غزل غزلها 4
Old Persian Version (ترجمه قدیم)Translation
Old Persian Version (ترجمه قدیم)
Septuagint (Greek Old Testament), second edition
1اینک تو زیبا هستیای محبوبه من، اینک تو زیبا هستی و چشمانت از پشت برقع تومثل چشمان کبوتر است و موهایت مثل گله بزهااست که بر جانب کوه جلعاد خوابیدهاند.
1Ιδοὺ εἶ καλή, ἡ πλησίον μου, ἰδοὺ εἶ καλή. ὀφθαλμοί σου περιστεραὶ ἐκτὸς τῆς σιωπήσεώς σου. τρίχωμά σου ὡς ἀγέλαι τῶν αἰγῶν, αἳ ἀπεκαλύφθησαν ἀπὸ τοῦ Γαλαάδ.
2دندانهایت مثل گله گوسفندان پشم بریده که ازشستن برآمده باشند و همگی آنها توام زاییده ودر آنها یکی هم نازاد نباشد.
2ὀδόντες σου ὡς ἀγέλαι τῶν κεκαρμένων, αἳ ἀνέβησαν ἀπὸ τοῦ λουτροῦ, αἱ πᾶσαι διδυμεύουσαι, καὶ ἀτεκνοῦσα οὐκ ἔστιν ἐν αὐταῖς.
3لبهایت مثل رشته قرمز و دهانت جمیل است و شقیقه هایت درعقب برقع تو مانند پاره انار است.
3ὡς σπαρτίον τὸ κόκκινον χείλη σου, καὶ ἡ λαλιά σου ὡραία, ὡς λέπυρον ροᾶς μῆλόν σου ἐκτὸς τῆς σιωπήσεώς σου.
4گردنت مثل برج داود است که به جهت سلاح خانه بنا شده است و در آن هزار سپر یعنی همه سپرهای شجاعان آویزان است.
4ὡς πύργος Δαυΐδ τράχηλός σου, ὁ ᾠκοδομημένος εἰς θαλπιώθ· χίλιοι θυρεοὶ κρέμανται ἐπ᾿ αὐτόν, πᾶσαι βολίδες τῶν δυνατῶν.
5دو پستانت مثل دو بچه توام آهو میباشد که در میان سوسنها میچرند،
5δύο μαστοί σου ὡς δύο νεβροὶ δίδυμοι δορκάδος οἱ νεμόμενοι ἐν κρίνοις.
6تا نسیم روز بوزد و سایهها بگریزد. به کوه مر وبه تل کندر خواهم رفت.
6ἕως οὗ διαπνεύσῃ ἡμέρα καὶ κινηθῶσιν αἱ σκιαί, πορεύσομαι ἐμαυτῷ πρὸς τὸ ὄρος τῆς σμύρνης καὶ πρὸς τὸν βουνὸν τοῦ Λιβάνου.
7ای محبوبه من، تمامی تو زیبا میباشد. در توعیبی نیست.
7ὅλη καλὴ εἶ, πλησίον μου, καὶ μῶμος οὐκ ἔστιν ἐν σοί.
8بیا با من از لبنانای عروس، با من ازلبنان بیا. از قله امانه از قله شنیر و حرمون ازمغاره های شیرها و از کوههای پلنگها بنگر.
8δεῦρο ἀπὸ Λιβάνου, νύμφη, δεῦρο ἀπὸ Λιβάνου· ἐλεύσῃ καὶ διελεύσῃ ἀπὸ ἀρχῆς πίστεως, ἀπὸ κεφαλῆς Σανὶρ καὶ Ἐρμών, ἀπὸ μανδρῶν λεόντων, ἀπὸ ὀρέων παρδάλεων.
9ای خواهر و عروس من دلم را به یکی از چشمانت وبه یکی از گردن بندهای گردنت ربودی.
9ἐκαρδίωσας ἡμᾶς, ἀδελφή μου νύμφη· ἐκαρδίωσας ἡμᾶς ἑνὶ ἀπὸ ὀφθαλμῶν σου, ἐν μιᾷ ἐνθέματι τραχήλων σου.
10ای خواهر و عروس من، محبتهایت چه بسیار لذیذ است. محبتهایت از شراب چه بسیار نیکوتر است و بوی عطرهایت از جمیع عطرها.
10τί ἐκαλλιώθησαν μαστοί σου, ἀδελφή μου νύμφη; τί ἐκαλλιώθησαν μαστοί σου ἀπὸ οἴνου, καὶ ὀσμὴ ἱματίων σου ὑπὲρ πάντα τὰ ἀρώματα;
11ای عروس من، لبهای تو عسل را میچکاند زیر زبان تو عسل و شیر است و بوی لباست مثل بوی لبنان است.
11κηρίον ἀποστάζουσι χείλη σου, νύμφη· μέλι καὶ γάλα ὑπὸ τὴν γλῶσσάν σου, καὶ ὀσμὴ ἱματίων σου ὡς ὀσμὴ Λιβάνου.
12خواهر و عروس من، باغی بسته شده است. چشمه مقفل و منبع مختوم است.
12κῆπος κεκλεισμένος, ἀδελφή μου νύμφη, κῆπος κεκλεισμένος, πηγὴ ἐσφραγισμένη.
13نهالهایت بستان انارها با میوه های نفیسه و بان و سنبل است.
13ἀποστολαί σου παράδεισος ροῶν μετὰ καρποῦ ἀκροδρύων, κύπροι μετὰ νάρδων,
14سنبل و زعفران و نی و دارچینی با انواع درختان کندر، مر و عود با جمیع عطرهای نفیسه.
14νάρδος καὶ κρόκος, κάλαμος καὶ κιννάμωμον μετὰ πάντων ξύλων τοῦ Λιβάνου, σμύρνα ἀλὼθ μετὰ πάντων πρώτων μύρων.
15چشمه باغها و برکه آب زنده و نهرهایی که ازلبنان جاری است.
15πηγὴ κήπου καὶ φρέαρ ὕδατος ζῶντος καὶ ροιζοῦντος ἀπὸ τοῦ Λιβάνου.
16ای باد شمال، برخیز وای باد جنوب، بیا. برباغ من بوز تا عطرهایش منتشر شود. محبوب من به باغ خود بیاید و میوه نفیسه خود را بخورد.
16Ἐξεγέρθητι, βορρᾶ, καὶ ἔρχου, νότε, διάπνευσον κῆπόν μου, καὶ ρευσάτωσαν ἀρώματά μου· καταβήτω ἀδελφιδός μου εἰς κῆπον αὐτοῦ καὶ φαγέτω καρπὸν ἀκροδρύων αὐτοῦ.
Tip: use the ← and → keys to turn chapters.