ΙΩΒ
Chapter 15
Septuagint (Brenton Gree…
vs Chinese Union Vers…
Aa
Text size
Line width
Verse numbers
Septuagint (Brenton Greek text, with Apocrypha)
Chinese Union Version, punctuated (Simplified)
1Ὑπολαβὼν δὲ Ἐλιφὰζ ὁ Θαιμανίτης, λέγει,
1提幔 人 以利法 回答说:
2Πότερον σοφὸς ἀπόκρισιν δώσει συνέσεως πνεῦμα, καὶ ἐνέπλησε πόνον γαστρὸς,
2智慧人岂可用虚空的知识回答, 用东风充满肚腹呢?
3ἐλέγχων ἐν ῥήμασιν οἷς οὐ δεῖ, καὶ ἐν λόγοις οἷς οὐδὲν ὄφελος;
3他岂可用无益的话 和无济于事的言语理论呢?
4Οὐ καὶ σὺ ἀπεποιήσω φόβον, συνετελέσω δὲ ῥήματα τοιαῦτα ἔναντι τοῦ Κυρίου;
4你是废弃敬畏的意, 在 神面前阻止敬虔的心。
5Ἔνοχος εἶ ῥήμασι στόματός σου, οὐδὲ διέκρινας ῥήματα δυναστῶν.
5你的罪孽指教你的口; 你选用诡诈人的舌头。
6Ἐλέγξαι σε τὸ σὸν στόμα καὶ μὴ ἐγὼ, τὰ δὲ χείλη σου καταμαρτυρήσουσι σου.
6你自己的口定你有罪,并非是我; 你自己的嘴见证你的不是。
7Τί γάρ; μὴ πρῶτος ἀνθρώπων ἐγεννήθης; ἢ πρὸ θινῶν ἐπάγης;
7你岂是头一个被生的人吗? 你受造在诸山之先吗?
8Ἢ σύνταγμα Κυρίου ἀκήκοας; ἢ συμβούλῳ σοι ἐχρήσατο ὁ Θεός; εἰς δέ σε ἀφίκετο σοφία;
8你曾听见 神的密旨吗? 你还将智慧独自得尽吗?
9Τί γὰρ οἶδας, ὃ οὐκ οἴδαμεν; ἢ τί συνίεις σὺ, ὃ οὐ καὶ ἡμεῖς;
9你知道什么是我们不知道的呢? 你明白什么是我们不明白的呢?
10Καί γε πρεσβύτης καί γε παλαιὸς ἐν ἡμῖν, βαρύτερος τοῦ πατρός σου ἡμέραις.
10我们这里有白发的和年纪老迈的, 比你父亲还老。
11Ὀλίγα ὧν ἡμάρτηκας μεμαστίγωσαι, μεγάλως ὑπερβαλλόντως λελάληκας.
11神用温和的话安慰你, 你以为太小吗?
12Τί ἐτόλμησεν ἡ καρδία σου; ἢ τί ἐπήνεγκαν οἱ ὀφθαλμοί σου,
12你的心为何将你逼去? 你的眼为何冒出火星,
13ὅτι θυμὸν ἔῤῥηξας ἔναντι Κυρίου, ἐξήγαγες δὲ ἐκ στόματος ῥήματα τοιαῦτα;
13使你的灵反对 神, 也任你的口发这言语?
14Τίς γὰρ ὢν βροτὸς, ὅτι ἔσται ἅμεμπτος; ἢ ὡς ἐσόμενος δίκαιος γεννητὸς γυναικός;
14人是什么,竟算为洁净呢? 妇人所生的是什么,竟算为义呢?
15Εἰ κατὰ ἁγίων οὐ πιστεύει, οὐρανὸς δὲ οὐ καθαρὸς ἐναντίον αὐτοῦ.
15神不信靠他的众圣者; 在他眼前,天也不洁净,
16Ἔα δὲ ἐβδελυγμένος καὶ ἀκάθαρτος ἀνὴρ, πίνων ἀδικίας ἶσα ποτῷ.
16何况那污秽可憎、 喝罪孽如水的世人呢!
17Ἀναγγελῶ δέ σοι, ἄκουέ μου, ἃ δὴ ἑώρακα, ἀναγγελῶ σοι,
17我指示你,你要听; 我要述说所看见的,
18ἃ σοφοὶ ἐροῦσι, καὶ οὐκ ἔκρυψαν πατέρες αὐτῶν.
18就是智慧人从列祖所受, 传说而不隐瞒的。
19Αὐτοῖς μόνοις ἐδόθη ἡ γῆ, καὶ οὐκ ἐπῆλθεν ἀλλογενὴς ἐπʼ αὐτούς.
19这地惟独赐给他们, 并没有外人从他们中间经过。
20Πᾶς ὁ βίος ἀσεβοῦς ἐν φροντίδι, ἔτη δὲ ἀριθμητὰ δεδομένα δυνάστῃ.
20恶人一生之日劬劳痛苦; 强暴人一生的年数也是如此。
21Ὁ δὲ φόβος αὐτοῦ ἐν ὠσὶν αὐτοῦ· ὅταν δοκῇ ἤδη εἰρηνεύειν, ἥξει αὐτοῦ ἡ καταστροφή.
21惊吓的声音常在他耳中; 在平安时,抢夺的必临到他那里。
22Μὴ πιστευέτω ἀποστραφῆναι ἀπὸ σκότους, ἐντέταλται γὰρ ἤδη εἰς χεῖρας σιδήρου,
22他不信自己能从黑暗中转回; 他被刀剑等候。
23κατατέτακται δὲ εἰς σῖτα γυψίν· οἶδε δὲ ἐν ἑαυτῷ ὅτι μένει εἰς πτῶμα· ἡμέρα δὲ σκοτεινὴ αὐτὸν στροβήσει,
23他漂流在外求食, 说 :哪里有食物呢? 他知道黑暗的日子在他手边预备好了。
24ἀνάγκη δὲ καὶ θλίψις αὐτὸν καθέξει, ὥσπερ στρατηγὸς πρωτοστάτης πίπτων·
24急难困苦叫他害怕, 而且胜了他,好像君王预备上阵一样。
25Ὅτι ᾖρκε χεῖρας ἐναντίον τοῦ Κυρίου, ἔναντι δὲ Κυρίου παντοκράτορος ἐτραχηλίασεν.
25他伸手攻击 神, 以骄傲攻击全能者,
26Ἔδραμε δὲ ἐναντίον αὐτοῦ ὕβρει, ἐν πάχει νώτου ἀσπίδος αὐτοῦ.
26挺 着 颈项, 用盾牌的厚凸面向全能者直闯;
27Ὅτι ἐκάλυψε τὸ πρόσωπον αὐτοῦ ἐν στέατι αὐτοῦ, καὶ ἐποίησε περιστόμιον ἐπὶ τῶν μηρίων.
27是因他的脸蒙上脂油, 腰积成肥肉。
28Αὐλισθείη δὲ πόλεις ἐρήμους, εἰσέλθοι δὲ εἰς οἴκους ἀοικήτους· ἃ δὲ ἐκεῖνοι ἡτοίμασαν, ἄλλοι ἀποίσονται.
28他曾住在荒凉城邑, 无人居住、将成乱堆的房屋。
29Οὔτε μὴ πλουτισθῇ, οὔτε μὴ μείνῃ αὐτοῦ τὰ ὑπάρχοντα· οὐ μὴ βάλῃ ἐπὶ τὴν γῆν σκιὰν,
29他不得富足,财物不得常存, 产业在地上也不加增。
30οὐδὲ μὴ ἐκφύγῃ τὸ σκότος· τὸν βλαστὸν αὐτοῦ μαράναι ἄνεμος, ἐκπέσοι δὲ αὐτοῦ τὸ ἄνθος.
30他不得出离黑暗。 火焰要将他的枝子烧干; 因 神口中的气,他要灭亡 。
31Μὴ πιστευέτω ὅτι ὑπομενεῖ, κενὰ γὰρ ἀποβήσεται αὐτῷ.
31他不用倚靠虚假欺哄自己, 因虚假必成为他的报应。
32Ἡ τομὴ αὐτοῦ πρὸ ὥρας φθαρήσεται, καὶ ὁ ῥάδαμνος αὐτοῦ οὐ μὴ πυκάσῃ.
32他的日期未到之先,这事必成就; 他的枝子不得青绿。
33Τρυγηθείη δὲ ὡς ὄμφαξ πρὸ ὥρας, ἐκπέσοι δὲ ὡς ἄνθος ἐλαίας.
33他必像葡萄树的葡萄,未熟而落; 又像橄榄树的花,一开而谢。
34Μαρτύριον γὰρ ἀσεβοῦς θάνατος· πῦρ δὲ καύσει οἴκους δωροδεκτῶν·
34原来不敬虔之辈必无生育; 受贿赂之人的帐棚必被火烧。
35Ἐν γαστρὶ δὲ λήψεται ὀδύνας, ἀποβήσεται δὲ αὐτῷ κενὰ, ἡ δὲ κοιλία αὐτοῦ ὑποίσει δόλον.
35他们所怀的是毒害,所生的是罪孽; 心里所预备的是诡诈。

Tip: use the ← and → keys to turn chapters.