ΗΣΑΙΑΣ 24
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Chinese Union Version, punctuated (Simplified)
1Ἰδοὺ Κύριος καταφθείρει τὴν οἰκουμένην, καὶ ἐρημώσει αὐτὴν, καὶ ἀνακαλύψει τὸ πρόσωπον αὐτῆς, καὶ διασπερεῖ τοὺς ἐνοικοῦντας ἐν αὐτῇ.
1看哪,耶和华使地空虚,变为荒凉; 又翻转大地,将居民分散。
2Καὶ ἔσται ὁ λαὸς ὡς ἱερεύς, καὶ ὁ παῖς ὡς ὁ κύριος, καὶ ἡ θεράπαινα ὡς ἡ κυρία· ἔσται ὁ ἀγοράζων ὡς ὁ πωλῶν, ὁ δανείζων ὡς ὁ δανειζόμενος, καὶ ὁ ὀφείλων ὡς ᾧ ὀφείλει.
2那时百姓怎样,祭司也怎样; 仆人怎样,主人也怎样; 婢女怎样,主母也怎样; 买物的怎样,卖物的也怎样; 放债的怎样,借债的也怎样; 取利的怎样,出利的也怎样。
3Φθορᾷ φθαρήσεται ἡ γῆ, καὶ προνομῇ προνομευθήσεται ἡ γῆ· τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα.
3地必全然空虚,尽都荒凉; 因为这话是耶和华说的。
4Ἐπένθησεν ἡ γῆ, καὶ ἐφθάρη ἡ οἰκουμένη, ἐπένθησαν οἱ ὑψηλοὶ τῆς γῆς.
4地上悲哀衰残, 世界败落衰残; 地上居高位的人也败落了。
5Ἡ δὲ ἠνόμησε διὰ τοὺς κατοικοῦντας αὐτήν, διότι παρήλθοσαν τὸν νόμον, καὶ ἤλλαξαν τὰ προστάγματα διαθήκην αἰώνιον.
5地被其上的居民污秽; 因为他们犯了律法, 废了律例,背了永约。
6Διατοῦτο ἀρὰ ἔδεται τὴν γῆν, ὅτι ἡμάρτοσαν οἱ κατοικοῦντες αὐτήν· διατοῦτο πτωχοὶ ἔσονται οἱ ἐνοικοῦντες ἐν τῇ γῇ, καὶ καταλειφθήσονται ἄνθρωποι ὀλίγοι.
6所以,地被咒诅吞灭; 住在其上的显为有罪。 地上的居民被火焚烧, 剩下的人稀少。
7Πενθήσει οἶνος, πενθήσει ἄμπελος, στενάξουσιν πάντες οἱ εὐφραινόμενοι τὴν ψυχήν.
7新酒悲哀,葡萄树衰残; 心中欢乐的俱都叹息。
8Πέπαυται εὐφροσύνη τυμπάνων, πέπαυται φωνὴ κιθάρας.
8击鼓之乐止息; 宴乐人的声音完毕, 弹琴之乐也止息了。
9Ἠσχύνθησαν, οὐκ ἔπιον οἶνον, πικρὸν ἐγένετο τὸ σίκερα τοῖς πίνουσιν.
9人必不得饮酒唱歌; 喝浓酒的,必以为苦。
10Ἠρημώθη πᾶσα πόλις, κλείσει οἰκίαν τοῦ μὴ εἰσελθεῖν.
10荒凉的城拆毁了; 各家关门闭户,使人都不得进去。
11Ὀλολύζεται περὶ τοῦ οἴνου πανταχῇ, πέπαυται πᾶσα εὐφροσύνη τῆς γῆς, ἀπῆλθε πᾶσα εὐφροσύνη τῆς γῆς.
11在街上因酒有悲叹的声音; 一切喜乐变为昏暗; 地上的欢乐归于无有。
12Καὶ καταλειφθήσονται πόλεις ἔρημοι, καὶ οἶκοι ἐγκαταλελειμμένοι ἀπολοῦνται.
12城中只有荒凉; 城门拆毁净尽。
13Ταῦτα πάντα ἔσονται ἐν τῇ γῇ ἐν μέσῳ τῶν ἐθνῶν· ὃν τρόπον ἐάν τις καλαμήσηται ἐλαίαν, οὕτως καλαμήσονται αὐτούς· καὶ ἐὰν παύσηται ὁ τρυγητὸς,
13在地上的万民中, 必像打过的橄榄树, 又像已摘的葡萄所剩无几。
14οὗτοι βοῇ φωνήσουσιν. οἱ δὲ καταλειφθέντες ἐπὶ τῆς γῆς εὐφρανθήσονται ἅμα τῇ δόξῃ Κυρίου, ταραχθήσεται τὸ ὕδωρ τῆς θαλάσσης.
14这些人要高声欢呼; 他们为耶和华的威严,从海那里扬起声来。
15Διατοῦτο ἡ δόξα Κυρίου ἐν ταῖς νήσοις ἔσται τῆς θαλάσσης, τὸ ὄνομα Κυρίου ἔνδοξον ἔσται.
15因此,你们要在东方荣耀耶和华, 在众海岛荣耀耶和华— 以色列 神的名。
16Κύριε ὁ Θεὸς Ἰσραὴλ, ἀπὸ τῶν πτερύγων τῆς γῆς τέρατα ἠκούσαμεν, ἐλπὶς τῷ εὐσεβεῖ· καὶ ἐροῦσιν, οὐαὶ τοῖς ἀθετοῦσιν, οἱ ἀθετοῦντες τὸν νόμον.
16我们听见从地极有人歌唱, 说 : 荣耀归于义人。 我却说:我消灭了! 我消灭了,我有祸了! 诡诈的行诡诈; 诡诈的大行诡诈。
17Φόβος καὶ βόθυνος καὶ παγὶς ἐφʼ ὑμᾶς τοὺς ἐνοικοῦντας ἐπὶ τῆς γῆς.
17地上的居民哪, 恐惧、陷坑、网罗都临近你。
18Καὶ ἔσται ὁ φεύγων τὸν φόβον, ἐμπεσεῖται εἰς τὸν βόθυνον· καὶ ὁ ἐκβαίνων ἐκ τοῦ βοθύνου, ἁλώσεται ὑπὸ τῆς παγίδος· ὅτι θυρίδες ἐκ τοῦ οὐρανοῦ ἀνεῴχθησαν, καὶ σεισθήσεται τὰ θεμέλια τῆς γῆς.
18躲避恐惧声音的必坠入陷坑; 从陷坑上来的必被网罗缠住; 因为 天 上的窗户都开了, 地的根基也震动了。
19Ταραχῇ ταραχθήσεται ἡ γῆ, καὶ ἀπορίᾳ ἀπορηθήσεται ἡ γῆ.
19地全然破坏,尽都崩裂, 大大地震动了。
20Ἔκλινεν ὡς ὁ μεθύων καὶ κραιπαλῶν, καὶ σεισθήσεται ὡς ὀπωροφυλάκιον ἡ γῆ· κατίσχυσεν γὰρ ἐπʼ αὐτῆς ἡ ἀνομία, καὶ πεσεῖται, καὶ οὐ μὴ δύνηται ἀναστῆναι.
20地要东倒西歪,好像醉酒的人; 又摇来摇去,好像吊床。 罪过在其上沉重, 必然塌陷,不能复起。
21Καὶ ἐπάξει ὁ Θεὸς ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ τὴν χεῖρα, καὶ ἐπὶ τοὺς βασιλεῖς τῆς γῆς.
21到那日,耶和华在高处必惩罚高处的众军, 在地上必惩罚地上的列王。
22Καὶ συνάξουσι συναγωγὴν αὐτῆς εἰς δεσμωτήριον, καὶ ἀποκλείσουσιν εἰς ὀχύρωμα· διὰ πολλῶν γενεῶν ἐπισκοπὴ ἔσται αὐτῶν.
22他们必被聚集,像囚犯被聚在牢狱中, 并要囚在监牢里, 多日之后便被讨罪。
23Καὶ τακήσεται ἡ πλίνθος, καὶ πεσεῖται τὸ τεῖχος· ὅτι βασιλεύσει Κύριος ἐκ Σιὼν, καὶ ἐξ Ἱερουσαλὴμ, καὶ ἐνώπιον τῶν πρεσβυτέρων δοξασθήσεται.
23那时,月亮要蒙羞,日头要惭愧; 因为万军之耶和华必在 锡安山 , 在 耶路撒冷 作王; 在 敬畏 他的长老面前,必有荣耀。
Tip: use the ← and → keys to turn chapters.