創世記 35
Freedom Bible (フリーダム・バイブル)Translation
Freedom Bible (フリーダム・バイブル)
Septuagint (Brenton Greek text, with Apocrypha)
1神はヤコブに言われた。「立ち上がってベテルへ上り、そこに住め。兄エサウから逃げたとき、あなたに現れた神のために、そこで祭壇を造れ。」
1Εἶπε δὲ ὁ Θεὸς πρὸς Ἰακὼβ, ἀναστὰς ἀνάβηθι εἰς τὸν τόπον Βαιθὴλ, καὶ οἴκει ἐκεῖ· καὶ ποίησον ἐκεῖ θυσιαστήριον τῷ Θεῷ τῷ ὀφθέντι σοι, ἐν τῷ ἀποδιδράσκειν σε ἀπὸ προσώπου Ἡσαῦ τοῦ ἀδελφοῦ σου.
2そこでヤコブは自分の家族と、彼と一緒にいるすべての者に言った。「あなたがたの中にある外国の神々を捨て去り、身をきよめ、衣を着替えなさい。
2Εἶπε δὲ Ἰακὼβ τῷ οἴκῳ αὐτοῦ, καὶ πᾶσι τοῖς μετʼ αὐτοῦ, ἄρατε τοὺς θεοὺς τοὺς ἀλλοτρίους τοὺς μεθʼ ὑμῶν ἐκ μέσου ὑμῶν, καὶ καθαρίσθητε, καὶ ἀλλάξατε τὰς στολὰς ὑμῶν.
3さあ立ち上がり、ベテルへ上って行こう。私の苦難の日に私に答え、私の行く道で私と共におられた神に、私はそこで祭壇を造る。」
3Καὶ ἀναστάντες ἀναβῶμεν εἰς Βαιθὴλ, καὶ ποιήσωμεν ἐκεῖ θυσιαστήριον τῷ Θεῷ τῷ ἐπακούσαντί μου ἐν ἡμέρᾳ θλίψεως, ὃς ἦν μετʼ ἐμοῦ, καὶ διέσωσέ με ἐν τῇ ὁδῷ, ᾗ ἐπορεύθην.
4彼らは、自分たちの手にあるすべての外国の神々と、耳にある輪をヤコブに渡した。ヤコブはそれらを、シェケムのそばにある樫の木の下に隠した。
4Καὶ ἔδωκαν τῷ Ἰακὼβ τοὺς θεοὺς τοὺς ἀλλοτρίους, οἳ ἦσαν ἐν ταῖς χερσὶν αὐτῶν, καὶ τὰ ἐνώτια τὰ ἐν τοῖς ὠσὶν αὐτῶν· καὶ κατέκρυψεν αὐτὰ Ἰακὼβ ὑπὸ τὴν τερέβινθον τὴν ἐν Σηκίμοις· καὶ ἀπώλεσεν αὐτὰ, ἕως τῆς σήμερον ἡμέρας.
5彼らが旅立つと、神への恐怖が周囲の町々を襲い、人々はヤコブの息子たちを追わなかった。
5Καὶ ἐξῇρεν Ἰσραὴλ ἐκ Σηκίμων· καὶ ἐγένετο φόβος Θεοῦ ἐπὶ τὰς πόλεις τὰς κύκλῳ αὐτῶν, καὶ οὐ κατεδίωξαν ὀπίσω τῶν υἱῶν Ἰσραήλ.
6こうして、ヤコブと彼と一緒にいたすべての民は、カナンの地にあるルズ、すなわちベテルに着いた。
6Ἦλθε δὲ Ἰακὼβ εἰς Λουζὰ ἥ ἐστιν ἐν γῇ Χαναὰν, ἥ ἐστι Βαιθὴλ, αὐτὸς, καὶ πᾶς ὁ λαὸς, ὃς ἦν μετʼ αὐτοῦ.
7彼はそこに祭壇を築き、その場所をエル・ベテルと呼んだ。兄から逃げたとき、そこで神が彼に現れたからである。
7Καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον, καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου, Βαιθήλ· ἐκεῖ γὰρ ἐφάνη αὐτῷ ὁ Θεὸς, ἐν τῷ ἀποδιδράσκειν αὐτὸν ἀπὸ προσώπου Ἡσαῦ τοῦ ἀδελφοῦ αὐτοῦ.
8リベカの乳母デボラが死に、ベテルの下の方にある樫の木の下に葬られた。その名はアロン・バクテと呼ばれた。
8Ἀπέθανε δὲ Δεβόῤῥα, ἡ τρόφος Ῥεβέκκας, καὶ ἐτάφη κατώτερον Βαιθὴλ ὑπὸ τὴν βάλανον· καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα αὐτῆς, βάλανος πένθους.
9ヤコブがパダン・アラムから来たとき、神は再び彼に現れ、彼を祝福された。
9Ὤφθη δὲ ὁ Θεὸς τῷ Ἰακὼβ ἔτι ἐν Λουζᾷ, ὅτε παρεγένετο ἐκ Μεσοποταμίας τῆς Συρίας· καὶ εὐλόγησεν αὐτὸν ὁ Θεὸς.
10神は彼に言われた。「あなたの名はヤコブである。あなたの名はもはやヤコブとは呼ばれず、あなたの名はイスラエルとなる。」神は彼をイスラエルと名付けられた。
10Καὶ εἶπεν αὐτῷ ὁ Θεὸς, τὸ ὄνομά σου οὐ κληθήσεται ἔτι Ἰακὼβ, ἀλλʼ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰσραήλ.
11神は彼に言われた。「わたしは全能の神である。生めよ、増えよ。一つの民族と、多くの民族の集まりがあなたから出て、王たちがあなたの体から出る。
11Εἶπε δὲ αὐτῷ ὁ Θεὸς, ἐγὼ ὁ Θεός σου· αὐξάνου, καὶ πληθύνου· ἔθνη καὶ συναγωγαὶ ἐθνῶν ἔσονται ἐκ σοῦ, καὶ βασιλεῖς ἐκ τῆς ὀσφύος σου ἐξελεύσονται.
12わたしがアブラハムとイサクに与えた地を、わたしはあなたに与え、あなたの後に続くあなたの子孫にその地を与える。」
12Καὶ τὴν γῆν, ἣν ἔδωκα Ἁβραὰμ καὶ Ἰσαὰκ, σοὶ δέδωκα αὐτήν· σοὶ ἔσται· καὶ τῷ σπέρματί σου μετὰ σὲ δώσω τῆν γῆν ταύτην.
13神は、彼と語られた場所から、彼を離れて上って行かれた。
13Ἀνέβη δὲ ὁ Θεὸς ἀπʼ αὐτοῦ ἐκ τοῦ τόπου, οὗ ἐλάλησε μετʼ αὐτοῦ.
14ヤコブは、神が彼と語られた場所に一本の柱、石の柱を立てた。彼はその上に飲み物のささげ物を注ぎ、その上に油を注いだ。
14Καὶ ἔστησεν Ἰακὼβ στήλην ἐν τῷ τόπῳ, ᾧ ἐλάλησε μετʼ αὐτοῦ ὁ Θεὸς, στήλην λιθίνην· καὶ ἔσπεισεν ἐπʼ αὐτὴν σπονδὴν, καὶ ἐπέχεεν ἐπʼ αὐτὴν ἔλαιον.
15ヤコブは、神が彼と語られた場所の名をベテルと呼んだ。
15Καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου, ἐν ᾧ ἐλάλησε μετʼ αὐτοῦ ἐκεῖ ὁ Θεὸς, Βαιθήλ.
16彼らはベテルから旅立った。エフラテに着くまでにはまだ少し距離があったが、ラケルは産気づいた。彼女は難産であった。
16Ἀπάρας δὲ Ἰακὼβ ἐκ Βαιθὴλ, ἔπηξε τὴν σκηνὴν αὐτοῦ ἐπέκεινα τοῦ πύργου Γαδέρ· ἐγένετο δὲ ἡνίκα ἤγγισεν εἰς Χαβραθὰ τοῦ ἐλθεῖν εἰς τὴν Ἐφραθᾶ, ἔτεκε Ῥαχήλ· καὶ ἐδυστόκησεν ἐν τῷ τοκετῷ.
17難産で苦しんでいる彼女に、助産婦は言った。「恐れないでください。この子も男の子です。」
17Ἐγένετο δὲ ἐν τῷ σκληρὼς αὐτὴν τίκτειν, εἶπεν αὐτῇ ἡ μαῖα, θάρσει, καὶ γὰρ οὗτός σοι ἐστὶν υἱός.
18彼女は息を引き取ろうとする中で、その子をベン・オニと名付けた。しかし父は、ベニヤミンと名付けた。
18Ἐγένετο δὲ ἐν τῷ ἀφιέναι αὐτὴν τὴν ψυχὴν, ἀπέθνησκε γὰρ, ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, υἱὸς ὀδύνης μου· ὁ δὲ πατὴρ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ, Βενιαμίν.
19ラケルは死に、エフラテ、すなわちベツレヘムへの道に葬られた。
19Ἀπέθανε δὲ Ῥαχὴλ, καὶ ἐτάφη ἐν τῇ ὁδῷ τοῦ ἱπποδρόμου Ἐφραθᾶ· αὕτη ἐστὶ Βηθλεέμ.
20ヤコブは彼女の墓の上に柱を立てた。これは今日に至るまで、ラケルの墓の柱である。
20Καὶ ἔστησεν Ἰακὼβ στήλην ἐπὶ τοῦ μνημείου αὐτῆς· αὕτη ἐστὶν ἡ στήλη ἐπὶ τοῦ μνημείου Ῥαχὴλ ἕως τῆς ἡμέρας ταύτης.
21イスラエルは旅立ち、エデルの塔の向こうに天幕を張った。
no verse 21 in this text
22イスラエルがその地に住んでいたとき、ルベンは行って、父のそばめであるビルハと寝た。イスラエルはそれを聞いた。 さて、ヤコブの息子は十二人であった。
22Ἐγένετο δὲ ἡνίκα κατῴκησεν Ἰσραὴλ ἐν τῇ γῇ ἐκείνῃ, ἐπορεύθη Ῥουβὴν, καὶ ἐκοιμήθη μετὰ Βαλλὰς, τῆς παλλακῆς τοῦ πατρὸς αὐτοῦ Ἰακώβ· καὶ ἤκουσεν Ἰσραὴλ, καὶ πονηρὸν ἐφάνη ἐναντίον αὐτοῦ. Ἦσαν δὲ οἱ υἱοὶ Ἰακὼβ, δώδεκα.
23レアの息子たちは、ヤコブの長男ルベン、シメオン、レビ、ユダ、イッサカル、ゼブルン。
23Υἱοὶ Λείας, πρωτότοκος Ἰακὼβ, Ῥουβὴν, Συμεὼν, Λευὶ, Ἰούδας, Ἰσσάχαρ, Ζαβουλών.
24ラケルの息子たちは、ヨセフ、ベニヤミン。
24Υἱοὶ δὲ Ῥαχὴλ, Ἰωσὴφ, καὶ Βενιαμίν.
25ラケルの女のしもべビルハの息子たちは、ダン、ナフタリ。
25Υἱοὶ δὲ Βαλλᾶς παιδίσκης Ῥαχὴλ, Δαν, καὶ Νεφθαλείμ.
26レアの女のしもべジルパの息子たちは、ガド、アシェル。これらは、パダン・アラムでヤコブに生まれた息子たちである。
26Υἱοὶ δὲ Ζελφᾶς παιδίσκης Λείας, Γὰδ, καὶ Ἀσήρ· οὗτοι υἱοὶ Ἰακὼβ, οἳ ἐγένοντο αὐτῷ ἐν Μεσοποταμίᾳ τῆς Συρίας.
27ヤコブは、アブラハムとイサクが寄留していたマムレ、キルヤト・アルバ、すなわちヘブロンにいる父イサクのところへ行った。
27Ἦλθε δὲ Ἰακὼβ πρὸς Ἰσαὰκ τὸν πατέρα αὐτοῦ εἰς Μαμβρῆ, εἰς πόλιν τοῦ πεδίου· αὕτη ἐστὶ Χεβρὼν ἐν γῇ Χαναὰν, οὗ παρῴκησεν Ἁβραὰμ καὶ Ἰσαάκ.
28イサクの生涯は百八十年であった。
28Ἐγένοντο δὲ αἱ ἡμέραι Ἰσαὰκ, ἃς ἔζησεν, ἔτη ἑκατὸν ὀγδοήκοντα.
29イサクは息を引き取って死に、老いて長寿を全うし、自分の民に加えられた。息子のエサウとヤコブが彼を葬った。
29Καὶ ἐκλείπων Ἰσαὰκ ἀπέθανε, καὶ προσετέθη πρὸς τὸ γένος αὐτοῦ πρεσβύτερος καὶ πλήρης ἡμερῶν· καὶ ἔθαψαν αὐτὸν Ἡσαῦ καὶ Ἰακὼβ οἱ υἱοὶ αὐτοῦ.
Tip: use the ← and → keys to turn chapters.