Epistle 5: ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ. 14
1Αἱ προσευχαὶ ὑμῶν ἐκταθείησαν εἰς τὴν Ἀντιοχείας ἐκκλησίαν, ὅθεν καὶ δέσμιος ἀπάγομαι εἰς Ῥώμην. ἀσπάζομαι τὸν ἅγιον ἐπίσκοπον Πολύκαρπον, ἀσπάζομαι τὸν ἅγιον ἐπίσκοπον Βιτάλιον καὶ τὸ ἱερὸν πρεσβυτέριον καὶ τοὺς συνδούλους μου τοὺς διακόνους· ὧν ἐγὼ ἀντίψυχον γενοίμην.
2ἔτι συντάσσομαι τῷ ἐπισκόπῳ καὶ τοῖς πρεσβυτέροις ἐν κυρίῳ· εἴ τις μετὰ Ἰουδαίων ἐπιτελεῖ τὸ πάσχα ἢ τὰ σύμβολα τῆς ἑορτῆς αὐτῶν δέχεται, κοινωνός ἐστι τῶν ἀποκτεινάντων τὸν κύριον καὶ τοὺς ἀποστόλους αὐτοῦ.
Tip: use the ← and → keys to turn chapters.