ปฐมกาล 7
Freedom Bible (Thai)Translation
Freedom Bible (Thai)
Septuagint (Brenton Greek text, with Apocrypha)
1พระยาห์เวห์กล่าวกับโนอาห์ว่า “เจ้ากับทุกคนในครอบครัวจงเข้าไปในเรือ เพราะเราเห็นว่าเจ้าเป็นคนชอบธรรมในสายตาเราท่ามกลางคนในยุคนี้
1Καὶ εἶπε Κύριος ὁ Θεὸς πρὸς Νῶε, εἴσελθε σὺ καὶ πᾶς ὁ οἶκός σου εἰς τὴν κιβωτὸν, ὅτι σὲ εἶδον δίκαιον ἐναντίον μου ἐν τῇ γενεᾷ ταύτῃ.
2สัตว์สะอาดทุกชนิดให้เอาไปกับเจ้าอย่างละ 7 คู่ตัวผู้กับตัวเมีย ส่วนสัตว์ที่ไม่สะอาดให้เอาอย่างละ 2 ตัวตัวผู้กับตัวเมีย
2Ἀπὸ δὲ τῶν κτηνῶν τῶν καθαρῶν εἰσάγαγε πρὸς σὲ ἑπτὰ ἑπτὰ ἄρσεν καὶ θῆλυ, ἀπὸ δὲ τῶν κτηνῶν τῶν μὴ καθαρῶν δύο δύο ἄρσεν καὶ θῆλυ.
3นกบนท้องฟ้าก็เช่นกัน ให้เอาอย่างละ 7 คู่ ตัวผู้กับตัวเมีย เพื่อให้มีเชื้อสายเหลืออยู่ทั่วแผ่นดิน
3Καὶ ἀπὸ τῶν πετεινῶν τοῦ οὐρανοῦ τῶν καθαρῶν ἑπτὰ ἑπτὰ ἄρσεν καὶ θῆλυ, καὶ ἀπὸ πάντων τῶν πετεινῶν τῶν μὴ καθαρῶν δύο δύο ἄρσεν καὶ θῆλυ, διαθρέψαι σπέρμα ἐπὶ πᾶσαν τὴν γῆν.
4อีก 7 วัน เราจะให้ฝนตกบนแผ่นดิน 40 วัน 40 คืน และจะทำลายสิ่งมีชีวิตทุกอย่างที่เราทำขึ้นให้หมดไปจากแผ่นดิน”
4Ἔτι γὰρ ἡμερῶν ἑπτὰ ἐγὼ ἐπάγω ὑετὸν ἐπὶ τὴν γῆν, τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας· καὶ ἐξαλείψω πᾶν τὸ ἀνάστημα, ὃ ἐποίησα ἀπὸ προσώπου πάσης τῆς γῆς.
5โนอาห์ทำทุกอย่างที่พระยาห์เวห์สั่ง
5Καὶ ἐποίησε Νῶε πάντα, ὅσα ἐνετείλατο αὐτῷ Κύριος ὁ Θεός.
6โนอาห์อายุ 600 ปีเมื่อน้ำท่วมมาบนแผ่นดิน
6Νῶε δὲ ἦν ἐτῶν ἑξακοσίων, καὶ ὁ κατακλυσμὸς τοῦ ὕδατος ἐγένετο ἐπὶ τῆς γῆς.
7โนอาห์เข้าไปในเรือพร้อมกับลูกชายของเขา ภรรยาของเขา และภรรยาของลูกชาย เพราะภัยน้ำท่วม
7Εἰσῆλθε δὲ Νῶε καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ ἡ γυνὴ αὐτοῦ, καὶ αἱ γυναῖκες τῶν υἱῶν αὐτοῦ μετʼ αὐτοῦ εἰς τὴν κιβωτὸν, διὰ τὸ ὕδωρ τοῦ κατακλυσμοῦ.
8ทั้งสัตว์สะอาดสัตว์ไม่สะอาดนกและทุกสิ่งที่คลานไปตามดิน
8Καὶ ἀπὸ τῶν πετεινῶν τῶν καθαρῶν, καὶ ἀπὸ τῶν πετεινῶν τῶν μὴ καθαρῶν, καὶ ἀπὸ τῶν κτηνῶν τῶν καθαρῶν, καὶ ἀπὸ τῶν κτηνῶν τῶν μὴ καθαρῶν, καὶ ἀπὸ πάντων τῶν ἑρπόντων ἐπὶ τῆς γῆς,
9ต่างเข้าไปหาโนอาห์ในเรือเป็นคู่ๆตัวผู้กับตัวเมียตามที่พระเจ้าสั่งโนอาห์
9δύο δύο εἰσῆλθον πρὸς Νῶε εἰς τὴν κιβωτὸν ἄρσεν καὶ θῆλυ, καθὰ ἐνετείλατο ὁ Θεὸς τῷ Νῶε.
10เมื่อครบ 7 วันน้ำท่วมก็มาบนแผ่นดิน
10Καὶ ἐγένετο μετὰ τὰς ἑπτὰ ἡμέρας, καὶ τὸ ὕδωρ τοῦ κατακλυσμοῦ ἐγένετο ἐπὶ τῆς γῆς.
11ในปีที่ 600 ของชีวิตโนอาห์ เดือนที่ 2 วันที่ 17 ของเดือน วันนั้นตาน้ำทุกสายจากห้วงน้ำลึกอันใหญ่หลวงแตกพุ่งขึ้น และช่องบนท้องฟ้าก็เปิดออก
11Ἐν τῷ ἑξακοσιοστῷ ἔτει ἐν τῇ ζωῇ τοῦ Νῶε, τοῦ δευτέρου μηνὸς, ἑβδόμῃ καὶ εἰκάδι τοῦ μηνὸς, τῇ ἡμέρᾳ ταύτῃ ἐῤῥάγησαν πᾶσαι αἱ πηγαὶ τῆς ἀβύσσου, καὶ οἱ καταῤῥάκται τοῦ οὐρανοῦ ἠνεῴχθησαν.
12ฝนตกบนแผ่นดิน 40 วัน 40 คืน
12Καὶ ἐγένετο ὁ ὑετὸς ἐπὶ τῆς γῆς τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας.
13ในวันเดียวกันนั้น โนอาห์กับเชม ฮาม และยาเฟทลูกชายของเขา พร้อมภรรยาของโนอาห์และภรรยาทั้งสามของลูกชาย ก็เข้าไปในเรือ
13Ἐν τῇ ἡμέρᾳ ταύτῃ εἰσῆλθε Νῶε, Σὴμ, Χὰμ, Ἰάφεθ, οἱ υἱοὶ Νῶε, καὶ ἡ γυνὴ Νῶε, καὶ αἱ τρεῖς γυναῖκες τῶν υἱῶν αὐτοῦ μετʼ αὐτοῦ, εἰς τὴν κιβωτόν.
14ทั้งพวกเขาและสัตว์ทุกชนิดตามชนิดของมัน ปศุสัตว์ทั้งหมดตามชนิดของมัน สัตว์ทุกชนิดที่คลานไปบนแผ่นดินตามชนิดของมัน และนกทุกชนิดทุกประเภทตามชนิดของมัน ต่างก็เข้าไปด้วย
14Καὶ πάντα τὰ θηρία κατὰ γένος, καὶ πάντα τὰ κτήνη κατὰ γένος, καὶ πᾶν ἑρπετὸν κινούμενον ἐπὶ τῆς γῆς κατὰ γένος, καὶ πᾶν ὄρνεον πετεινὸν κατὰ γένος αὐτοῦ,
15สิ่งมีชีวิตทุกชนิดที่มีลมหายใจแห่งชีวิตเข้าไปหาโนอาห์ในเรือเป็นคู่ๆ
15εἰσῆλθον πρὸς Νῶε εἰς τὴν κιβωτὸν, δύο δύο ἄρσεν καὶ θῆλυ ἀπὸ πάσης σαρκὸς, ἐν ᾧ ἐστι πνεῦμα ζωῆς.
16สิ่งที่เข้าไปนั้นเป็นตัวผู้และตัวเมียจากสิ่งมีชีวิตทุกชนิด ตามที่พระเจ้าสั่งโนอาห์ แล้วพระยาห์เวห์ก็ปิดเขาไว้ข้างใน
16Καὶ τὰ εἰσπορευόμενα ἄρσεν καὶ θῆλυ ἀπὸ πάσης σαρκὸς εἰσῆλθε, καθὰ ἐνετείλατο ὁ Θεὸς τῷ Νῶε· καὶ ἔκλεισε Κύριος ὁ Θεὸς τὴν κιβωτὸν ἔξωθεν αὐτοῦ.
17น้ำท่วมอยู่บนแผ่นดิน 40 วัน น้ำเพิ่มสูงขึ้นยกเรือให้ลอยสูงเหนือแผ่นดิน
17Καὶ ἐγένετο ὁ κατακλυσμὸς τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἐπὶ τῆς γῆς· καὶ ἐπεπληθύνθη τὸ ὕδωρ· καὶ ἐπῇρε τὴν κιβωτὸν, καὶ ὑψώθη ἀπὸ τῆς γῆς.
18น้ำสูงขึ้นและเพิ่มมากบนแผ่นดินส่วนเรือก็ลอยอยู่บนผิวน้ำ
18Καὶ ἐπεκράτει τὸ ὕδωρ, καὶ ἐπληθύνετο σφόδρα ἐπὶ τῆς γῆς· καὶ ἐπεφέρετο ἡ κιβωτὸς ἐπάνω τοῦ ὕδατος.
19น้ำสูงขึ้นมากจนภูเขาสูงทุกลูกใต้ท้องฟ้าทั้งหมดถูกน้ำปกคลุม
19Τὸ δὲ ὕδωρ ἐπεκράτει σφόδρα σφόδρα ἐπὶ τῆς γῆς· καὶ ἐκάλυψε πάντα τὰ ὄρη τὰ ὑψηλὰ, ἃ ἦν ὑποκάτω τοῦ οὐρανοῦ.
20น้ำสูงขึ้นอีก 15 คิวบิตและภูเขาทั้งหลายก็ถูกน้ำปกคลุม
20Πεντεκαίδεκα πήχεις ὑπεράνω ὑψώθη τὸ ὕδωρ· καὶ ἐπεκάλυψε πάντα τὰ ὄρη τὰ ὑψηλά.
21สิ่งมีชีวิตทั้งปวงที่เคลื่อนไหวบนแผ่นดินตายทั้งนกปศุสัตว์สัตว์ต่างๆสัตว์ทุกชนิดที่คลานไปบนแผ่นดินและมนุษย์ทุกคน
21Καὶ ἀπέθανε πᾶσα σὰρξ κινουμένη ἐπὶ τῆς γῆς τῶν πετεινῶν, καὶ τῶν κτηνῶν, καὶ τῶν θηρίων· καὶ πᾶν ἑρπετὸν κινούμενον ἐπὶ τῆς γῆς, καὶ πᾶς ἄνθρωπος.
22ทุกสิ่งบนพื้นดินแห้งที่มีลมหายใจของวิญญาณที่ให้ชีวิตอยู่ในจมูก ต่างก็ตาย
22Καὶ πάντα ὅσα ἔχει πνοὴν ζωῆς, καὶ πᾶν ὃ ἦν ἐπὶ τῆς ξηρᾶς, ἀπέθανε.
23สิ่งมีชีวิตทุกอย่างบนแผ่นดินถูกทำลาย ทั้งมนุษย์ ปศุสัตว์ สัตว์ที่คลานไปตามพื้น และนกบนท้องฟ้า ทั้งหมดถูกทำลายไปจากแผ่นดิน เหลือเพียงโนอาห์กับผู้ที่อยู่กับเขาในเรือ
23Καὶ ἐξήλειψε πᾶν τὸ ἀνάστημα, ὃ ἦν ἐπὶ προσώπου τῆς γῆς, ἀπὸ ἀνθρώπου ἕως κτήνους, καὶ ἑρπετῶν, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ· καὶ ἐξηλείφησαν ἀπὸ τῆς γῆς· καὶ κατελείφθη μόνος Νῶε, καὶ οἱ μετʼ αὐτοῦ ἐν τῇ κιβωτῷ.
24น้ำท่วมแผ่นดินอยู่ 150 วัน
24Καὶ ὑψώθη τὸ ὕδωρ ἐπὶ τῆς γῆς ἡμέρας ἑκατὸν πεντήκοντα.
Tip: use the ← and → keys to turn chapters.