ΗΣΑΙΑΣ 60
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Chinese Union Version, punctuated (Simplified)
1Φωτίζου φωτίζου Ἱερουσαλὴμ, ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκεν.
1兴起,发光!因为你的光已经来到! 耶和华的荣耀发现照耀你。
2Ἰδοὺ, σκότος καλύψει γῆν, καὶ γνόφος ἐπʼ ἔθνη, ἐπὶ δὲ σὲ φανήσεται Κύριος, καὶ ἡ δόξα αὐτοῦ ἐπὶ σὲ ὀφθήσεται.
2看哪,黑暗遮盖大地, 幽暗遮盖万民, 耶和华却要显现照耀你; 他的荣耀要现在你身上。
3Καὶ πορεύσονται βασιλεῖς τῷ φωτί σου, καὶ ἔθνη τῇ λαμπρότητί σου.
3万国要来就你的光; 君王要来就你发现的光辉。
4Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε συνηγμένα τὰ τέκνα σου· ἥκασι πάντες οἱ υἱοί σου μακρόθεν, καὶ αἱ θυγατέρες σου ἐπʼ ὤμων ἀρθήσονται.
4你举目向四方观看; 众人都聚集来到你这里。 你的众子从远方而来; 你的众女也被怀抱而来。
5Τότε ὄψῃ, καὶ φοβηθήσῃ, καὶ ἐκστήσῃ τῇ καρδίᾳ, ὅτι μεταβαλεῖ εἰς σὲ πλοῦτος θαλάσσης, καὶ ἐθνῶν καὶ λαῶν, καὶ ἥξουσί σοι ἀγέλαι καμήλων,
5那时,你看见就有光荣; 你心又跳动又宽畅; 因为大海丰盛的 货物 必转来归你; 列国的财宝也必来归你。
6καὶ καλύψουσί σε κάμηλοι Μαδιὰμ καὶ Γαιφά· πάντες ἐκ Σαβὰ ἥξουσι φέροντες χρυσίον καὶ λίβανον οἴσουσιν, καὶ τὸ σωτήριον Κυρίου εὐαγγελιοῦνται.
6成群的骆驼, 并 米甸 和 以法 的独峰驼必遮满你; 示巴 的众人都必来到; 要奉上黄金乳香, 又要传说耶和华的赞美。
7Καὶ πάντα τὰ πρόβατα Κηδὰρ συναχθήσονται, καὶ κριοὶ Ναβαιὼθ ἥξουσι, καὶ ἀνενεχθήσεται δεκτὰ ἐπὶ τὸ θυσιαστήριόν μου, καὶ ὁ οἶκος τῆς προσευχῆς μου δοξασθήσεται.
7基达 的羊群都必聚集到你这里, 尼拜约 的公羊要供你使用, 在我坛上必蒙悦纳; 我必荣耀我荣耀的殿。
8Τίνες οἵδε, ὡς νεφέλαι πέτονται, καὶ ὡσεὶ περιστεραὶ σὺν νοσσοῖς ἐπʼ ἐμέ;
8那些飞来如云、 又如鸽子向窗户飞回的是谁呢?
9Ἐμὲ αἱ νῆσοι ὑπέμειναν, καὶ πλοῖα Θαρσεὶς ἐν πρώτοις, ἀγαγεῖν τὰ τέκνα σου μακρόθεν, καὶ τὸν ἄργυρον καὶ τὸν χρυσὸν αὐτῶν μετʼ αὐτῶν, καὶ διὰ τὸ ὄνομα Κυρίου τὸ ἅγιον, καὶ διὰ τὸ τὸν ἅγιον τοῦ Ἰσραὴλ ἔνδοξον εἶναι.
9众海岛必等候我, 首先是 他施 的船只, 将你的众子连他们的金银从远方一同带来, 都为耶和华—你 神的名, 又为 以色列 的圣者, 因为他已经荣耀了你。
10Καὶ οἰκοδομήσουσιν ἀλλογενεῖς τὰ τείχη σου, καὶ οἱ βασιλεῖς αὐτῶν παραστήσονταί σοι· διὰ γὰρ ὀργήν μου ἐπάταξά σε, καὶ διὰ ἔλεον ἠγάπησά σε.
10外邦人必建筑你的城墙; 他们的王必服事你。 我曾发怒击打你, 现今却施恩怜恤你。
11Καὶ ἀνοιχθήσονται αἱ πύλαι σου διαπαντὸς, ἡμέρας καὶ νυκτὸς οὐ κλεισθήσονται, εἰσαγαγεῖν πρὸς σὲ δύναμιν ἐθνῶν, καὶ βασιλεῖς αὐτῶν ἀγομένους.
11你的城门必时常开放, 昼夜不关; 使人把列国的财物带来归你, 并将他们的君王牵引而来。
12Τὰ γὰρ ἔθνη καὶ οἱ βασιλεῖς, οἵτινες οὐ δουλεύσουσί σοι, ἀπολοῦνται, καὶ τὰ ἔθνη ἐρημίᾳ ἐρημωθήσεται.
12哪一邦哪一国不事奉你,就必灭亡, 也必全然荒废。
13Καὶ ἡ δόξα τοῦ Λιβάνου πρὸς σὲ ἥξει, ἐν κυπαρίσσῳ καὶ πεύκῃ καὶ κέδρῳ ἅμα, δοξάσαι τὸν τόπον τὸν ἅγιόν μου.
13黎巴嫩 的荣耀, 就是松树、杉树、黄杨树, 都必一同归你, 为要修饰我圣所之地; 我也要使我脚踏之处得荣耀。
14Καὶ πορεύσονται πρὸς σὲ δεδοικότες υἱοὶ ταπεινωσάντων σε, καὶ παροξυνάντων σε, καὶ κληθήσῃ Πόλις Σιὼν ἀγίου Ἰσραήλ.
14素来苦待你的,他的子孙都必屈身来就你; 藐视你的,都要在你脚下跪拜。 他们要称你为「耶和华的城」, 为「 以色列 圣者的 锡安 」。
15Διὰ τὸ γεγενῆσθαί σε ἐνκαταλελειμμένην καὶ μεμισημένην, καὶ οὐκ ἦν ὁ βοηθῶν· καὶ θήσω σε ἀγαλλίαμα αἰώνιον, εὐφροσύνην γενεῶν γενεαῖς.
15你虽然被撇弃被厌恶, 甚至无人经过, 我却使你变为永远的荣华, 成为累代的喜乐。
16Καὶ θηλάσεις γάλα ἐθνῶν, καὶ πλοῦτον βασιλέων φάγεσαι, καὶ γνώσῃ ὅτι ἐγὼ Κύριος ὁ σώζων σε, καὶ ἐξαιρούμενός σε Θεὸς Ἰσραήλ.
16你也必吃万国的奶, 又吃君王的奶。 你便知道我—耶和华是你的救主, 是你的救赎主, 雅各 的大能者。
17Καὶ ἀντὶ χαλκοῦ οἴσω σοι χρυσίον, ἀντὶ δὲ σιδήρου οἴσω σοι ἀργύριον, ἀντὶ δὲ ξύλων οἴσω σοι χαλκόν, ἀντὶ δὲ λίθων, σιδήρον· καὶ δώσω τοὺς ἄρχοντάς σου ἐν εἰρήνῃ, καὶ τοὺς ἐπισκόπους σου ἐν δικαιοσύνῃ·
17我要拿金子代替铜, 拿银子代替铁, 拿铜代替木头, 拿铁代替石头; 并要以和平为你的官长, 以公义为你的监督。
18Καὶ οὐκ ἀκουσθήσεται ἔτι ἀδικία ἐν τῇ γῇ σου, οὐδὲ σύντριμμα, οὐδὲ ταλαιπωρία ἐν τοῖς ὁρίοις σου, ἀλλὰ κληθήσεται Σωτήριον τὰ τείχη σου, καὶ αἱ πύλαι σου Γλύμμα.
18你地上不再听见强暴的事, 境内不再听见荒凉毁灭的事。 你必称你的墙为「拯救」, 称你的门为「赞美」。
19Καὶ οὐκ ἔσται σοι ἔτι ὁ ἥλιος εἰς φῶς ἡμέρας, οὐδὲ ἀνατολὴ σελήνης φωτιεῖ σοι τὴν νύκτα, ἀλλʼ ἔσται σοι Κύριος φῶς αἰώνιον, καὶ ὁ Θεὸς δόξα σου.
19日头不再作你白昼的光; 月亮也不再发光照耀你。 耶和华却要作你永远的光; 你 神要为你的荣耀。
20Οὐ γὰρ δύσεται ὁ ἥλιος σοι, καὶ ἡ σελήνη σοι οὐκ ἐκλείψει· ἔσται γὰρ σοι Κύριός φῶς αἰώνιον, καὶ ἀναπληρωθήσονται αἱ ἡμέραι τοῦ πένθους σου.
20你的日头不再下落; 你的月亮也不退缩; 因为耶和华必作你永远的光。 你悲哀的日子也完毕了。
21Καὶ ὁ λαός σου πᾶς δίκαιος, διʼ αἰῶνος κληρονομήσουσι τὴν γῆν, φυλάσσων τὸ φύτευμα, ἔργα χειρῶν αὐτοῦ, εἰς δόξαν.
21你的居民都成为义人, 永远得地为业; 是我种的栽子,我手的工作, 使我得荣耀。
22Ὁ ὀλιγοστὸς ἔσται εἰς χιλιάδας, καὶ ὁ ἐλάχιστος εἰς ἔθνος μέγα· ἐγὼ Κύριος κατὰ καιρὸν συνάξω αὐτούς.
22至小的 族 要加增千倍; 微弱的国必成为强盛。 我—耶和华要按定期速成这事。
Tip: use the ← and → keys to turn chapters.