創世記
Chapter 42
Freedom Bible (フリーダム・バイブル)
vs Septuagint (Brento…
Aa
Text size
Line width
Verse numbers
Freedom Bible (フリーダム・バイブル)
Septuagint (Brenton Greek text, with Apocrypha)
1さて、ヤコブはエジプトに穀物があるのを見て、息子たちに言った。「なぜあなたがたは顔を見合わせているのか。」
1Ἰδὼν δὲ Ἰακὼβ ὅτι ἐστὶ πράσις ἐν Αἰγύπτῳ, εἶπε τοῖς υἱοῖς αὐτοῦ, ἱνατί ῥαθυμεῖτε;
2彼は言った。「見よ、エジプトに穀物があると聞いた。そこへ下り、私たちのために買って来なさい。そうすれば、私たちは死なずに生き延びられる。」
2Ἰδοὺ ἀκήκοα, ὅτι ἐστὶ σῖτος ἐν Αἰγύπτῳ· κατάβητε ἐκεὶ, καὶ πρίασθε ἡμῖν μικρὰ βρώματα, ἵνα ζήσωμεν καὶ μὴ ἀποθάνωμεν.
3ヨセフの十人の兄弟たちは、エジプトから穀物を買うために下って行った。
3Κατέβησαν δὲ οἱ ἀδελφοὶ Ἰωσὴφ οἱ δέκα, πρίασθαι σῖτον ἐξ Αἰγύπτου·
4しかしヤコブは、ヨセフの弟ベニヤミンを兄弟たちと一緒には行かせなかった。彼が「彼に災いが降りかかるといけない」と考えたからである。
4Τὸν δὲ Βενιαμὶν, τὸν ἀδελφὸν Ἰωσὴφ, οὐκ ἀπέστειλε μετὰ τῶν ἀδελφῶν αὐτοῦ· εἶπε γὰρ, μή ποτε συμβῇ αὐτῷ μαλακία.
5カナンの地にも飢饉があったので、イスラエルの子らは、やって来る人々に混じって買いに行った。
5Ἦλθον δὲ οἱ υἱοὶ Ἰσραὴλ ἀγοράζειν μετὰ τῶν ἐρχομένων· ἦν γὰρ ὁ λιμὸς ἐν γῇ Χαναάν.
6ヨセフはその地の統治者であり、すべての民に穀物を売っていた。兄弟たちはやって来て、顔を地に伏せ、彼の前にひれ伏した。
6Ἰωσὴφ δὲ ἦν ὁ ἄρχων τῆς γῆς· οὗτος ἐπώλει παντὶ τῷ λαῷ τῆς γῆς· ἐλθόντες δὲ οἱ ἀδελφοὶ Ἰωσὴφ προσεκύνησαν αὐτῷ ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν.
7ヨセフは兄弟たちを見て彼らだとわかったが、彼らに対して見知らぬ者のように振る舞い、厳しく語りかけた。彼は彼らに言った。「あなたがたはどこから来たのか。」 彼らは言った。「食物を買うために、カナンの地から来ました。」
7Ἰδὼν δὲ Ἰωσὴφ τοὺς ἀδελφοὺς αὐτοῦ, ἐπέγνω· καὶ ἠλλοτριοῦτο ἀπʼ αὐτῶν, καὶ ἐλάλησεν αὐτοῖς σκληρά· καὶ εἶπεν αὐτοῖς, πόθεν ἥκατε; οἱ δὲ εἶπον, ἐκ γῆς Χαναὰν, ἀγοράσαι βρώματα.
8ヨセフは兄弟たちだとわかったが、彼らには彼だとわからなかった。
8Ἐπέγνω δὲ Ἰωσὴφ τοὺς ἀδελφοὺς αὐτοῦ· αὐτοὶ δὲ οὐκ ἐπέγνωσαν αὐτόν·
9ヨセフは彼らについて見た夢を思い出し、言った。「あなたがたはスパイだ。この国の隙を探るために来たのだ。」
9Καὶ ἐμνήσθη Ἰωσὴφ τῶν ἐνυπνίων αὐτοῦ, ὧν εἶδεν αὐτός· καὶ εἶπεν αὐτοῖς, κατάσκοποί ἐστε, κατανοῆσαι τὰ ἴχνη τῆς χώρας ἥκατε.
10彼らは彼に言った。「いいえ、ご主人様。あなたのしもべたちは食物を買うために来たのです。
10Οἱ δὲ εἶπαν, οὐχὶ, κύριε· οἱ παῖδές σου ἤλθομεν πρίασθαι βρώματα.
11私たちは皆、一人の人の息子です。私たちは正直な者であり、あなたのしもべたちはスパイではありません。」
11Πάντες ἐσμὲν υἱοὶ ἑνὸς ἀνθρώπου· εἰρηνικοί ἐσμεν, οὐκ εἰσιν οἱ παῖδές σου κατάσκοποι.
12彼は彼らに言った。「いや、あなたがたはこの国の隙をうかがうために来たのだ。」
12Εἶπε δὲ αὐτοῖς, οὐχί· ἀλλὰ τὰ ἴχνη τῆς γῆς ἤλθετε ἰδεῖν.
13彼らは言った。「しもべどもは、カナンの地にいる一人の父の息子で、十二人兄弟です。末の弟は今、父と一緒におり、もう一人は、いなくなりました。」
13Οἱ δὲ εἶπαν, δώδεκά ἐσμεν οἱ παῖδές σου ἀδελφοὶ ἐν γῇ Χαναάν· καὶ ἰδοὺ ὁ νεώτερος μετὰ τοῦ πατρὸς ἡμῶν σήμερον· ὁ δὲ ἕτερος οὐχ ὑπάρχει.
14ヨセフは彼らに言った。「私があなたがたに『あなたがたはスパイだ』と言ったのは、そのことだ。
14Εἶπε δὲ αὐτοῖς Ἰωσὴφ, τοῦτό ἐστιν ὃ εἴρηκα ὑμῖν, λέγων, ὅτι κατάσκοποί ἐστε.
15このことであなたがたを試す。ファラオの命にかけて言う。末の弟がここに来ない限り、あなたがたをここから出すことはない。
15Ἐν τούτῳ φανεῖσθε· νὴ τὴν ὑγίειαν Φαραὼ, οὐ μὴ ἐξέλθητε ἐντεῦθεν, ἐὰν μὴ ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος ἔλθῃ ὧδε.
16あなたがたのうち一人を遣わし、弟を連れて来させよ。その間、ほかの者は監獄に入るのだ。こうして言葉を試し、あなたがたに真実があるか確かめよう。さもなければ、ファラオの命にかけて、あなたがたは確かにスパイだ。」
16Ἀποστείλατε ἐξ ὑμῶν ἕνα, καὶ λάβετε τὸν ἀδελφὸν ὑμῶν· ὑμεῖς δὲ ἀπάχθητε ἕως τοῦ φανερὰ γενέσθαι τὰ ῥήματα ὑμῶν, εἰ ἀληθεύετε ἢ οὔ· εἰ δὲ μὴ, νὴ τὴν ὑγίειαν Φαραὼ, ἦ μὴν κατάσκοποί ἐστε.
17彼は彼らを一緒に三日間、監獄に入れた。
17Καὶ ἔθετο αὐτοὺς ἐν φυλακῇ ἡμέρας τρεῖς.
18三日目にヨセフは彼らに言った。「このことを行って、生き延びなさい。私は神を恐れている。
18Εἶπε δὲ αὐτοῖς τῇ ἡμέρᾳ τῇ τρίτῃ, τοῦτο ποιήσατε, καὶ ζήσεσθε· τὸν Θεὸν γὰρ ἐγὼ φοβοῦμαι.
19もしあなたがたが正直な者なら、あなたがた兄弟のうち一人だけが監獄に残りなさい。あなたがたは行って、飢えている家族のために穀物を持ち帰りなさい。
19Εἰ εἰρηνικοί ἐστε, ἀδελφὸς ὑμῶν κατασχεθήτω εἷς ἐν τῇ φυλακῇ· αὐτοὶ δὲ βαδίσατε, καὶ ἀπαγάγετε τὸν ἀγορασμὸν τῆς σιτοδοσίας ὑμῶν.
20そして、あなたがたの一番下の弟を私のところに連れて来なさい。そうすれば、あなたがたの言葉は証明され、あなたがたは死なないだろう。」彼らはそのようにした。
20Καὶ τὸν ἀδελφὸν ὑμῶν τὸν νεώτερον ἀγάγετε πρός με, καὶ πιστευθήσονται τὰ ῥήματα ὑμῶν· εἰ δὲ μὴ, ἀποθανεῖσθε. Ἐποίησαν δὲ οὕτως.
21彼らは互いに言った。「私たちは弟のことで、まことに罪を負っている。彼が哀願したとき、その苦悩を目の当たりにしながら、聞き入れなかった。だから、この苦しみが私たちに降りかかったのだ。」
21Καὶ εἶπεν ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ, ναὶ, ἐν ἁμαρτίαις γάρ ἐσμεν περὶ τοῦ ἀδελφοῦ ἡμῶν, ὅτι ὑπερίδομεν τὴν θλίψιν τῆς ψυχῆς αὐτοῦ, ὅτε κατεδέετο ἡμῶν, καὶ οὐκ εἰσηκούσαμεν αὐτοῦ· καὶ ἕνεκεν τούτου ἐπῆλθεν ἐφʼ ἡμᾶς ἡ θλίψις αὕτη.
22ルベンは彼らに答えた。「私はあなたがたに『あの少年に罪を犯してはならない』と言ったではないか。しかしあなたがたは聞き入れなかった。だから見よ、彼の血の責任が問われているのだ。」
22Ἀποκριθεὶς δὲ Ῥουβὴν εἶπεν αὐτοῖς, οὐκ ἐλάλησα ὑμῖν, λέγων, μὴ ἀδικήσητε τὸ παιδάριον, καὶ οὐκ εἰσηκούσατέ μου; καὶ ἰδοὺ τὸ αἷμα αὐτοῦ ἐκζητεῖται.
23彼らはヨセフがそれを理解しているとは知らなかった。彼らの間には通訳がいたからである。
23Αὐτοὶ δὲ οὐκ ᾔδεισαν, ὅτι ἀκούει Ἰωσήφ· ὁ γὰρ ἑρμηνευτὴς ἀνὰ μέσον αὐτῶν ἦν·
24ヨセフは彼らから離れて行き、泣いた。そして彼らのところに戻り、彼らと話し、彼らの中からシメオンを取り、彼らの目の前で縛った。
24Ἀποστραφεὶς δὲ ἀπʼ αὐτῶν ἔκλαυσεν Ἰωσήφ· καὶ πάλιν προσῆλθε πρὸς αὐτοὺς, καὶ εἶπεν αὐτοῖς· καὶ ἔλαβε τὸν Συμεὼν ἀπʼ αὐτῶν, καὶ ἔδησεν αὐτὸν ἐναντίον αὐτῶν.
25それからヨセフは、彼らの袋に穀物を満たし、各々の銀をそれぞれの袋に戻し、道中のための食料を彼らに与えるように命じた。そのように彼らに行われた。
25Ἐνετείλατο δὲ Ἰωσὴφ ἐμπλῆσαι τὰ ἀγγεῖα αὐτῶν σίτου, καὶ ἀποδοῦναι τὸ ἀργύριον αὐτῶν ἑκάστῳ εἰς τὸν σάκκον αὐτοῦ, καὶ δοῦναι αὐτοῖς ἐπισιτισμὸν εἰς τὴν ὁδόν· καὶ ἐγενήθη αὐτοῖς οὕτως.
26彼らは穀物をろばに積んで、そこを出発した。
26Καὶ ἐπιθέντες τὸν σῖτον ἐπὶ τοῦς ὄνους αὐτῶν, ἀπῆλθον ἐκεῖθεν.
27宿泊所で、彼らの一人がろばに餌をやるために袋を開けると、自分の銀が見えた。見よ、それは袋の口にあった。
27Λύσας δὲ εἷς τὸν μάρσιππον αὐτοῦ, δοῦναι χορτάσματα τοῖς ὄνοις αὐτοῦ, οὗ κατέλυσαν, καὶ εἶδε τὸν δεσμὸν τοῦ ἀργυρίου αὐτοῦ, καὶ ἦν ἐπάνω τοῦ στόματος τοῦ μαρσίππου.
28彼は兄弟たちに言った。「私の銀が戻されている。見よ、袋の中にある。」彼らは心を失うほど驚き、震えながら互いに言った。「神は私たちに、何ということをなさったのか。」
28Καὶ εἶπε τοῖς ἀδελφοῖς αὐτοῦ, ἀπεδόθη μοι τὸ ἀργύριον, καὶ ἰδοὺ τοῦτο ἐν τῷ μαρσίππῳ μου· καὶ ἐξέστη ἡ καρδία αὐτῶν, καὶ ἐταράχθησαν πρὸς ἀλλήλους, λέγοντες, τί τοῦτο ἐποίησεν ὁ Θεὸς ἡμῖν;
29彼らはカナンの地にいる父ヤコブのところに帰り、自分たちに起こったすべてのことを彼に告げた。
29Ἦλθον δὲ πρὸς Ἰακὼβ τὸν πατέρα αὐτῶν εἰς γὴν Χαναὰν, καὶ ἀπήγγειλαν αὐτῷ πάντα τὰ συμβάντα αὐτοῖς, λέγοντες,
30「その国の主である人が私たちに厳しく語りかけ、私たちをその国のスパイとみなしました。
30Λελάληκεν ὁ ἄνθρωπος ὁ κύριος τῆς γῆς πρὸς ἡμᾶς σκληρὰ, καὶ ἔθετο ἡμᾶς ἐν φυλακῇ, ὡς κατασκοπεύοντας τὴν γῆν.
31私たちは彼に言いました。『私たちは正直な者です。スパイではありません。
31Εἴπαμεν δὲ αὐτῷ, εἰρήνικοί ἐσμεν, οὐκ ἐσμὲν κατάσκοποι.
32私たちは一人の父の息子たちで、十二人の兄弟です。一人はもうおらず、一番下の者は今日、カナンの地で父と一緒にいます。』
32Δώδεκα ἀδελφοί ἐσμεν, υἱοὶ τοῦ πατρὸς ἡμῶν· ὁ εἷς οὐχ ὑπάρχει· ὁ δὲ μικρὸς μετὰ τοῦ πατρὸς ἡμῶν σήμερον ἐν γῇ Χαναάν.
33その国の主である人は私たちに言いました。『あなたがたが正直な者であることを、このことによって私は知るだろう。あなたがたの兄弟の一人を私のもとに残し、飢えている家族のために穀物を持って行きなさい。
33Εἶπε δὲ ἡμῖν ὁ ἄνθρωπος ὁ κύριος τῆς γῆς, ἐν τούτῳ γνώσομαι, ὅτι εἰρηνικοί ἐστε· ἀδελφὸν ἕνα ἄφετε ὧδε μετʼ ἐμοῦ· τὸν δὲ ἀγορασμὸν τῆς σιτοδοσίας τοῦ οἴκου ὑμῶν λαβόντες ἀπέλθατε.
34そして、あなたがたの一番下の弟を私のところに連れて来なさい。そうすれば、私はあなたがたがスパイではなく、正直な者であることがわかる。そして、あなたがたの兄弟をあなたがたに渡し、あなたがたはこの国で自由に行き来できるだろう。』」
34Καὶ ἀγάγετε πρός με τὸν ἀδελφὸν ὑμῶν τὸν νεώτερον· καὶ γνώσομαι ὅτι οὐ κατάσκοποί ἐστε, ἀλλʼ ὅτι εἰρηνικοί ἐστε· καὶ τὸν ἀδελφὸν ὑμῶν ἀποδώσω ὑμῖν, καὶ τῇ γῇ ἐμπορεύσεσθε.
35彼らが袋を空にすると、見よ、各々の銀包みがその袋の中にあった。彼らと彼らの父がその銀包みを見たとき、彼らは恐れた。
35Ἐγένετο δὲ ἐν τῷ κατακενοῦν αὐτοὺς τοὺς σάκκους αὐτῶν, καὶ ἦν ἑκάστου ὁ δεσμὸς τοῦ ἀργυρίου ἐν τῷ σάκκῳ αὐτῶν· καὶ εἶδον τοὺς δεσμοὺς τοῦ ἀργυρίου αὐτῶν αὐτοὶ, καὶ ὁ πατὴρ αὐτῶν, καὶ ἐφοβήθησαν.
36父ヤコブは彼らに言った。「あなたがたは私から子を奪った。ヨセフはもういない。シメオンもいない。今度はベニヤミンまで連れ去ろうというのか。すべてが私に降りかかる。」
36Εἶπε δὲ αὐτοῖς Ἰακὼβ ὁ πατὴρ αὐτῶν, ἐμὲ ἠτεκνώσατε· Ἰωσὴφ οὐκ ἔστι, Συμεὼν οὐκ ἔστι, καὶ τὸν Βενιαμὶν λήψεσθε; ἐπʼ ἐμὲ ἐγένετο ταῦτα πάντα.
37ルベンは父に言った。「もし私が彼をあなたのもとに連れ帰らなかったなら、私の二人の息子を殺してもかまいません。彼を私の手に委ねてください。私が彼をあなたのもとに連れ帰ります。」
37Εἶπε δὲ Ῥουβὴν τῷ πατρὶ αὐτῶν, λέγων, τοὺς δύο υἱούς μου ἀπόκτεινον, ἐὰν μὴ ἀγάγω αὐτὸν πρὸς σέ· δὸς αὐτὸν εἰς τὴν χεῖρά μου, κᾀγὼ ἀνάξω αὐτὸν πρὸς σέ.
38彼は言った。「私の息子はあなたがたと一緒に下って行くことはない。彼の兄は死に、彼だけが残されているからだ。もしあなたがたが行く道中で彼に災いが降りかかれば、あなたがたは白髪の私を悲しみと共にシェオルへ下らせることになる。」
38Ὁ δὲ εἶπεν, οὐ καταβήσεται ὁ υἱός μου μεθʼ ὑμῶν, ὅτι ὁ ἀδελφὸς αὐτοῦ ἀπέθανε, καὶ αὐτὸς μόνος καταλέλειπται· καὶ συμβήσεται αὐτὸν μαλακισθῆναι ἐν τῇ ὁδῷ, ᾗ ἐὰν πορεύησθε, καὶ κατάξετέ μου τὸ γῆρας μετὰ λύπης εἰς ᾅδοῦ.

Tip: use the ← and → keys to turn chapters.