ΗΣΑΙΑΣ
Chapter 65
Septuagint (Brenton Gree…
vs Chinese Union Vers…
Aa
Text size
Line width
Verse numbers

ΗΣΑΙΑΣ 65

Septuagint (Brenton Greek text, with Apocrypha)
Chinese Union Version, punctuated (Simplified)
1Ἐμφανῆς ἐγενήθην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν, εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν· εἶπα, ἰδοὺ εἰμὶ τῷ ἔθνει, οἳ οὐκ ἐκάλεσάν μου τὸ ὄνομα.
1素来没有访问 我的 ,现在求问我; 没有寻找我的,我叫他们遇见; 没有称为我名下的,我对他们说: 我在这里!我在这里!
2Ἐξεπέτασα τὰς χεῖράς μου ὅλην τὴν ἡμέραν πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα, τοῖς πορευομένοις ὁδῷ οὐ καλῇ, ἀλλʼ ὀπίσω τῶν ἁμαρτιῶν αὐτῶν.
2我整天伸手招呼那悖逆的百姓; 他们随自己的意念行不善之道。
3Ὁ λαὸς οὗτος ὁ παροξύνων με ἐναντίον ἐμοῦ διαπαντός· αὐτοὶ θυσιάζουσιν ἐν τοῖς κήποις, καὶ θυμιῶσιν ἐπὶ ταῖς πλίνθοις τοῖς δαιμονίοις, ἃ οὐκ ἔστιν·
3这百姓时常当面惹我发怒; 在园中献祭, 在坛上烧香;
4Ἐν τοῖς μνήμασι, καὶ ἐν τοῖς σπηλαίοις κοιμῶνται διὰ ἐνὺπνια, οἱ ἔσθοντες κρέας ὕειον, καὶ ζωμὸν θυσιῶν, μεμολυμμένα πάντα τὰ σκεύη αὐτῶν,
4在坟墓间坐着, 在隐密处住宿, 吃猪肉; 他们器皿中有可憎之物做的汤;
5οἱ λέγοντες, πόῤῥω ἀπʼ ἐμοῦ, μὴ ἐγγίσῃς μοι, ὅτι καθαρός εἰμι· Οὗτος καπνὸς τοῦ θυμοῦ μου, πῦρ καίεται ἐν αὐτῷ πάσας τὰς ἡμέρας.
5且对人说:你站开吧! 不要挨近我,因为我比你圣洁。 主说 :这些人是我鼻中的烟, 是整天烧着的火。
6Ἰδοὺ, γέγραπται ἐνώπιόν μου, οὐ σιωπήσω ἕως ἂν ἀποδώσω εἰς τὸν κόλπον αὐτῶν
6看哪,这都写在我面前。 我必不静默,必施行报应, 必将你们的罪孽和你们列祖的罪孽, 就是在山上烧香, 在冈上亵渎我的罪孽, 一同报应在他们后人怀中, 我先要把他们所行的量给他们; 这是耶和华说的。
7τὰς ἁμαρτίας αὐτῶν, καὶ τῶν πατέρων αὐτῶν, λέγει Κύριος· οἳ ἐθυμίασαν ἐπὶ τῶν ὀρέων, καὶ ἐπὶ τῶν βουνῶν ὠνείδισάν με, ἀποδώσω τὰ ἔργα αὐτῶν εἰς τὸν κόλπον αὐτῶν.
no verse 7 in this text
8Οὕτως λέγει Κύριος, ὃν τρόπον εὑρεθήσεται ὁ ῥὼξ ἐν τῷ βότρυϊ, καὶ ἐροῦσι, μὴ λυμήνῃ αὐτὸν, ὅτι εὐλογία ἐστὶν ἐν αὐτῷ, οὕτως ποιήσω ἕνεκεν τοῦ δουλεύοντός μοι, τούτου ἕνεκεν οὐ μὴ ἀπολέσω πάντας.
8耶和华如此说:葡萄中寻得新酒, 人就说:不要毁坏, 因为福在其中。 我因我仆人的缘故也必照样而行, 不将他们全然毁灭。
9Καὶ ἐξάξω τὸ ἐξ Ἰακὼβ σπέρμα καὶ ἐξ Ἰούδα, καὶ κληρονομήσει τὸ ὄρος τὸ ἅγιόν μου, καὶ κληρονομήσουσιν οἱ ἐκλεκτοί μου, καὶ οἱ δοῦλοί μου, καὶ κατοικήσουσιν ἐκεῖ.
9我必从 雅各 中领出后裔, 从 犹大 中领出承受我众山的。 我的选民必承受; 我的仆人要在那里居住。
10Καὶ ἔσονται ἐν τῷ δρυμῷ ἐπαύλεις ποιμνίων, καὶ φάραγξ Ἀχὼρ εἰς ἀνάπαυσιν βουκολίων τῷ λαῷ μου, οἳ ἐζήτησάν με.
10沙 平原 必成为羊群的圈; 亚割谷 必成为牛群躺卧之处, 都为寻求我的民所得。
11Ὑμεῖς δὲ οἱ ἐγκαταλιπόντες με, καὶ ἐπιλανθανόμενοι τὸ ὄρος τὸ ὄρος τὸ ἅγιόν μου, καὶ ἐτοιμάζοντες τῷ δαιμονίῳ τράπεζαν, καὶ πληροῦντες τῇ τύχῃ κέρασμα,
11但你们这些离弃耶和华、 忘记我的圣山、给时运摆筵席、 给天命盛满调和酒的,
12ἐγὼ παραδώσω ὑμᾶς εἰς μάχαιραν, πάντες ἐν σφαγῇ πεσεῖσθε· ὅτι ἐκάλεσα ὑμᾶς, καὶ οὐχ ὑπηκούσατε· ἐλάλησα, καὶ παρηκούσατε, καὶ ἐποιήσατε τὸ πονηρὸν ἐναντίον ἐμοῦ, καὶ ἃ οὐκ ἐβουλόμην, ἐξελέξασθε.
12我要命定你们归在刀下, 都必屈身被杀; 因为我呼唤,你们没有答应; 我说话,你们没有听从; 反倒行我眼中看为恶的, 拣选我所不喜悦的。
13Διατοῦτο τάδε λέγει Κύριος, ἰδοὺ, οἱ δουλεύοντές μοι φάγονται, ὑμεῖς δὲ πεινάσετε· ἰδοὺ, οἱ δουλεύοντές μοι πίονται, ὑμεῖς δὲ διψήσετε· ἰδοὺ, οἱ δουλεύοντές μοι εὐφρανθήσονται, ὑμεῖς δὲ αἰσχυνθήσεσθε·
13所以,主耶和华如此说: 我的仆人必得吃,你们却饥饿; 我的仆人必得喝,你们却干渴; 我的仆人必欢喜,你们却蒙羞。
14ἰδοὺ, οἱ δουλεύοντές μοι ἀγαλλιάσονται ἐν εὐφροσύνῃ, ὑμεῖς δὲ κεκράξεσθε διὰ τὸν πόνον τῆς καρδίας ὑμῶν, καὶ ἀπὸ συντριβῆς πνεύματος ὑμῶν ὀλολύξετε.
14我的仆人因心中高兴欢呼, 你们却因心中忧愁哀哭, 又因心里忧伤哀号。
15Καταλείψετε γὰρ τὸ ὄνομα ὑμῶν εἰς πλησμονὴν τοῖς ἐκλεκτοῖς μου, ὑμᾶς δὲ ἀνελεῖ Κύριος, τοῖς δὲ δουλεύουσί μοι κληθήσεται ὄνομα καινὸν,
15你们必留下自己的名, 为我选民指着赌咒。 主耶和华必杀你们, 另起别名称呼他的仆人。
16ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς, εὐλογήσουσι γὰρ τὸν Θεὸν τὸν ἀληθινόν· καὶ οἱ ὀμνύοντες ἐπὶ τῆς γῆς, ὀμοῦνται τὸν Θεὸν τὸν ἀληθινόν· ἐπιλήσονται γὰρ τὴν θλίψιν τὴν πρώτην, καὶ οὐκ ἀναβήσεται αὐτῶν ἐπὶ τὴν καρδίαν.
16这样,在地上为自己求福的, 必凭真实的 神求福; 在地上起誓的, 必指真实的 神起誓。 因为,从前的患难已经忘记, 也从我眼前隐藏了。
17Ἔσται γὰρ ὁ οὐρανὸς καινὸς, καὶ ἡ γῆ καινὴ, καὶ οὐ μὴ μνησθῶσι τῶν προτέρων, οὐδʼ οὐ μὴ ἐπέλθῃ αὐτῶν ἐπὶ τὴν καρδίαν,
17看哪!我造新天新地; 从前的事不再被记念,也不再追想。
18ἀλλʼ εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτῇ· ὅτι ἰδοὺ ἐγὼ ποιῶ ἀγαλλίαμα Ἱερουσαλὴμ, καὶ τὸν λαόν μου εὐφροσύνην.
18你们当因我所造的永远欢喜快乐; 因我造 耶路撒冷 为人所喜, 造其中的居民为人所乐。
19Καὶ ἀγαλλιάσομαι ἐπὶ Ἱερουσαλὴμ, καὶ εὐφρανθήσομαι ἐπὶ τῷ λαῷ μου· καὶ οὐκέτι μὴ ἀκουσθῇ ἐν αὐτῇ φωνὴ κλαῦθμου, καὶ φωνὴ κραυγῆς,
19我必因 耶路撒冷 欢喜, 因我的百姓快乐; 其中必不再听见哭泣的声音和哀号的声音。
20οὐδʼ οὐ μὴ γένηται ἔτι ἐκεῖ ἄωρος καὶ πρεσβύτης, ὃς οὐκ ἐμπλήσει τὸν χρόνον αὐτοῦ· ἔσται γὰρ ὁ νέος ἐκατὸν ἐτῶν, ὁ δὲ ἀποθνήσκων ἁμαρτωλὸς ἑκατὸν ἐτῶν, καὶ ἐπικατάρατος ἔσται.
20其中必没有数日 夭亡 的婴孩, 也没有寿数不满的老者; 因为百岁死的仍算孩童, 有百岁 死 的罪人算被咒诅。
21Καὶ οἰκοδομήσουσιν οἰκίας, καὶ αὐτοὶ ἐνοικήσουσι· καὶ καταφυτεύσουσιν ἀμπελῶνας, καὶ αὐτοὶ φάγονται τὰ γεννήματα αὐτῶν.
21他们要建造房屋,自己居住; 栽种葡萄园,吃其中的果子。
22Οὐ μὴ οἰκοδομήσουσι, καὶ ἄλλοι ἐνοικήσουσι, καὶ οὐ μὴ φυτεύσουσι, καὶ ἄλλοι φάγονται· κατὰ γὰρ τὰς ἡμέρας τοῦ ξύλου τῆς ζωῆς ἔσονται αἱ ἡμέραι τοῦ λαοῦ μου· τὰ γὰρ ἔργα τῶν πόνων αὐτῶν παλαιώσουσιν.
22他们建造的,别人不得住; 他们栽种的,别人不得吃; 因为我民的日子必像树木的日子; 我选民亲手劳碌得来的必长久享用。
23Οἱ ἐκλεκτοί μου οὐ κοπιάσουσιν εἰς κενὸν, οὐδὲ τεκνοποιήσουσιν εἰς κατάραν, ὅτι σπέρμα εὐλογημένον ὑπὸ Θεοῦ ἐστι, καὶ τὰ ἔκγονα αὐτῶν μετʼ αὐτῶν.
23他们必不徒然劳碌, 所生产的,也不遭灾害, 因为都是蒙耶和华赐福的后裔; 他们的子孙也是如此。
24Καὶ ἔσται πρὶν ἢ κεκράξαι αὐτοὺς, ἐγὼ ὑπακούσομαι αὐτῶν· ἔτι λαλούντων αὐτῶν, ἐρῶ, τί ἐστι;
24他们尚未求告,我就应允; 正说话的时候,我就垂听。
25Τότε λύκοι καὶ ἄρνες βοσκηθήσονται ἅμα, καὶ λέων ὡς βοῦς φάγεται ἄχυρα, ὄφις δὲ γῆν ὡς ἄρτον· οὐκ ἀδικήσουσιν, οὐδὲ λυμανοῦνται ἐπὶ τῷ ὄρει τῷ ἁγίῳ μου, λέγει Κύριος.
25豺狼必与羊羔同食; 狮子必吃草与牛一样; 尘土必作蛇的食物。 在我圣山的遍处, 这一切都不伤人,不害物。 这是耶和华说的。

Tip: use the ← and → keys to turn chapters.