Epistle 5: ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ. 10

1Σὺ οὖν, ὁ ἐκπεσὼν ἐκ τῆς ὑψηλοτάτης δόξης ὡς ἀστραπή, τολμᾷς λέγειν τῷ κυρίῳ· Βάλε σεαυτὸν ἐντεῦθεν κάτω, ᾧ τὰ ἐνόντα λελόγισται ὡς μὴ ὄντα, καὶ εἰς κενοδοξίαν προκαλεῖσθαι τὸν οὐκ ἐπιδεικτιῶντα;

2καὶ προσποιῇ τὴν γραφὴν ἀναγινώσκειν περὶ αὐτοῦ· Ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περί σου, καὶ ἐπὶ χειρῶν ἀροῦσί σε, τοῦ μὴ προσκόψαι πρὸς λίθον τὸν πόδα σου; καὶ τὰ λοιπὰ προσποιῇ ἀγνοεῖν κλέπτων, ἃ περί σου καὶ τῶν σῶν προπόλων προεφήτευσεν· Ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα;

Tip: use the ← and → keys to turn chapters.