ ἔζησε Μαθουσάλα ἑπτὰ ἔτη καὶ ἑξήκοντα καὶ ἑκατόν· καὶ ἐγέννησε τὸν Λάμεχ.
26หลังจากมีลาเมคแล้วเมธูเสลาห์มีชีวิตอยู่อีก 782 ปีและมีลูกชายลูกสาวอีก
26Καὶ ἔζησε Μαθουσάλα μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Λάμεχ, δύο καὶ ὀκτακόσια ἔτη· καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.
27รวมอายุของเมธูเสลาห์ 969 ปีแล้วเขาก็ตาย
27Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Μαθουσάλα ἃς ἔζησεν, ἐννέα καὶ ἑξήκοντα καὶ ἐννακόσια ἔτη· καὶ ἀπέθανε.
28เมื่อลาเมคอายุ 182 ปีเขามีลูกชายคนหนึ่ง
28Καὶ ἔζησε Λάμεχ ὀκτὼ καὶ ὀγδοήκοντα καὶ ἑκατὸν ἔτη· καὶ ἐγέννησεν υἱόν.
29เขาตั้งชื่อลูกว่าโนอาห์ และกล่าวว่า “ลูกคนนี้จะปลอบโยนพวกเราจากงานและความเหน็ดเหนื่อยที่ต้องตรากตรำทำด้วยสองมือ เพราะดินที่พระยาห์เวห์สาปไว้”
29Καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Νῶε, λέγων, οὗτος διαναπαύσει ἡμᾶς ἀπὸ τῶν ἔργων ἡμῶν, καὶ ἀπὸ τῶν λυπῶν τῶν χειρῶν ἡμῶν, καὶ ἀπὸ τῆς γῆς, ἧς κατηράσατο Κύριος ὁ Θεός.
30หลังจากมีโนอาห์แล้วลาเมคมีชีวิตอยู่อีก 595 ปีและมีลูกชายลูกสาวอีก
30Καὶ ἔζησε Λάμεχ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Νῶε, πεντακόσια καὶ ἑξήκοντα καὶ πέντε ἔτη· καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.
31รวมอายุของลาเมค 777 ปีแล้วเขาก็ตาย
31Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Λάμεχ, ἑπτακόσια καὶ πεντήκοντα τρία ἔτη· καὶ ἀπέθανε.
32เมื่อโนอาห์อายุ 500 ปีเขามีลูกชายคือเชม, ฮาม และยาเฟท
32Καὶ ἦν Νῶε ἐτῶν πεντακοσίων· καὶ ἐγέννησε τρεῖς υἱοὺς, τὸν Σὴμ, τὸν Χὰμ, τὸν Ἰάφεθ.
Tip: use the ← and → keys to turn chapters.