ΙΩΒ 31
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Chinese Union Version, punctuated (Simplified)
1Διαθήκην ἐθέμην τοῖς ὀφθαλμοῖς μου, καὶ οὐ συνήσω ἐπὶ παρθένον.
1我与眼睛立约, 怎能恋恋瞻望处女呢?
2Καὶ τί ἐμέρισεν ὁ Θεὸς ἄνωθεν, καὶ κληρονομία ἱκανοῦ ἐξ ὑψίστων;
2从至上的 神所得之分, 从至高全能者所得之业是什么呢?
3Οὐαί, ἀπώλεια τῷ ἀδίκῳ, καὶ ἀπαλλοτρίωσις τοῖς ποιοῦσιν ἀνομίαν.
3岂不是祸患临到不义的, 灾害临到作孽的呢?
4Οὐχὶ αὐτὸς ὄψεται ὁδόν μου, καὶ πάντα τὰ διαβήματά μου ἐξαριθμήσεται;
4神岂不是察看我的道路, 数点我的脚步呢?
5Εἰ δὲ ἤμην πεπορευμένος μετὰ γελοιαστῶν, εἰ δὲ καὶ ἐσπούδασεν ὁ πούς μου εἰς δόλον·
5我若与虚谎同行, 脚若追随诡诈; (
6Ἕσταμαι γὰρ ἐν ζυγῷ δικαίῳ, οἶδε δὲ ὁ Κύριος τὴν ἀκακίαν μου·
6我若被公道的天平称度, 使 神可以知道我的纯正;)
7Εἰ ἐξέκλινεν ὁ πούς μου ἐκ τῆς ὁδοῦ, εἰ δὲ καὶ τῷ ὀφθαλμῷ ἐπηκολούθησεν ἡ καρδία μου, εἰ δὲ καὶ ταῖς χερσί μου ἡψάμην δώρων,
7我的脚步若偏离正路, 我的心若随着我的眼目, 若有玷污粘在我手上;
8σπείραιμι ἄρα καὶ ἄλλοι φάγοισαν, ἄῤῥιζος δὲ γενοίμην ἐπὶ γῆς.
8就愿我所种的有别人吃, 我田所产的被拔出来。
9Εἰ ἐξηκολούθησεν ἡ καρδία μου γυναικὶ ἀνδρὸς ἑτέρου, εἰ καὶ ἐγκάθετος ἐγενόμην ἐπὶ θύραις αὐτῆς,
9我若受迷惑,向妇人 起淫念 , 在邻舍的门外蹲伏,
10ἀρέσαι ἄρα καὶ ἡ γυνή μου ἑτέρῳ, τὰ δὲ νήπιά μου ταπεινωθείη.
10就愿我的妻子给别人推磨, 别人也与她同室。
11Θυμὸς γὰρ ὀργῆς ἀκατάσχετος, τὸ μιᾶναι ἀνδρὸς γυναῖκα.
11因为这是大罪, 是审判官 当罚的 罪孽。
12Πῦρ γάρ ἐστι καιόμενον ἐπὶ πάντων τῶν μερῶν, οὗδʼ ἂν ἐπέλθῃ ἐκ ῥιζῶν ἀπώλεσεν.
12这本是火焚烧,直到毁灭, 必拔除我所有的家产。
13Εἰ δὲ καὶ ἐφαύλισα κρίμα θεράποντός μου ἢ θεραπαίνης, κρινομένων αὐτῶν πρὸς μὲ,
13我的仆婢与我争辩的时候, 我若藐视不听他们的情节;
14τί γὰρ ποιήσω ἐὰν ἔτασίν μου ποιῆται ὁ Κύριος; ἐὰν δὲ καὶ ἐπισκοπήν τινα, ἀπόκρισιν ποιήσομαι;
14神兴起,我怎样行呢? 他察问,我怎样回答呢?
15Πότερον οὐχ ὡς καὶ ἐγὼ ἐγενόμην ἐν γαστρὶ, καὶ ἐκεῖνοι γεγόνασι; γεγόναμεν δὲ ἐν τῇ αὐτῇ κοιλίᾳ.
15造我在腹中的,不也是造他吗? 将他与我抟在腹中的岂不是一位吗?
16Ἀδύνατοι δὲ χρείαν ἥν ποτε εἶχον οὐκ ἀπέτυχον, χήρας δὲ τὸν ὀφθαλμὸν οὐκ ἐξέτηξα·
16我若不容贫寒人得其所愿, 或叫寡妇眼中失望,
17Εἰ δὲ καὶ τὸν ψωμόν μου ἔφαγον μόνος, καὶ οὐχὶ ὀρφανῷ μετέδωκα·
17或独自吃我一点食物, 孤儿没有与我同吃; (
18Ὅτι ἐκ νεότητός μου ἐξέτρεφον ὡς πατὴρ, καὶ ἐκ γαστρὸς μητρός μου ὡδήγησα·
18从幼年时孤儿与我同长,好像父子一样; 我从出母腹就扶助寡妇。)
19Εἰ δὲ καὶ ὑπερεῖδον γυμνὸν ἀπολλύμενον, καὶ οὐκ ἠμφίασα αὐτόν·
19我若见人因无衣死亡, 或见穷乏人身无遮盖;
20Ἀδύνατοι δὲ εἰ μὴ εὐλόγησάν με, ἀπὸ δὲ κουρᾶς ἀμνῶν μοῦ ἐθερμάνθησαν οἱ ὦμοι αὐτῶν·
20我若不使他因我羊的毛得暖, 为我祝福;
21Εἰ ἐπῆρα ὀρφανῷ χεῖρα, πεποιθὼς ὅτι πολλή μοι βοήθεια περίεστιν·
21我若在城门口见有帮助我的, 举手攻击孤儿;
22Ἀποσταίη ἄρα ὁ ὦμός μου ἀπὸ τῆς κλειδός, ὁ δὲ βραχίων μου ἀπὸ τοῦ ἀγκῶνος συντριβείη.
22情愿我的肩头从缺盆骨脱落, 我的膀臂从羊矢骨折断。
23Φόβος γὰρ Κυρίου συνέσχε με, ἀπὸ τοῦ λήμματος αὐτοῦ οὐχ ὑποίσω.
23因 神降的灾祸使我恐惧; 因他的威严,我不能妄为。
24Εἰ ἔταξα χρυσίον εἰς χοῦν μου, εἰ δὲ καὶ λίθῳ πολυτελεῖ ἐπεποίθησα,
24我若以黄金为指望, 对精金说: 你是 我的倚靠;
25εἰ δὲ καὶ εὐφράνθην πολλοῦ πλούτου μου γενομένου, εἰ δὲ καὶ ἐπʼ ἀναριθμήτοις ἐθέμην χεῖρά μου·
25我若因财物丰裕, 因我手多得资财而欢喜;
26Ἢ οὐχ ὁρῶμεν ἥλιον τὸν ἐπιθαύσκοντα ἐκλείποντα, σελήνην δὲ φθίνουσαν; οὐ γὰρ ἐπʼ αὐτοῖς ἐστί·
26我若见太阳发光, 明月行在空中,
27Καὶ εἰ ἠπατήθη λάθρα ἡ καρδία μου, εἰ δὲ χεῖρά μου ἐπιθεὶς ἐπὶ στόματί μου ἐφίλησα.
27心就暗暗被引诱, 口便亲手;
28Καὶ τοῦτό μοι ἄρα ἀνομία ἡ μεγίστη λογισθείη, ὅτι ἐψευσάμην ἐναντίον Κυρίου τοῦ ὑψίστου.
28这也是审判官 当罚的 罪孽, 又是我背弃在上的 神。
29Εἰ δὲ καὶ ἐπιχαρὴς ἐγενόμην πτώματι ἐχθρῶν μου, καὶ εἶπεν ἡ καρδία μου, εὖγε.
29我若见恨我的遭报就欢喜, 见他遭灾便高兴; (
30Ἀκούσαι ἄρα τὸ οὖς μου τὴν κατάραν μου, θρυληθείην δὲ ἄρα ὑπὸ λαοῦ μου κακούμενος.
30我没有容口犯罪, 咒诅他的生命;)
31Εἰ δὲ καὶ πολλάκις εἶπον αἱ θεράπαιναί μου, τίς ἄν δῴη ἡμῖν τῶν σαρκῶν αὐτοῦ πλησθῆναι; λίαν μου χρηστοῦ ὄντος·
31若我帐棚的人未尝说, 谁不以主人的食物吃饱呢? (
32Ἔξω δὲ οὐκ ηὐλίζετο ξένος, ἡ δὲ θύρα μου παντὶ ἐλθόντι ἀνέῳκτο·
32从来我没有容客旅在街上住宿, 却开门迎接行路的人;)
33Εἰ δὲ καὶ ἁμαρτὼν ἀκουσίως ἔκρυψα τὴν ἁμαρτίαν μου·
33我若像 亚当 遮掩我的过犯, 将罪孽藏在怀中;
34Οὐ γὰρ διετράπην πολυοχλίαν πλήθους, τοῦ μὴ ἐξαγορεῦσαι ἐνώπιον αὐτῶν· εἰ δὲ καὶ εἴασα ἀδύνατον ἐξελθεῖν θύραν μου κόλπῳ κενῷ·
34因惧怕大众, 又因宗族藐视我使我惊恐, 以致闭口无言,杜门不出;
35Τίς δῴη ἀκούοντά μου; χεῖρα δὲ Κυρίου εἰ μὴ ἐδεδοίκειν· συγγραφὴν δὲ ἣν εἶχον κατά τινος,
35惟愿有一位肯听我! (看哪,在这里有我所划的押, 愿全能者回答我!)
36ἐπʼ ὤμοις ἂν περιθέμενος στέφανον ἀνεγίνωσκον,
36愿那敌我者所写的状词 在我这里 ! 我必带在肩上,又绑在头上为冠冕。
37καὶ εἰ μὴ ῥῆξας αὐτὴν ἀπέδωκα, οὐθὲν λαβὼν παρὰ χρεωφειλέτου·
37我必向他述说我脚步的数目, 必如君王进到他面前。
38Εἰ ἐπʼ ἐμοί ποτε ἡ γῆ ἐστέναξεν, εἰ δὲ καὶ οἱ αὔλακες αὐτῆς ἔκλαυσαν ὁμοθυμαδόν·
38我若 夺取 田地,这地向我喊冤, 犁沟一同哭泣;
39Εἰ δὲ καὶ τὴν ἰσχὺν αὐτῆς ἔφαγον μόνος ἄνευ τιμῆς, εἰ δὲ καὶ ψυχὴν κυρίου τῆς γῆς ἐκλαβὼν ἐλύπησα·
39我若吃地的出产不给价值, 或叫原主丧命;
40Ἀντὶ πυροῦ ἄρα ἐξέλθοι μοι κνίδη, ἀντὶ δὲ κριθῆς βάτος. Καὶ ἐπαύσατο Ἰὼβ ῥήμασιν.
40愿这地长蒺藜代替麦子, 长恶草代替大麦。 约伯 的话说完了。
Tip: use the ← and → keys to turn chapters.