یوشع 19
Old Persian Version (ترجمه قدیم)Translation
Old Persian Version (ترجمه قدیم)
Septuagint (Greek Old Testament), second edition
1و قرعه دومین برای شمعون برآمد، یعنی برای سبط بنی شمعون برحسب قبایل ایشان، و ملک ایشان در میان ملک بنی یهودا بود.
1ΚΑΙ ἐξῆλθεν ὁ δεύτερος κλῆρος τῶν υἱῶν Συμεών, καὶ ἐγενήθη ἡ κληρονομία αὐτῶν ἀναμέσον κλήρων υἱῶν Ἰούδα.
2و اینها نصیب ایشان شد یعنی بئیر شبع و شبع و مولادا.
2καὶ ἐγενήθη ὁ κλῆρος αὐτῶν Βηρσαβεὲ καὶ Σαμαὰ καὶ Κωλαδὰμ
3و حصر شوعال و بالح و عاصم.
3καὶ Ἀρσωλὰ καὶ Βωλὰ καὶ Ἀσὸμ
4و التولد و بتول و حرمه.
4καὶ Ἐλθουλὰ καὶ Βουλὰ καὶ Ἑρμᾶ
5صقلغ و بیت مرکبوت و حصر سوسه.
5καὶ Σικελὰκ καὶ Βαιθμαχερὲβ καὶ Σαρσουσὶν
6و بیت لباعوت وشاروحن. سیزده شهر با دهات آنها.
6καὶ Βαθαρὼθ καὶ οἱ ἀγροὶ αὐτῶν, πόλεις δεκατρεῖς καὶ αἱ κῶμαι αὐτῶν·
7و عین ورمون و عاتر و عاشان، چهارده شهر با دهات آنها.
7Ἐρεμμὼν καὶ Θαλχὰ καὶ Ἐθὲρ καὶ Ἀσάν, πόλεις τέσσαρες καὶ αἱ κῶμαι αὐτῶν
8تمامی دهاتی که در اطراف این شهرها تا بعلت بئیر رامه جنوبی بود. ملک سبط بنی شمعون برحسب قبایل ایشان این بود.
8κύκλῳ τῶν πόλεων αὐτῶν ἕως Βαρὲκ πορευομένων Βαμὲθ κατὰ λίβα. αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Συμεὼν κατὰ δήμους αὐτῶν.
9و ملک بنی شمعون از میان قسمت بنی یهودا بود، زیرا قسمت بنی یهودا برای ایشان زیاد بود، پس بنی شمعون ملک خود را از میان ملک ایشان گرفتند.
9ἀπὸ τοῦ κλήρου τοῦ Ἰούδα ἡ κληρονομία φυλῆς υἱῶν Συμεών, ὅτι ἐγενήθη ἡ μερὶς υἱῶν Ἰούδα μείζων τῆς αὐτῶν καὶ ἐκληρονόμησαν οἱ υἱοὶ Συμεὼν ἐν μέσῳ τοῦ κλήρου αὐτῶν.
10و قرعه سوم برای بنی زبولون برحسب قبایل ایشان برآمد، و حد ملک ایشان تا ساریدرسید.
10Καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ τρίτος τῷ Ζαβουλὼν κατὰ δήμους αὐτῶν. ἔσται τὰ ὅρια τῆς κληρονομίας αὐτῶν Ἐσεδεκγωλά· ὅρια αὐτῶν
11و حد ایشان به طرف مغرب تا مرعله رفت و تا دباشه رسید و تا وادی که در مقابل یقنعام است، رسید.
11ἡ θάλασσα καὶ Μαραγγιλὰ καὶ συνάψει ἐπὶ Βαιθάραβα εἰς τὴν φάραγγα, ἥ ἐστι κατὰ πρόσωπον Ἰεκμάν,
12و از سارید به سمت مشرق به سوی مطلع آفتاب تا سرحد کسلوت تابور پیچید، و نزد دابره بیرون آمده، به یافیع رسید.
12καὶ ἀνέστρεψεν ἀπὸ Σεδδοὺκ ἐξ ἐναντίας ἀπὸ ἀνατολῶν Βαιθσαμὺς ἐπὶ τὰ ὅρια Χασελωθαὶθ καὶ διελεύσεται ἐπὶ Δαβιρὼθ καὶ προσαναβήσεται ἐπὶ Φαγγαὶ
13و از آنجا به طرف مشرق تا جت حافر وتا عت قاصین گذشته، نزد رمون بیرون آمد و تانیعه کشیده شد.
13καὶ ἐκεῖθεν περιελεύσεται ἐξ ἐναντίας ἐπ' ἀνατολὰς ἐπὶ Γεβερέ, ἐπὶ πόλιν Κατασέμ, καὶ διελεύσεται ἐπὶ Ρεμμωνὰ Ἀμαθὰρ Ἀοζὰ
14و این حد به طرف شمال تاحناتون آن را احاطه کرد، و آخرش نزد وادی یفتحئیل بود.
14καὶ περιελεύσεται ὅρια ἐπὶ βορρᾶν ἐπὶ Ἀμώθ, καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ Γαιφαὴλ
15و قطه و نهلال و شمرون و یداله و بیت لحم، دوازده شهر با دهات آنها.
15καὶ Κατανὰθ καὶ Ναβαὰλ καὶ Συμοὼν καὶ Ἱεριχὼ καὶ Βαιθμάν.
16این ملک بنی زبولون برحسب قبایل ایشان بود، یعنیاین شهرها با دهات آنها.
16αὕτη ἡ κληρονομία τῆς φυλῆς υἱῶν Ζαβουλὼν κατὰ δήμους αὐτῶν, πόλεις καὶ αἱ κῶμαι αὐτῶν.
17و قرعه چهارم برای یساکار برآمد یعنی برای بنی یساکار برحسب قبایل ایشان.
17Καὶ τῷ Ἰσσάχαρ ἐξῆλθεν ὁ κλῆρος ὁ τέταρτος.
18و حدایشان تا یزرعیل و کسلوت و شونم بود.
18καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν Ἰαζὴλ καὶ Χασαλὼθ καὶ Σουνὰμ
19وحفارایم و شیئون و اناحره.
19καὶ Ἀγὶν καὶ Σιωνὰ καὶ Ρεηρὼθ
20و ربیت و قشیون وآبص.
20καὶ Ἀναχερὲθ καὶ Δαβιρὼν καὶ Κισὼν καὶ Ρεβὲς
21و رمه و عین جنیم و عین حده و بیت فصیص.
21καὶ Ρεμμὰς καὶ Ἰεὼν καὶ Τομμὰν καὶ Αἰμαρὲκ καὶ Βηρσαφής,
22و این حد به تابور و شحصیمه وبیت شمس رسید، و آخر حد ایشان نزد اردن بود. یعنی شانزده شهر با دهات آنها.
22καὶ συνάψει τὰ ὅρια ἐπὶ Γαιθβὼρ καὶ ἐπὶ Σαλὶμ κατὰ θάλασσαν καὶ Βαιθσαμύς, καὶ ἔσται αὐτοῦ ἡ διέξοδος τῶν ὁρίων ὁ Ἰορδάνης.
23این ملک سبطبنی یساکار برحسب قبایل ایشان بود، یعنی شهرها با دهات آنها.
23αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Ἰσσάχαρ κατὰ δήμους αὐτῶν, αἱ πόλεις καὶ αἱ κῶμαι αὐτῶν.
24و قرعه پنجم برای سبط بنی اشیر برحسب قبایل ایشان بیرون آمد.
24Καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πέμπτος Ἀσὴρ κατὰ δήμους αὐτῶν.
25و حد ایشان حلقه وحلی و باطن و اکشاف.
25καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν Ἐξελεκὲθ καὶ Ἀλὲφ καὶ Βαιθὸκ καὶ Κεὰφ
26و الملک و عمعاد ومشال و به طرف مغرب به کرمل و شیحور لبنه رسید.
26καὶ Ἐλιμελὲχ καὶ Ἀμιὴλ καὶ Μαασὰ καὶ συνάψει τῷ Καρμήλῳ κατὰ θάλασσαν καὶ τῷ Σιὼν καὶ Λαβανὰθ
27و به سوی مشرق آفتاب به بیت داجون پیچیده، تا زبولون رسید، و به طرف شمال تاوادی یفتحئیل و بیت عامق و نعیئیل وبه طرف چپ نزد کابول بیرون آمد.
27καὶ ἐπιστρέψει ἀπὸ ἀνατολῶν ἡλίου καὶ Βαιθεγενὲθ καὶ συνάψει τῷ Ζαβουλὼν καὶ Ἐκγαῖ καὶ Φθαιὴλ κατὰ βορρᾶν, καὶ εἰσελεύσεται ὅρια Σαφθαιβαιθμὲ καὶ Ἰναὴλ καὶ διελεύσεται εἰς Χωβαμασομὲλ
28و به حبرون ورحوب و حمون و قانه تا صیدون بزرگ.
28καὶ Ἐλβὼν καὶ Ραὰβ καὶ Ἐμεμαὼν καὶ Κανθὰν ἕως Σιδῶνος τῆς μεγάλης,
29واین حد به سوی رامه به شهر حصاردار صور پیچید واین حد به سوی حوصه برگشت، و انتهایش نزددریا در دیار اکزیب بود.
29καὶ ἀναστρέψει τὰ ὅρια εἰς Ραμὰ καὶ ἕως πηγῆς Μασφασσὰτ καὶ τῶν Τυρίων, καὶ ἀναστρέψει τὰ ὅρια ἐπὶ Ἰασίφ, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ ἡ θάλασσα καὶ Ἀπολὲβ καὶ Ἐχοζὸβ
30و عمه و عفیق ورحوب، و بیست و دو شهر با دهات آنها.
30καὶ Ἀρχὸβ καὶ Ἀφὲκ καὶ Ρααῦ.
31ملک سبط بنی اشیر برحسب قبایل ایشان این بود، یعنیاین شهرها با دهات آنها.
31αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Ἀσὴρ κατὰ δήμους αὐτῶν, πόλεις καὶ αἱ κῶμαι αὐτῶν.
32و قرعه ششم برای بنی نفتالی بیرون آمد، یعنی برای بنی نفتالی برحسب قبایل ایشان.
32Καὶ τῷ Νεφθαλὶ ἐξῆλθεν ὁ κλῆρος ὁ ἕκτος.
33وحد ایشان از حالف از بلوطی که در صعنیم است و ادامی و ناقب و یبنئیل تا لقوم بود و آخرش نزداردن بود
33καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν Μοολὰμ καὶ Μωλὰ καὶ Βεσεμιΐν καὶ Ἀρμὲ καὶ Ναβὸκ καὶ Ἰεφθαμαὶ ἕως Δωδάμ, καὶ ἐγενήθησαν αἱ διέξοδοι αὐτοῦ Ἰορδάνης·
34و حدش به سمت مغرب به سوی ازنوت تا بور پیچید، و از آنجا تا حقوق بیرون آمد، و به سمت جنوب به زبولون رسید و به سمت مغرب به اشیر رسید، و به سمت مشرق به یهودا نزد اردن.
34καὶ ἐπιστρέψει τὰ ὅρια ἐπὶ θάλασσαν Ἐνὰθ Θαβὼρ καὶ διελεύσεται ἐκεῖθεν Ἰακανὰ καὶ συνάψει τῷ Ζαβουλὼν ἀπὸ νώτου καὶ Ἀσὴρ συνάψει κατὰ θάλασσαν, καὶ ὁ Ἰορδάνης ἀπὸ ἀνατολῶν ἡλίου.
35و شهرهای حصاردار صدیم وصیر و حمه و رقه و کناره.
35καὶ αἱ πόλεις τειχήρεις τῶν Τυρίων, Τύρος καὶ Ὠμαθά, Δακὲθ καὶ Κενερὲθ
36و ادامه و رامه وحاصور.
36καὶ Ἀρμαΐθ καὶ Ἀραὴλ καὶ Ἀσὼρ
37و قادش و اذرعی و عین حاصور.
37καὶ Κάδες καὶ Ἀσσαρὶ καὶ πηγὴ Ἀσὸρ
38ویرون و مجدلئیل و حوریم و بیت عناه و بیت شمس، نوزده شهر با دهات آنها.
38καὶ Κερωὲ καὶ Μεγαλὰ Ἀρὶμ καὶ Βαιθθαμὲ καὶ Θεσσαμύς.
39ملک سبطبنی نفتالی برحسب قبایل ایشان این بود، یعنی شهرها با دهات آنها.
39αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Νεφθαλί.
40و قرعه هفتم برای سبط بنی دان برحسب قبایل ایشان بیرون آمد.
40Καὶ τῷ Δὰν ἐξῆλθεν ὁ κλῆρος ὁ ἕβδομος.
41و حد ملک ایشان صرعه و اشتئول و عیر شمس بود.
41καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν Σαρὰθ καὶ Ἀσὰ καὶ πόλεις Σαμμάυς
42و شعلبین وایلون و یتله.
42καὶ Σαλαμὶν καὶ Ἀμμὼν καὶ Σιλαθὰ
43و ایلون و تمنه و عقرون.
43καὶ Ἐλὼν καὶ Θαμναθὰ καὶ Ἀκκαρὼν
44والتقیه و جبتون و بعله.
44καὶ Ἀλκαθὰ καὶ Βεγεθὼν καὶ Γεβεελὰν
45و یهود و بنی برق و جت رمون.
45καὶ Ἀζὼρ καὶ Βαναιβακὰτ καὶ Γεθρεμών,
46و میاه یرقون و رقون با سر حدی که درمقابل یافا است.
46καὶ ἀπὸ θαλάσσης Ἱεράκων ὅριον πληρίον Ἰόππης.
47و حد بنی دان از طرف ایشان بیرون رفت، زیر که بنی دان برآمده، با لشم جنگ کردند و آن را گرفته، به دم شمشیر زدند. ومتصرف شده، در آن سکونت گرفتند. پس لشم رادان نامیدند، موافق اسم دان که پدر ایشان بود.
47αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Δὰν κατὰ δήμους αὐτῶν, αἱ πόλεις αὐτῶν καὶ αἱ κῶμαι αὐτῶν. καὶ οὐκ ἐξέθλιψαν οἱ υἱοὶ Δὰν τὸν Ἀμορραῖον τὸν θλίβοντα αὐτοὺς ἐν τῷ ὄρει· καὶ οὐκ εἴων αὐτοὺς οἱ Ἀμορραῖοι καταβῆναι εἰς τὴν κοιλάδα καὶ ἔθλιψαν ἀπ' αὐτῶν τὸ ὅριον τῆς μερίδος αὐτῶν.
48این است ملک سبط بنی دان برحسب قبایل ایشان، یعنیاین شهرها با دهات آنها.
48καὶ ἐπορεύθησαν οἱ υἱοὶ Δὰν καὶ ἐπολέμησαν τὴν Λαχὶς καὶ κατελάβοντο αὐτὴν καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι μαχαίρας καὶ κατῴκησαν αὐτὴν καὶ ἐκάλεσαν τὸ ὄνομα αὐτῆς Λασενδὰκ καὶ ὁ Ἀμορραῖος ὑπέμεινε τοῦ κατοικεῖν ἐν Ἐλὼμ καὶ ἐν Σαλαμίν· καὶ ἐβαρύνθη ἡ χεὶρ τοῦ Ἐφραὶμ ἐπ' αὐτούς, καὶ ἐγένοντο αὐτοῖς εἰς φόρον.
49و چون از تقسیم کردن زمین برحسب حدودش فارغ شدند، بنیاسرائیل ملکی را درمیان خود به یوشع بن نون دادند.
49Καὶ ἐπορεύθησαν ἐμβατεῦσαι τὴν γῆν κατὰ τὸ ὅριον αὐτῶν. καὶ ἔδωκαν οἱ υἱοὶ Ἰσραὴλ κλῆρον τῷ Ἰησοῖ τῷ υἱῷ Ναυὴ ἐν αὐτοῖς
50برحسب فرمان خداوند شهری که او خواست، یعنی تمنه سارح را در کوهستان افرایم به او دادند، پس شهررا بنا کرده، در آن ساکن شد.
50διὰ προστάγματος τοῦ Θεοῦ· καὶ ἔδωκαν αὐτῷ τὴν πόλιν, ἣν ᾐτήσατο, Θαμνασαράχ, ἥ ἐστιν ἐν τῷ ὄρει Ἐφραίμ· καὶ ᾠκοδόμησε τὴν πόλιν καὶ κατῴκει ἐν αὐτῇ.
51این است ملکهایی که العازار کاهن با یوشع بن نون و روسای آبای اسباط بنیاسرائیل درشیلوه به حضور خداوند نزد در خیمه اجتماع به قرعه تقسیم کردند. پس از تقسیم نمودن زمین فارغ شدند.
51αὗται αἱ διαιρέσεις ἃς κατεκληρονόμησεν Ἐλεάζαρ ὁ ἱερεὺς καὶ Ἰησοῦς ὁ τοῦ Ναυὴ καὶ οἱ ἄρχοντες τῶν πατριῶν ἐν ταῖς φυλαῖς Ἰσραὴλ κατὰ κλήρους ἐν Σηλώ, ἔναντι Κυρίου, παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ ἐπορεύθησαν ἐμβατεῦσαι τὴν γῆν.
Tip: use the ← and → keys to turn chapters.