ΙΩΒ
Chapter 29
Septuagint (Brenton Gree…
vs Chinese Union Vers…
Aa
Text size
Line width
Verse numbers
Septuagint (Brenton Greek text, with Apocrypha)
Chinese Union Version, punctuated (Simplified)
1Ἔτι δὲ προσθεὶς Ἰὼβ εἶπε τῷ προοιμίῳ,
1约伯 又接着说:
2Τίς ἄν με θείη κατὰ μῆνα ἔμπροσθεν ἡμερῶν, ὧν με ὁ Θεὸς ἐφύλαξεν;
2惟愿我 的景况 如从前的月份, 如 神保守我的日子。
3Ὡς ὅτε ηὔγει ὁ λύχνος αὐτοῦ ὑπὲρ κεφαλῆς μου, ὅτε τῷ φωτὶ αὐτοῦ ἐπορευόμην ἐν σκότει·
3那时他的灯照在我头上; 我借他的光行过黑暗。
4Ὅτε ἤμην ἐπιβρίθων ὁδοὺς, ὅτε ὁ Θεὸς ἐπισκοπὴν ἐποιεῖτο τοῦ οἴκου μου·
4我愿如壮年的时候: 那时我在帐棚中, 神待我有密友之情;
5Ὅτε ἤμην ὑλώδης λίαν, κύκλῳ δέ μου οἱ παῖδες·
5全能者仍与我同在; 我的儿女都环绕我。
6Ὅτε ἐχέοντο αἱ ὁδοί μου βουτύρῳ, τὰ δὲ ὄρη μου ἐχέοντο γάλακτι·
6奶多可洗我的脚; 磐石为我出油成河。
7Ὅτε ἐξεπορευόμην ὄρθριος ἐν πόλει, ἐν δὲ πλατείαις ἐτίθετό μου ὁ δίφρος.
7我出到城门, 在街上设立座位;
8Ἰδόντες με νεανίσκοι ἐκρύβησαν, πρεσβῦται δὲ πάντες ἔστησαν.
8少年人见我而回避, 老年人也起身站立;
9Ἁδροὶ δὲ ἐπαύσαντο λαλοῦντες, δάκτυλον ἐπιθέντες ἐπὶ στόματι.
9王子都停止说话, 用手捂口;
10Οἱ δὲ ἀκούσαντες ἐμακάρισάν με, καὶ γλῶσσα αὐτῶν τῷ λάρυγγι αὐτῶν ἐκολλήθη.
10首领静默无声, 舌头贴住上膛。
11Ὅτι οὖς ἤκουσε καὶ ἐμακάρισέ με, ὀφθαλμὸς δὲ ἰδών με ἐξέκλινε.
11耳朵听我的,就称我有福; 眼睛看我的,便称赞我;
12Διέσωσα γὰρ πτωχὸν ἐκ χειρὸς δυνάστου, καὶ ὀρφανῷ ᾧ οὐκ ἦν βοηθὸς, ἐβοήθησα.
12因我拯救哀求的困苦人 和无人帮助的孤儿。
13Εὐλογία ἀπολλυμένου ἐπʼ ἐμὲ ἔλθοι, στόμα δὲ χήρας με εὐλόγησε·
13将要灭亡的为我祝福; 我也使寡妇心中欢乐。
14Δικαιοσύνην δὲ ἐνδεδύκειν, ἠμφιασάμην δὲ κρίμα ἶσα διπλοΐδι.
14我以公义为衣服, 以公平为外袍和冠冕。
15Ὀφθαλμὸς ἤμην τυφλῶν, ποὺς δὲ χωλῶν.
15我为瞎子的眼, 瘸子的脚。
16Ἐγὼ ἤμην πατὴρ ἀδυνάτων, δίκην δὲ ἣν οὐκ ᾔδειν ἐξιχνίασα.
16我为穷乏人的父; 素不认识的人,我查明他的案件。
17Συνέτριψα δὲ μύλας ἀδίκων, ἐκ μέσου τῶν ὀδόντων αὐτῶν ἅρπαγμα ἐξήρπασα.
17我打破不义之人的牙床, 从他牙齿中夺了所抢的。
18Εἶπα δὲ, ἡ ἡλικία μου γηράσει ὥσπερ στέλεχος φοίνικος, πολὺν χρόνον βιώσω.
18我便说:我必死在家中, 必增添我的日子,多如尘沙。
19Ἡ ῥίζα διήνοικται ἐπὶ ὕδατος, καὶ δρόσος αὐλισθήσεται ἐν τῷ θερισμῷ μου.
19我的根长到水边; 露水终夜沾在我的枝上。
20Ἡ δόξα μου κενὴ μετʼ ἐμοῦ, καὶ τὸ τόξον μου ἐν χειρὶ αὐτοῦ πορεύεται.
20我的荣耀在身上增新; 我的弓在手中日强。
21Ἐμοῦ ἀκούσαντες προσέσχον, ἐσιώπησαν δὲ ἐπὶ τῇ ἐμῇ βουλῇ.
21人听见我而仰望, 静默等候我的指教。
22Ἐπὶ τῷ ἐμῷ ῥήματι οὐ προσέθεντο, περιχαρεῖς δὲ ἐγίνοντο ὁπόταν αὐτοῖς ἐλάλουν.
22我说话之后,他们就不再说; 我的言语 像雨露 滴在他们身上。
23Ὥσπερ γῆ διψῶσα προσδεχομένη τὸν ὑετὸν, οὕτως οὗτοι τὴν ἐμὴν λαλιάν.
23他们仰望我如仰望雨, 又张开口如切慕春雨。
24Ἐὰν γελάσω πρὸς αὐτοὺς, οὐ μὴ πιστεύσωσι, καὶ φῶς τοῦ προσώπου μου οὐκ ἀπέπιπτεν.
24他们不敢自信,我就向他们含笑; 他们不使我脸上的光改变。
25Ἐξελεξάμην ὁδὸν αὐτῶν, καὶ ἐκάθισα ἄρχων, καὶ κατεσκήνουν ὡσεὶ βασιλεὺς ἐν μονοζώνοις, ὃν τρόπον παθεινοὺς παρακαλῶν.
25我为他们选择道路,又坐首位; 我如君王在军队中居住, 又如吊丧的安慰伤心的人。

Tip: use the ← and → keys to turn chapters.