ΙΩΒ 38
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Chinese Union Version, punctuated (Simplified)
1Μετὰ δὲ τὸ παύσασθαι Ἐλιοὺν τῆς λέξεως, εἶπεν ὁ Κύριος τῷ Ἰὼβ διὰ λαίλαπος καὶ νεφῶν,
1那时,耶和华从旋风中回答 约伯 说:
2Τίς οὗτος ὁ κρύπτων με βουλὴν, συνέχεν δὲ ῥήματα ἐν καρδίᾳ, ἐμὲ δὲ οἴεται κρύπτειν;
2谁用无知的言语使 我的 旨意暗昧不明?
3Ζώσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου· ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι.
3你要如勇士束腰; 我问你,你可以指示我。
4Ποῦ ἦς ἐν τῷ θεμελιοῦν με τὴν γῆν; ἀπάγγειλον δέ μοι εἰ ἐπίστῃ σύνεσιν.
4我立大地根基的时候,你在哪里呢? 你若有聪明,只管说吧!
5Τίς ἔθετο τὰ μέτρα αὐτῆς, εἰ οἶδας; ἢ τίς ὁ ἐπαγαγὼν σπαρτίον ἐπʼ αὐτῆς;
5你若晓得 就说 ,是谁定地的尺度? 是谁把准绳拉在其上?
6Ἐπὶ τίνος οἱ κρίκοι αὐτῆς πεπήγασι; τίς δέ ἐστιν ὁ βαλὼν λίθον γωνιαῖον ἐπʼ αὐτῆς;
6地的根基安置在何处? 地的角石是谁安放的?
7Ὅτε ἐγενήθησαν ἄστρα, ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες ἄγγελοί μου.
7那时,晨星一同歌唱; 神的众子也都欢呼。
8Ἔφραξα δὲ θάλασσαν πύλαις, ὅτε ἐμαίμασσεν ἐκ κοιλίας μητρὸς αὐγῆς ἐκπορευομένη·
8海水冲出,如出胎胞, 那时谁将它关闭呢?
9Ἐθέμην δὲ αὐτῇ νέφος ἀμφίασιν, ὁμίχλῃ δὲ αὐτὴν ἐσπαργάνωσα.
9是我用云彩当海的衣服, 用幽暗当包裹它的布,
10Ἐθέμην δὲ αὐτῇ ὅρια, περιθεὶς κλεῖθρα καὶ πύλας.
10为它定界限, 又安门和闩,
11Εἶπα δὲ αὐτῇ, μέχρι τούτου ἐλεύσῃ, καὶ οὐχ ὑπερβήσῃ, ἀλλʼ ἐν σεαυτῇ συντριβήσεταί σου τὰ κύματα.
11说:你只可到这里,不可越过; 你狂傲的浪要到此止住。
12Ἢ ἐπὶ σοῦ συντέταχα φέγγος πρωϊνόν; Ἑωσφόρος δὲ ἶδε τὴν ἑαυτοῦ τάξιν,
12你自生以来,曾命定晨光, 使清晨的日光知道本位,
13ἐπιλαβέσθαι πτερύγων γῆς, ἐκτινάξαι ἀσεβεῖς ἐξ αὐτῆς;
13叫这光普照地的四极, 将恶人从其中驱逐出来吗?
14Ἢ σὺ λαβὼν γῆν πηλὸν, ἔπλασας ζῶον, καὶ λαλητὸν αὐτὸν ἔθου ἐπὶ γῆς;
14因 这光 ,地面改变如泥上印印, 万物 出现如衣服一样。
15Ἀφεῖλες δὲ ἀπὸ ἀσεβῶν τὸ φῶς, βραχίονα δὲ ὑπερηφάνων συνέτριψας;
15亮光不照恶人; 强横的膀臂也必折断。
16Ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας;
16你曾进到海源, 或在深渊的隐密处行走吗?
17Ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν;
17死亡的门曾向你显露吗? 死荫的门你曾见过吗?
18Νενουθέτησαι δὲ τὸ εὖρος τῆς ὑπʼ οὐρανόν; ἀνάγγειλον δή μοι, πόση τίς ἐστι;
18地的广大你能明透吗? 你若全知道,只管说吧!
19Ποίᾳ δὲ γῇ αὐλίζεται τὸ φῶς; σκότους δὲ ποῖος ὁ τόπος;
19光明的居所从何而至? 黑暗的本位在于何处?
20Εἰ ἀγάγοις με εἰς ὅρια αὐτῶν, εἰ δὲ καὶ ἐπίστασαι τρίβους αὐτῶν·
20你能带到本境, 能看明其室之路吗?
21Οἶδα ἄρα ὅτι τότε γεγέννησαι, ἀριθμὸς δὲ ἐτῶν σου πολύς;
21你总知道, 因为你早已生在世上, 你日子的数目也多。
22Ἦλθες δὲ ἐπὶ θησαυροὺς χιόνος, θησαυροὺς δὲ χαλάζης ἑώρακας;
22你曾进入雪库, 或见过雹仓吗?
23Ἀπόκειται δέ σοι εἰς ὥραν ἐχθρῶν, εἰς ἡμέραν πολέμων καὶ μάχης;
23这雪雹乃是我为降灾, 并打仗和争战的日子所预备的。
24Πόθεν δὲ ἐκπορεύεται πάχνη, ἢ διασκεδάννυται Νότος εἰς τὴν ὑπʼ οὐρανόν;
24光亮从何路分开? 东风从何路分散遍地?
25Τίς δὲ ἡτοίμασεν ὑετῷ λάβρῳ ῥύσιν, ὁδὸν δὲ κυδοιμῶν,
25谁为雨水分道? 谁为雷电开路?
26τοῦ ὑετίσαι ἐπὶ γῆν οὗ οὐκ ἀνήρ, ἔρημον οὗ οὐχ ὑπάρχει ἄνθρωπος ἐν αὐτῇ,
26使雨降在无人之地、 无人居住的旷野?
27τοῦ χορτάσαι ἄβατον καὶ ἀοίκητον, καὶ τοῦ ἐκβλαστῆσαι ἔξοδον χλόης;
27使荒废凄凉 之地 得以丰足, 青草得以发生?
28Τίς ἐστιν ὑετοῦ πατήρ; τίς δέ ἐστιν ὁ τετοκὼς βώλους δρόσου;
28雨有父吗? 露水珠是谁生的呢?
29Ἐκ γαστρὸς δὲ τίνος ἐκπορεύεται ὁ κρύσταλλος; πάχνην δὲ ἐν οὐρανῷ τίς τέτοκεν,
29冰出于谁的胎? 天上的霜是谁生的呢?
30ἣ καταβαίνει ὥσπερ ὕδωρ ῥέον; πρόσωπον ἀσεβοῦς τίς ἔπτηξε;
30诸水坚硬如石头; 深渊之面凝结成冰。
31Συνῆκας δὲ δεσμὸν Πλειάδος, καὶ φραγμὸν Ὠρίωνος ἤνοιξας;
31你能系住昴星的结吗? 能解开参星的带吗?
32Ἢ διανοίξεις μαζουρὼθ ἐν καιρῷ αὐτοῦ, καὶ ἕσπερον ἐπὶ κόμης αὐτοῦ ἄξεις αὐτά;
32你能按时领出十二宫吗? 能引导北斗和随它的众星吗?
33Ἐπίστασαι δὲ τροπὰς οὐρανοῦ, ἢ τὰ ὑπʼ οὐρανὸν ὁμοθυμαδὸν γινόμενα;
33你知道天的定例吗? 能使地归在天的权下吗?
34καλέσεις δὲ νέφος φωνῇ, καὶ τρόμῳ ὕδατος λάβρου ὑπακούσεταί σου;
34你能向云彩扬起声来, 使倾盆的雨遮盖你吗?
35Ἀποστελεῖς δὲ κεραυνοὺς καὶ πορεύσονται; ἐροῦσι δέ σοι, τί ἐστι;
35你能发出闪电,叫它行去, 使它对你说:我们在这里?
36Τίς δὲ ἔδωκε γυναιξὶν ὑφάσματος σοφίαν, ἢ ποικιλτικὴν ἐπιστήμην;
36谁将智慧放在怀中? 谁将聪明赐于心内?
37Τίς δὲ ὁ ἀριθμῶν νέφη σοφίᾳ, οὐρανὸν δὲ εἰς γῆν ἔκλινε;
37谁能用智慧数算云彩呢? 尘土聚集成团,土块紧紧结连; 那时,谁能倾倒天上的瓶呢?
38Κέχυται δὲ ὥσπερ γῆ κονία, κεκόλληκα δὲ αὐτὸν ὥσπερ λίθῳ κύβον.
no verse 38 in this text
39Θηρεύσεις δὲ λέουσι βορὰν, ψυχὰς δὲ δρακόντων ἐμπλήσεις;
39母狮子在洞中蹲伏, 少壮狮子在隐密处埋伏; 你能为它们抓取食物, 使它们饱足吗?
40Δεδοίκασι γὰρ ἐν κοίταις αὐτῶν, κάθηνται δὲ ἐν ὕλαις ἐνεδρεύοντες.
no verse 40 in this text
41Τίς δὲ ἡτοίμασε κόρακι βοράν; νεοσσοὶ γὰρ αὐτοῦ πρὸς Κύριον κεκράγασι πλανώμενοι, τὰ σῖτα ζητοῦντες.
41乌鸦之雏因无食物飞来飞去,哀告 神; 那时,谁为它预备食物呢?
Tip: use the ← and → keys to turn chapters.