غزل غزلها 2
Old Persian Version (ترجمه قدیم)Translation
Old Persian Version (ترجمه قدیم)
Septuagint (Greek Old Testament), second edition
1من نرگس شارون و سوسن وادیها هستم.
1ΕΓΩ ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλάδων.
2چنانکه سوسن در میان خارها همچنان محبوبه من در میان دختران است.
2ὡς κρίνον ἐν μέσῳ ἀκανθῶν, οὕτως ἡ πλησίον μου ἀνὰ μέσον τῶν θυγατέρων.
3چنانکه سیب در میان درختان جنگل همچنان محبوب من در میان پسران است. درسایه وی به شادمانی نشستم و میوهاش برای کامم شیرین بود.
3ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, οὕτως ἀδελφιδός μου ἀνὰ μέσον τῶν υἱῶν· ἐν τῇ σκιᾷ αὐτοῦ ἐπεθύμησα καὶ ἐκάθισα, καὶ καρπὸς αὐτοῦ γλυκὺς ἐν λάρυγγί μου.
4مرا به میخانه آورد و علم وی بالای سر من محبت بود.
4εἰσαγάγετέ με εἰς οἶκον τοῦ οἴνου, τάξατε ἐπ᾿ ἐμὲ ἀγάπην.
5مرا به قرصهای کشمش تقویت دهید و مرا به سیبها تازه سازید، زیرا که من از عشق بیمار هستم.
5στηρίσατέ με ἐν μύροις, στοιβάσατέ με ἐν μήλοις, ὅτι τετρωμένη ἀγάπης ἐγώ.
6دست چپش در زیر سر من است و دست راستش مرا در آغوش میکشد.
6εὐώνυμος αὐτοῦ ὑπὸ τὴν κεφαλήν μου, καὶ ἡ δεξιὰ αὐτοῦ περιλήψεταί με.
7ای دختران اورشلیم، شما را به غزالها وآهوهای صحرا قسم میدهم که محبوب مرا تاخودش نخواهد بیدار نکنید و برنینگیزانید.
7ὥρκισα ὑμᾶς, θυγατέρες Ἱερουσαλήμ, ἐν δυνάμεσι καὶ ἐν ἰσχύσεσι τοῦ ἀγροῦ, ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην, ἕως οὗ θελήσῃ.
8آواز محبوب من است، اینک بر کوهها جستان وبر تلها خیزان میآید.
8Φωνὴ ἀδελφιδοῦ μου· ἰδοὺ οὗτος ἥκει πηδῶν ἐπὶ τὰ ὄρη, διαλλόμενος ἐπὶ τοὺς βουνούς.
9محبوب من مانند غزال یابچه آهو است. اینک او در عقب دیوار ما ایستاده، از پنجرهها مینگرد و از شبکهها خویشتن رانمایان میسازد.
9ὅμοιός ἐστιν ἀδελφιδός μου τῇ δορκάδι ἢ νεβρῷ ἐλάφων ἐπὶ τὰ ὄρη Βαιθήλ. ἰδοὺ οὗτος ὀπίσω τοῦ τοίχου ἡμῶν παρακύπτων διὰ τῶν θυρίδων, ἐκκύπτων διὰ τῶν δικτύων.
10محبوب من مرا خطاب کرده، گفت: «ای محبوبه من وای زیبایی من برخیز و بیا.
10ἀποκρίνεται ἀδελφιδός μου, καὶ λέγει μοι· ἀνάστα, ἐλθὲ ἡ πλησίον μου, καλή μου, περιστερά μου,
11زیرا اینک زمستان گذشته و باران تمام شده ورفته است.
11ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν, ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ,
12گلها بر زمین ظاهر شده و زمان الحان رسیده و آواز فاخته در ولایت ما شنیده میشود.
12τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ, καιρὸς τῆς τομῆς ἔφθακε, φωνὴ τῆς τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν,
13درخت انجیر میوه خود را میرساندو موها گل آورده، رایحه خوش میدهد. ای محبوبه من وای زیبایی من، برخیز و بیا.»
13ἡ συκῆ ἐξήνεγκεν ὀλύνθους αὐτῆς, αἱ ἄμπελοι κυπρίζουσιν, ἔδωκαν ὀσμήν. ἀνάστα, ἐλθέ, ἡ πλησίον μου, καλή μου, περιστερά μου, καὶ ἐλθέ,
14ای کبوتر من که در شکافهای صخره و درستر سنگهای خارا هستی، چهره خود را به من بنما و آوازت را به من بشنوان زیرا که آواز تو لذیذو چهره ات خوشنما است.
14σὺ περιστερά μου, ἐν σκέπῃ τῆς πέτρας, ἐχόμενα τοῦ προτειχίσματος· δεῖξόν μοι τὴν ὄψιν σου, καὶ ἀκούτισόν με τὴν φωνήν σου, ὅτι ἡ φωνή σου ἡδεῖα, καὶ ἡ ὄψις σου ὡραία.
15شغالها، شغالهای کوچک را که تاکستانها را خراب میکنند برای مابگیرید، زیرا که تاکستانهای ما گل آورده است.
15πιάσατε ἡμῖν ἀλώπεκας μικροὺς ἀφανίζοντας ἀμπελῶνας, καὶ αἱ ἄμπελοι ἡμῶν κυπρίζουσιν.
16محبوبم از آن من است و من از آن وی هستم. در میان سوسنها میچراند.
16ἀδελφιδός μου ἐμοί, κἀγὼ αὐτῷ, ὁ ποιμαίνων ἐν τοῖς κρίνοις,
17ای محبوب من، برگرد و تا نسیم روز بوزد و سایهها بگریزد، (مانند) غزال یا بچه آهو بر کوههای باتر باش.
17ἕως οὗ διαπνεύσῃ ἡ ἡμέρα καὶ κινηθῶσιν αἱ σκιαί. ἀπόστρεψον, ὁμοιώθητι σύ, ἀδελφιδέ μου, τῷ δόρκωνι ἢ νεβρῷ ἐλάφων ἐπὶ ὄρη κοιλωμάτων.
Tip: use the ← and → keys to turn chapters.