ΗΣΑΙΑΣ
Chapter 49
Septuagint (Brenton Gree…
vs Chinese Union Vers…
Aa
Text size
Line width
Verse numbers

ΗΣΑΙΑΣ 49

Septuagint (Brenton Greek text, with Apocrypha)
Chinese Union Version, punctuated (Simplified)
1Ἀκούσατε μου νῆσοι, καὶ προσέχετε ἔθνη, διὰ χρόνου πολλοῦ στήσεται, λέγει Κύριος, ἐκ κοιλίας μητρός μου ἐκάλεσε τὸ ὄνομά μου.
1众海岛啊,当听我言! 远方的众民哪,留心而听! 自我出胎,耶和华就选召我; 自出母腹,他就提我的名。
2Καὶ ἔθηκε τὸ στόμα μου ὡς μάχαιραν ὀξεῖαν, καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέ με· ἔθηκέ με ὡς βέλος ἐκλεκτὸν, καὶ ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἔκρυψέ με,
2他使我的口如快刀, 将我藏在他手荫之下; 又使我成为磨亮的箭, 将我藏在他箭袋之中;
3καὶ εἶπέ μοι, δοῦλός μου εἶ σὺ Ἰσραὴλ, καὶ ἐν σοὶ ἐνδοξασθήσομαι.
3对我说:你是我的仆人 以色列 ; 我必因你得荣耀。
4Καὶ ἐγὼ εἶπα, κενῶς ἐκοπίασα, εἰς μάταιον καὶ εἰς οὐδὲν ἔδωκα τὴν ἰσχύν μου· διατοῦτο ἡ κρίσις μου παρὰ· Κυρίῳ, καὶ ὁ πόνος μου ἐναντίον τοῦ Θεοῦ μου.
4我却说:我劳碌是徒然; 我尽力是虚无虚空。 然而,我 当得 的理必在耶和华那里; 我的赏赐必在我 神那里。
5Καὶ νῦν οὕτω λέγει Κύριος, ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ, τοῦ συναγαγεῖν τὸν Ἰακὼβ πρὸς αὐτὸν καὶ Ἰσραήλ· συναχθήσομαι καὶ δοξασθήσομαι ἐναντίον Κυρίου, καὶ ὁ Θεὸς μου ἔσται μοι ἰσχύς.
5耶和华从我出胎,造就我作他的仆人, 要使 雅各 归向他, 使 以色列 到他那里聚集。 原来耶和华看我为尊贵; 我的 神也成为我的力量。
6Καὶ εἶπέ μοι, μέγα σοι ἐστὶ τοῦ κληθῆναί σε παῖδά μου, τοῦ στῆσαι τὰς φυλὰς Ἰακὼβ, καὶ τὴν διασπορὰν τοῦ Ἰσραὴλ ἐπιστρέψαι· ἰδοὺ δέδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.
6现在他说:你作我的仆人, 使 雅各 众支派复兴, 使 以色列 中得保全的归回尚为小事, 我还要使你作外邦人的光, 叫你施行我的救恩,直到地极。
7Οὕτως λέγει Κύριος, ὁ ῥυσάμενός σε, ὁ Θεὸς Ἰσραὴλ, ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ, τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν τῶν δούλων τῶν ἀρχόντων· βασιλεῖς ὄψονται αὐτὸν, καὶ ἀναστήσονται ἄρχοντες, καὶ προσκυνήσουσιν αὐτῷ, ἕνεκεν Κυρίου· ὅτι πιστός ἐστιν ὁ ἅγιος Ἰσραὴλ, καὶ ἐξελεξάμην σε.
7救赎主— 以色列 的圣者耶和华 对那被人所藐视、本国所憎恶、 官长所虐待的如此说: 君王要看见就站起, 首领也要下拜; 都因信实的耶和华, 就是拣选你— 以色列 的圣者。
8Οὕτως λέγει Κύριος, καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι, καὶ ἔπλασά σε, καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν τοῦ καταστῆσαι τὴν γῆν, καὶ κληρονομῆσαι κληρονομίας ἐρήμους,
8耶和华如此说: 在悦纳的时候,我应允了你; 在拯救的日子,我济助了你。 我要保护你, 使你作众民的中保; 复兴遍地, 使人承受荒凉之地为业。
9λέγοντα τοῖς ἐν δεσμοῖς, ἐξέλθατε, καὶ τοῖς ἐν τῷ σκότει, ἀνακαλυφθῆναι· ἐν πάσαις ταῖς ὁδοῖς βοσκηθήσονται, καὶ ἐν πάσαις ταῖς τρίβοις ἡ νομὴ αὐτῶν·
9对那被捆绑的人说:出来吧! 对那在黑暗的人说:显露吧! 他们在路上必得饮食, 在一切净光的高处必有食物。
10Οὐ πεινάσουσιν, οὐδὲ διψήσουσιν, οὐδὲ πατάξει αὐτοὺς ὁ καύσων, οὐδὲ ὁ ἥλιος, ἀλλʼ ὁ ἐλεῶν αὐτοὺς παρακαλέσει, καὶ διὰ πηγῶν ὑδάτων ἄξει αὐτούς·
10不饥不渴, 炎热和烈日必不伤害他们; 因为怜恤他们的必引导他们, 领他们到水泉旁边。
11Καὶ θήσω πᾶν ὄρος εἰς ὁδὸν, καὶ πᾶσαν τρίβον εἰς βόσκημα αὐτοῖς.
11我必使我的众山成为大道; 我的大路也被修高。
12Ἰδοὺ οὗτοι πόῤῥωθεν ἥξουσιν, οὗτοι ἀπὸ Βοῤῥᾶ καὶ θαλάσσης, ἄλλοι δὲ ἐκ γῆς Περσῶν.
12看哪,这些从远方来; 这些从北方、从西方来; 这些从 秦 国来。
13Εὐφραίνεσθε οὐρανοί, καὶ ἀγαλλιάσθω ἡ γῆ, ῥηξάτωσαν τὰ ὄρη εὐφροσύνην, ὅτι ἠλέησεν ὁ Θεὸς τὸν λαὸν αὐτοῦ, καὶ τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ παρεκάλεσεν.
13诸天哪,应当欢呼! 大地啊,应当快乐! 众山哪,应当发声歌唱! 因为耶和华已经安慰他的百姓, 也要怜恤他困苦之民。
14Εἶπεν δὲ Σιὼν, ἐγκατέλιπέ με Κύριος, καὶ ὅτι Κύριος ἐπελάθετό μου.
14锡安 说:耶和华离弃了我; 主忘记了我。
15Μὴ ἐπιλήσεται γυνὴ τοῦ παιδίου αὐτῆς, ἢ τοῦ μὴ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς; εἰ δὲ καὶ ταῦτα ἐπιλάθοιτο γυνὴ, ἀλλʼ ἐγὼ οὐκ ἐπιλήσομαί σου, εἶπεν Κύριος.
15妇人焉能忘记她吃奶的婴孩, 不怜恤她所生的儿子? 即或有忘记的, 我却不忘记你。
16Ἰδοὺ ἐπὶ τῶν χειρῶν μου ἐζωγράφηκά σου τὰ τείχη, καὶ ἐνώπιόν μου εἶ διαπαντὸς,
16看哪,我将你铭刻在我掌上; 你的墙垣常在我眼前。
17καὶ ταχὺ οἰκοδομηθήσῃ ὑφʼ ὧν καθῃρέθης, καὶ οἱ ἐρημώσαντές σε ἐξελεύσονται ἐκ σοῦ.
17你的儿女必急速 归回 ; 毁坏你的,使你荒废的,必都离你出去,
18Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε πάντας, ἰδοὺ συνήχθησαν καὶ ἤλθοσαν πρὸς σέ. Ζῶ ἐγὼ, λέγει Κύριος, ὅτι πάντας αὐτοὺς ὡς κόσμον ἐνδύσῃ, καὶ περιθήσεις αὐτοὺς ὡς κόσμον νύμφη.
18你举目向四方观看; 他们都聚集来到你这里。 耶和华说:我指着我的永生起誓: 你必要以他们为妆饰佩戴, 以他们为华带束腰,像新妇一样。
19Ὅτι τὰ ἔρημά σου καὶ τὰ κατεφθαρμένα καὶ πεπτωκότα, ὅτι νῦν στενοχωρήσει ἀπὸ τῶν κατοικούντων, καὶ μακρυνθήσονται ἀπὸ σοῦ οἱ καταπίνοντές σε.
19至于你荒废凄凉之处, 并你被毁坏之地, 现今众民居住必显为太窄; 吞灭你的必离你遥远。
20Ἐροῦσι γὰρ εἰς τὰ ὦτά σου οἱ υἱοί σου, οὓς ἀπολώλεκας, στενός μοι ὁ τόπος, ποίησόν μοι τόπον ἵνα κατοικήσω.
20你必听见丧子之后所生的儿女说: 这地方我居住太窄, 求你给我地方居住。
21Καὶ ἐρεῖς ἐν τῇ καρδίᾳ σου, τίς ἐγέννησέ μοι τούτους; ἐγὼ δὲ ἄτεκνος καὶ χήρα, τούτους δὲ τίς ἐξέθρεψέ μοι; ἐγὼ δὲ κατελείφθην μόνη, οὗτοι δέ μοι ποῦ ἦσαν;
21那时你心里必说:我既丧子独居, 是被掳的,漂流在外。 谁给我生这些? 谁将这些养大呢? 撇下我一人独居的时候, 这些在哪里呢?
22Οὕτως λέγει Κύριος Κύριος, ἰδοὺ αἴρω εἰς τὰ ἔθνη τὴν χεῖρά μου, καὶ εἰς τὰς νήσους ἀρῶ σύσσημόν μου, καὶ ἄξουσι τοὺς υἱούς σου ἐν κόλπῳ, τὰς δὲ θυγατέρας σου ἐπʼ ὤμων ἀροῦσι.
22主耶和华如此说: 我必向列国举手, 向万民竖立大旗; 他们必将你的众子怀中抱来, 将你的众女肩上扛来。
23Καὶ ἔσονται βασιλεῖς τιθηνοί σου, αἱ δὲ ἄρχουσαι αὐτῶν τροφοί σου· ἐπὶ πρόσωπον τῆς γῆς προσκυνήσουσί σε, καὶ τὸν χοῦν τῶν ποδῶν σου λείξουσι, καὶ γνώσῃ, ὅτι ἐγὼ Κύριος, καὶ οὐκ αἰσχυνθήσονται οἱ ὑπομένοντές με.
23列王必作你的养父; 王后必作你的乳母。 他们必将脸伏地,向你下拜, 并舔你脚上的尘土。 你便知道我是耶和华; 等候我的必不致羞愧。
24Μὴ λήμψεταί τις παρὰ γίγαντος σκῦλα; καὶ ἐὰν αἰχμαλωτεύσῃ τις ἀδίκως, σωθήσεται;
24勇士抢去的岂能夺回? 该掳掠的岂能解救吗?
25Ὅτι οὕτω λέγει Κύριος, ἐάν τις αἰχμαλωτεύσῃ γίγαντα, λήψεται σκῦλα· λαμβάνων δὲ παρὰ ἰσχύοντος σωθήσεται· ἐγὼ δὲ τὴν κρίσιν σου κρινῶ, καὶ ἐγὼ τοὺς υἱούς σου ῥύσομαι·
25但耶和华如此说: 就是勇士所掳掠的,也可以夺回; 强暴人所抢的,也可以解救。 与你相争的,我必与他相争; 我要拯救你的儿女。
26Καὶ φάγονται οἱ θλίψαντές σε τὰς σάρκας αὐτῶν, καὶ πίονται ὡς οἶνον νέον τὸ αἷμα αὐτῶν, καὶ μεθυσθήσονται· καὶ αἰσθανθήσεται πᾶσα σὰρξ, ὅτι ἐγὼ Κύριος ὁ ῥυσάμενός σε, καὶ ἀντιλαμβανόμενος ἰσχύος Ἰακώβ.
26并且我必使那欺压你的吃自己的肉, 也要以自己的血喝醉,好像喝甜酒一样。 凡有血气的必都知道我—耶和华是你的救主, 是你的救赎主,是 雅各 的大能者。

Tip: use the ← and → keys to turn chapters.