創世記
Chapter 36
Freedom Bible (フリーダム・バイブル)
vs Septuagint (Brento…
Aa
Text size
Line width
Verse numbers
Freedom Bible (フリーダム・バイブル)
Septuagint (Brenton Greek text, with Apocrypha)
1これはエサウ、すなわちエドムの系図である。
1Αὗται δὲ αἱ γενέσεις Ἡσαῦ· αὐτός ἐστιν Ἐδώμ.
2エサウはカナンの娘たちの中から妻をめとった。ヘト人エロンの娘アダ、ヒビ人ツィベオンの子アナの娘オホリバマ、
2Ἡσαῦ δὲ ἔλαβε τὰς γυναῖκας ἑαυτῷ ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων· τὴν Ἀδὰ, θυγατέρα Αἰλὼμ τοῦ Χετταίου· καὶ τὴν Ὀλιβεμὰ, θυγατέρα Ἀνὰ τοῦ υἱοῦ Σεβεγὼν τοῦ Εὐαίου.
3そしてイシュマエルの娘で、ネバヨトの妹であるバセマテである。
3Καὶ τὴν Βασεμὰθ, θυγατέρα Ἰσμαὴλ, ἀδελφὴν Ναβαιώθ.
4アダはエサウにエリファズを産み、バセマテはレウエルを産んだ。
4Ἔτεκε δὲ αὐτῷ Ἀδὰ τὸν Ἑλιφάς· καὶ Βασεμὰθ ἔτεκε τὸν Ῥαγουήλ.
5オホリバマはエウシュ、ヤラム、コラを産んだ。これらはカナンの地でエサウに生まれた息子たちである。
5Καὶ Ὀλιβεμὰ ἔτεκε τὸν Ἰεοὺς, καὶ τὸν Ἰεγλὸμ, καὶ τὸν Κορέ· οὗτοι υἱοὶ Ἡσαῦ, οἳ ἐγένοντο αὐτῷ ἐν γῇ Χαναάν.
6エサウは、妻たち、息子たち、娘たち、家のすべての人々、家畜、すべての獣、カナンの地で手に入れたすべての持ち物を携えて、弟ヤコブから離れた地へ行った。
6Ἔλαβε δὲ Ἡσαῦ τὰς γυναῖκας αὐτοῦ, καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ τὰς θυγατέρας αὐτοῦ, καὶ πάντα τὰ σώματα τοῦ οἴκου αὐτοῦ, καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ, καὶ πάντα τὰ κτήνη, καὶ πάντα ὅσα ἐκτήσατο, καὶ πάντα ὅσα περιεποιήσατο ἐν γῇ Χαναάν· καὶ ἐπορεύθη Ἡσαῦ ἐκ τῆς γῆς Χαναὰν ἀπὸ προσώπου Ἰακὼβ τοῦ ἀδελφοῦ αὐτοῦ.
7彼らの財産が多すぎて一緒に住むことができず、彼らの家畜のゆえに、彼らが寄留していた地は彼らを支えきれなかったからである。
7Ἦν γὰρ αὐτῶν τὰ ὑπάρχοντα πολλὰ, τοῦ οἰκεῖν ἅμα· καὶ οὐκ ἠδύνατο ἡ γῆ τῆς παροικήσεως αὐτῶν φέρειν αὐτοὺς, ἀπὸ τοῦ πλήθους τῶν ὑπαρχόντων αὐτῶν.
8エサウはセイルの山地に住んだ。エサウはエドムである。
8Κατῴκησε δὲ Ἡσαῦ ἐν τῷ ὄρει Σηείρ· Ἡσαῦ αὐτός ἐστιν Ἐδώμ.
9セイルの山地に住むエドム人の父エサウの系図は次のとおりである。
9Αὗται δὲ αἱ γενέσεις Ἡσαῦ πατρὸς Ἐδὼμ ἐν τῷ ὄρει Σηείρ.
10これらはエサウの息子たちの名である。エサウの妻アダの息子エリファズ、エサウの妻バセマテの息子レウエル。
10Καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ἡσαῦ· Ἑλιφὰς υἱὸς Ἀδὰς γυναικὸς Ἡσαῦ· καὶ Ῥαγουὴλ υἱὸς Βασεμὰθ γυναικὸς Ἡσαῦ.
11エリファズの息子たちは、テマン、オマル、ツェフォ、ガタム、ケナズであった。
11Ἐγένοντο δὲ Ἑλιφὰς υἱοὶ, Θαιμὰν, Ὠμὰρ, Σωφὰρ, Γοθὼμ, καὶ Κενέζ.
12ティムナはエサウの息子エリファズのそばめであり、彼女はエリファズにアマレクを産んだ。これらはエサウの妻アダの子どもたちである。
12Θαμνὰ δὲ ἦν παλλακὴ Ἑλιφὰς τοῦ υἱοῦ Ἡσαῦ· καὶ ἔτεκε τῷ Ἑλιφὰς τὸν Ἀμαλήκ· οὗτοι υἱοὶ Ἀδὰς γυναικὸς Ἡσαῦ.
13これらはレウエルの息子たちである。ナハテ、ゼラ、シャンマ、ミザ。これらはエサウの妻バセマテの子どもたちであった。
13Οὗτοι δὲ υἱοὶ Ῥαγουὴλ, Ναχὼθ, Ζαρὲ, Σομὲ, καὶ Μοζέ· οὗτοι ἦσαν υἱοὶ Βασεμὰθ γυναικὸς Ἡσαῦ.
14ツィベオンの子アナの娘である、エサウの妻オホリバマの息子たちは次のとおりである。彼女はエサウにエウシュ、ヤラム、コラを産んだ。
14Οὗτοι δὲ υἱοὶ Ὀλιβεμὰς θυγατρὸς Ἀνὰ τοῦ υἱοῦ Σεβεγὼν, γυναικὸς Ἡσαῦ· ἔτεκε δὲ τῷ Ἡσαῦ τὸν Ἰεοὺς, καὶ τὸν Ἰεγλὸμ, καὶ τὸν Κορέ.
15エサウの息子たちから出た首長たちは次のとおりである。エサウの長男エリファズの息子たちは、首長テマン、首長オマル、首長ツェフォ、首長ケナズ、
15Οὗτοι ἡγεμόνες υἱοὶ Ἡσαῦ· υἱοὶ Ἑλιφὰς πρωτοτόκου Ἡσαῦ· ἡγεμὼν Θαιμὰν, ἡγεμὼν Ὠμὰρ, ἡγεμὼν Σωφὰρ, ἡγεμὼν Κενὲζ,
16首長コラ、首長ガタム、首長アマレク。これらはエドムの地でエリファズから出た首長たちである。これらはアダの子どもたちである。
16ἡγεμὼν Κορὲ, ἡγεμὼν Γοθὼμ, ἡγεμὼν Ἀμαλήκ· οὗτοι ἡγεμόνες Ἑλιφὰς ἐν γῇ Ἰδουμαίᾳ· οὗτοι υἱοὶ Ἀδάς.
17エサウの息子レウエルの息子たちは次のとおりである。首長ナハテ、首長ゼラ、首長シャンマ、首長ミザ。これらはエドムの地でレウエルから出た首長たちである。これらはエサウの妻バセマテの子どもたちである。
17Καὶ οὗτοι υἱοὶ Ῥαγουὴλ υἱοῦ Ἡσαῦ· ἡγεμὼν Ναχὼθ, ἡγεμὼν Ζαρὲ, ἡγεμὼν Σομὲ, ἡγεμὼν Μοζέ· οὗτοι ἡγεμόνες Ῥαγουὴλ ἐν γῇ Ἐδώμ· οὗτοι υἱοὶ Βασεμὰθ γυναικὸς Ἡσαῦ.
18エサウの妻オホリバマの息子たちは次のとおりである。首長エウシュ、首長ヤラム、首長コラ。これらはエサウの妻であるアナの娘オホリバマから出た首長たちである。
18Οὗτοι δὲ υἱοὶ Ὀλιβεμὰς γυναικὸς Ἡσαῦ· ἡγεμὼν Ἰεοὺς, ἡγεμὼν Ἰεγλὸμ, ἡγεμὼν Κορέ· οὗτοι ἡγεμόνες Ὀλιβεμὰς θυγατρὸς Ἀνὰ γυναικὸς Ἡσαῦ.
19これらがエサウ、すなわちエドムの息子たちであり、これらが彼らの首長たちである。
19Οὗτοι υἱοὶ Ἡσαῦ, καὶ οὗτοι ἡγεμόνες αὐτῶν· οὗτοί εἰσιν υἱοὶ Ἐδώμ.
20その地に住んでいたホリ人セイルの息子たちは次のとおりである。ロタン、ショバル、ツィベオン、アナ、
20Οὗτοι δὲ υἱοὶ Σηεὶρ τοῦ Χοῤῥαίου, τοῦ κατοικοῦντος τὴν γῆν· Λωτὰν, Σωβὰλ, Σεβεγὼν, Ἀνὰ,
21ディション、エツェル、ディシャン。これらはエドムの地でセイルの子どもたちであるホリ人から出た首長たちである。
21καὶ Δησὼν, καὶ Ἀσὰρ, καὶ Ῥισών· οὗτοι ἡγεμόνες τοῦ Χοῤῥαίου, τοῦ υἱοῦ Σηεὶρ ἐν τῇ γῇ Ἐδώμ.
22ロタンの子どもたちはホリとヘマムであった。ロタンの妹はティムナであった。
22Ἐγένοντο δὲ υἱοὶ Λωτάν· Χοῤῥὶ, καὶ Αἱμάν· ἀδελφὴ δὲ Λωτὰν, Θαμνά.
23これらはショバルの子どもたちである。アルワン、マナハテ、エバル、シェフォ、オナム。
23Οὗτοι δὲ υἱοὶ Σωβάλ· Γωλὰμ, καὶ Μαναχὰθ, καὶ Γαιβὴλ, καὶ Σωφὰρ, καὶ Ὠμάρ.
24これらはツィベオンの子どもたちである。アヤとアナ。父ツィベオンのろばを飼っているときに、荒野で温泉を見つけたのはこのアナである。
24Καὶ οὗτοι υἱοὶ Σεβεγὼν, Ἀϊὲ, καὶ Ἀνά· οὗτός ἐστιν Ἀνὰ, ὃς εὗρε τὸν Ἰαμεὶν ἐν τῇ ἐρήμῳ, ὅτε ἔνεμε τὰ ὑποζύγια Σεβεγὼν τοῦ πατρὸς αὐτοῦ·
25これらはアナの子どもたちである。ディションと、アナの娘オホリバマ。
25Οὗτοι δὲ υἱοὶ Ἀνά· Δησὼν, καὶ Ὀλιβεμὰ θυγάτηρ Ἀνά.
26これらはディションの子どもたちである。ヘムダン、エシュバン、イトラン、ケラン。
26Οὗτοι δὲ υἱοὶ Δησών· Ἀμαδὰ, καὶ Ἀσβὰν, καὶ Ἰθρὰν, καὶ Χαῤῥάν.
27これらはエツェルの子どもたちである。ビルハン、ザアワン、アカン。
27Οὗτοι δὲ υἱοὶ Ἀσάρ· Βαλαὰμ, καὶ Ζουκὰμ, καὶ Ἰουκάμ.
28これらはディシャンの子どもたちである。ウツとアラン。
28Οὗτοι δὲ υἱοὶ Ῥισὼν, Ὧς, καὶ Ἀράν.
29これらはホリ人から出た首長たちである。首長ロタン、首長ショバル、首長ツィベオン、首長アナ、
29Οὗτοι δὲ ἡγεμόνες Χοῤῥί· ἡγεμὼν Λωτὰν, ἡγεμὼν Σωβὰλ, ἡγεμὼν Σεβεγὼν, ἡγεμὼν Ἀνὰ,
30首長ディション、首長エツェル、首長ディシャン。これらはセイルの地で、それぞれの首長にしたがう、ホリ人から出た首長たちである。
30ἡγεμὼν Δησὼν, ἡγεμὼν Ἀσὰρ, ἡγεμὼν Ῥισών· οὗτοι ἡγεμόνες Χοῤῥὶ ἐν ταῖς ἡγεμονίαις αὐτῶν ἐν γῇ Ἐδώμ.
31イスラエルの子らを王が治める前に、エドムの地を治めていた王たちは次のとおりである。
31Καὶ οὗτοι οἱ βασιλεῖς οἱ βασιλεύσαντες ἐν Ἐδὼμ, πρὸ τοῦ βασιλεῦσαι βασιλέα ἐν Ἰσραήλ.
32ベオルの息子ベラがエドムで王として治めた。彼の町の名はディンハバであった。
32Καὶ ἐβασίλευσεν ἐν Ἐδὼμ Βαλὰκ υἱὸς Βεώρ· καὶ ὄνομα τῇ πόλει αὐτοῦ, Δενναβά.
33ベラが死に、ボツラのゼラの息子ヨバブが彼に代わって王となった。
33Ἀπέθανε δὲ Βαλὰκ, καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ Ἰωβὰβ υἱὸς Ζαρὰ ἐκ Βοσόῤῥας.
34ヨバブが死に、テマン人の地のフシャムが彼に代わって王となった。
34Ἀπέθανε δὲ Ἰωβὰβ, καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ Ἀσὼμ ἐκ τῆς γῆς Θαιμανών.
35フシャムが死に、モアブの野でミディアンを打ったベダデの息子ハダドが彼に代わって王となった。彼の町の名はアビテであった。
35Ἀπέθανε δὲ Ἀσὼμ, καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ Ἀδὰδ υἱὸς Βαρὰδ ὁ ἐκκόψας Μαδιὰμ ἐν τῷ πεδίῳ Μωάβ· καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γετθαίμ.
36ハダドが死に、マスレカのサムラが彼に代わって王となった。
36Ἀπέθανε δὲ Ἀδὰδ, καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ Σαμαδὰ ἐκ Μασσεκκάς.
37サムラが死に、川のほとりのレホボトのシャウルが彼に代わって王となった。
37Ἀπέθανε δὲ Σαμαδὰ, καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ Σαοὺλ ἐκ Ῥοωβὼθ τῆς παρὰ ποταμόν.
38シャウルが死に、アクボルの息子バアル・ハナンが彼に代わって王となった。
38Ἀπέθανε δὲ Σαοὺλ, καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ Βαλλενὼν υἱὸς Ἀχοβώρ.
39アクボルの息子バアル・ハナンが死に、ハダルが彼に代わって王となった。彼の町の名はパウであった。彼の妻の名はメヘタベルといい、メザハブの娘であるマトレドの娘であった。
39Ἀπέθανε δὲ Βαλλενὼν υἱὸς Ἀχοβὼρ, καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ Ἀρὰδ υἱὸς Βαράδ· καὶ ὄνομα τῇ πόλει αὐτοῦ Φογώρ· ὄνομα δὲ τῇ γυναικὶ αὐτοῦ Μετεβεὴλ, θυγάτηρ Ματραῒθ, υἱοῦ Μαιζοώβ.
40エサウから出た首長たちの名は、それぞれの氏族、それぞれの場所、その名にしたがって次のとおりである。首長ティムナ、首長アルワ、首長エテテ、
40Ταῦτα τὰ ὀνόματα τῶν ἡγεμόνων Ἡσαῦ, ἐν ταῖς φυλαῖς αὐτῶν, κατὰ τόπον αὐτῶν, ἐν ταῖς χώραις αὐτῶν, καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν· ἡγεμὼν Θαμνὰ, ἡγεμὼν Γωλὰ, ἡγεμὼν Ἰεθὲρ,
41首長オホリバマ、首長エラ、首長ピノン、
41ἡγεμὼν Ὁλιβεμὰς, ἡγεμὼν Ἡλὰς, ἡγεμὼν Φινὼν,
42首長ケナズ、首長テマン、首長ミブツァル、
42ἡγεμὼν Κενὲζ, ἡγεμὼν Θαιμὰν, ἡγεμὼν Μαζὰρ,
43首長マグディエル、首長イラム。これらが、彼らの所有地にある住まいにしたがうエドムの首長たちである。これがエドム人の父エサウである。
43ἡγεμὼν Μαγεδιὴλ, ἡγεμὼν Ζαφωίν· οὗτοι ἡγεμόνες Ἐδὼμ, ἐν ταῖς κατῳκοδομημέναις ἐν τῇ γῇ τῆς κτήσεως αὐτῶν· οὗτος Ἡσαῦ πατὴρ Ἐδώμ.

Tip: use the ← and → keys to turn chapters.