Epistle 5: ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ. 7
1Πῶς δὲ πάλιν οὐκέτι σοι δοκεῖ ὁ Χριστὸς εἶναι ἐκ τῆς παρθένου, ἀλλ’ ὁ ἐπὶ πάντων θεός, ὁ ὤν, ὁ παντοκράτωρ; τίς οὖν ὁ τοῦτον ἀποστείλας, εἰπέ· τίς ὁ τούτου κυριεύων, γνώμῃ δὲ τίνος οὗτος ἐπειθάρχησεν, νόμων δὲ ποίων πληρωτὴς γέγονεν, ὁ μήτε γνώμῃ τινὸς μήτε ἐξουσίᾳ εἴκων;
2καὶ τὸν Χριστὸν ἐξαιρῶν τῆς γεννήσεως, τὸν ἀγέννητον νομοθετεῖς γεγεννῆσθαι καὶ σταυρῷ προσηλῶσθαι τὸν ἄναρχον· τίνος συγχωρήσαντος, οὐκ ἔχω εἰπεῖν.
3ἀλλὰ γὰρ οὐ λέληθάς με τοῦ παλιμβόλου οὐδ’ ἀγνοῶ, ὅτι διάλοξα καὶ δίδυμα βαίνεις· ἀγνοεῖς δὲ σύ, τίς ὁ γεννηθείς, ὁ πᾶν εἰδέναι προσποιούμενος.
Tip: use the ← and → keys to turn chapters.