ΗΣΑΙΑΣ 34
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Chinese Union Version, punctuated (Simplified)
1Προσαγάγετε ἔθνη, καὶ ἀκούσατε ἄρχοντες· ἀκουσάτω ἡ γῆ, καὶ οἱ ἐν αὐτῇ, ἡ οἰκουμένη, καὶ ὁ λαὸς ὁ ἐν αὐτῇ.
1列国啊,要近前来听! 众民哪,要侧耳而听! 地和其上所充满的, 世界和其中一切所出的都应当听!
2Διότι θυμὸς Κυρίου ἐπὶ πάντα τὰ ἔθνη καὶ ὀργὴ ἐπὶ τὸν ἀριθμὸν αὐτῶν, τοῦ ἀπολέσαι αὐτοὺς, καὶ παραδοῦναι αὐτοὺς εἰς σφαγήν.
2因为耶和华向万国发忿恨, 向他们的全军发烈怒, 将他们灭尽,交出他们受杀戮。
3Οἱ δὲ τραυματίαι αὐτῶν ῥιφήσονται, καὶ οἱ νεκροί, καὶ ἀναβήσεται αὐτῶν ἡ ὀσμή, καὶ βραχήσεται τὰ ὄρη ἀπὸ τοῦ αἵματος αὐτῶν.
3被杀的必然抛弃, 尸首臭气上腾; 诸山被他们的血融化。
4Καὶ τακήσονται πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν, καὶ ἑλιγήσεται ὁ οὐρανός ὡς βιβλίον, καὶ πάντα τὰ ἄστρα πεσεῖται ὡς φύλλα ἐξ ἀμπέλου, καὶ ὡς πίπτει φύλλα ἀπὸ συκῆς.
4天上的万象都要消没; 天被卷起,好像书卷。 其上的万象要残败, 像葡萄树的叶子残败, 又像无花果树的 叶子 残败一样。
5Ἐμεθύσθη ἡ μάχαιρὰ μου ἐν τῷ οὐρανῷ· ἰδοὺ ἐπὶ τὴν Ἰδουμαίαν καταβήσεται, καὶ ἐπὶ τὸν λαὸν τῆς ἀπωλείας μετὰ κρίσεως.
5因为我的刀在天上已经喝足; 这刀必临到 以东 和我所咒诅的民, 要施行审判。
6Ἡ μάχαιρα τοῦ Κυρίου ἐνεπλήσθη αἵματος, ἐπαχύνθη ἀπὸ στέατος, ἀπὸ αἵματος τράγων καὶ ἀμνῶν, καὶ ἀπὸ στέατος τράγων καὶ κριῶν· ὅτι θυσία τῷ κυρίῳ ἐν Βοσὸρ, καὶ σφαγὴ μεγάλη ἐν τῇ Ἰδουμαίᾳ.
6耶和华的刀满了血, 用脂油和羊羔、公山羊的血, 并公绵羊腰子的脂油滋润的; 因为耶和华在 波斯拉 有献祭的事, 在 以东 地大行杀戮。
7Καὶ συνπεσοῦνται οἱ ἁδροὶ μετʼ αὐτῶν, καὶ οἱ κριοὶ καὶ οἱ ταῦροι, καὶ μεθυσθήσεται ἡ γῆ ἀπὸ τοῦ αἵματος, καὶ ἀπὸ τοῦ στέατος αὐτῶν ἐμπλησθήσεται.
7野牛、牛犊,和公牛要一同下来。 他们的地喝醉了血; 他们的尘土因脂油肥润。
8Ἡμέρα γὰρ κρίσεως Κυρίου, καὶ ἐνιαυτὸς ἀνταποδόσεως κρίσεως Σιών.
8因耶和华有报仇之日, 为 锡安 的争辩有报应之年。
9Καὶ στραφήσονται αἱ φάραγγες αὐτῆς εἰς πίσσαν, καὶ ἡ γῆ αὐτῆς εἰς θεῖον· καὶ ἔσται ἡ γῆ αὐτῆς ὡς πίσσα καιομένη
9以东 的河水要变为石油, 尘埃要变为硫磺; 地土成为烧着的石油,
10νυκτὸς καὶ ἡμέρας, καὶ οὐ σβεσθήσεται εἰς τὸν αἰῶνα χρόνον, καὶ ἀναβήσεται ὁ καπνὸς αὐτῆς ἄνω, εἰς γενεὰς αὐτῆς ἐρημωθήσεται, καὶ εἰς χρόνον πολὺν
10昼夜总不熄灭, 烟气永远上腾, 必世世代代成为荒废, 永永远远无人经过。
11ὄρνεα καὶ ἐχῖνοι, καὶ ἴβεις καὶ κόρακες κατοικήσουσιν ἐν αὐτῇ· καὶ ἐπιβληθήσεται ἐπʼ αὐτὴν σπαρτίον γεωμετρίας ἐρήμου, καὶ ὀνοκένταυροι οἰκήσουσιν ἐν αὐτῇ.
11鹈鹕、箭猪却要得为业; 猫头鹰、乌鸦要住在其间。 耶和华必将空虚的准绳, 混沌的线铊,拉在其上。
12Οἱ ἄρχοντες αὐτῆς οὐκ ἔσονται· οἱ γὰρ βασιλεῖς καὶ οἱ μεγιστᾶνες αὐτῆς ἔσονται εἰς ἀπώλειαν.
12以东 人要召贵胄来治国; 那里却无一个, 首领也都归于无有。
13Καὶ ἀναφυὴσει εἰς τὰς πόλεις αὐτῶν ἀκάνθινα ξύλα, καὶ εἰς τὰ ὀχυρώματα αὐτῆς· καὶ ἔσται ἐπαύλεις σειρήνων, καὶ αὐλὴ στρουθῶν.
13以东 的宫殿要长荆棘; 保障要长蒺藜和刺草; 要作野狗的住处, 鸵鸟的居所。
14Καὶ συναντήσουσι δαιμόνια ὀνοκενταύροις, καὶ βοήσονται ἕτερος πρὸς τὸν ἕτερον, ἐκεῖ ἀναπαύσονται ὀνοκένταυροι, εὑρόντες αὑτοῖς ἀνάπαυσιν.
14旷野的走兽要和豺狼相遇; 野山羊要与伴偶对叫。 夜间的怪物必在那里栖身, 自找安歇之处。
15Ἐκεῖ ἐνόσσευσεν ἐχῖνος, καὶ ἔσωσεν ἡ γῆ τὰ παιδία αὐτῆς μετὰ ἀσφαλείας· ἐκεῖ συνήντησαν ἔλαφοι καὶ εἶδον τὰ πρόσωπα ἀλλήλων.
15箭蛇要在那里做窝, 下蛋,抱蛋,生子, 聚子在其影下; 鹞鹰各与伴偶聚集在那里。
16Ἀριθμῷ παρῆλθον, καὶ μία αὐτῶν οὐκ ἀπώλετο· ἑτέρα τὴν ἑτέραν οὐκ ἐζήτησαν, ὅτι ὁ Κύριος αὐτοῖς ἐνετείλατο, καὶ τὸ πνεῦμα αὐτοῦ συνήγαγεν αὐτά.
16你们要查考宣读耶和华的书。 这都无一缺少, 无一没有伴偶; 因为我的口已经吩咐, 他的灵将它们聚集。
17Καὶ αὐτὸς ἐπιβαλεῖ αὐτοῖς κλήρους, καὶ ἡ χεὶρ αὐτοῦ διεμέρισε βόσκεσθαι· εἰς τὸν αἰῶνα χρόνον κληρονομήσετε, γενεὰς γενεῶν ἀναπαύσονται ἐπʼ αὐτῆς.
17他也为它们拈阄, 又亲手用准绳给它们分地; 它们必永得为业, 世世代代住在其间。
Tip: use the ← and → keys to turn chapters.