Epistle 5: ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ. 15
1Ἀσπάζονται ὑμᾶς Φίλων καὶ Ἀγαθόπους οἱ διάκονοι. ἀσπάζομαι τὸ σύστημα τῶν παρθένων, τὸ τάγμα τῶν χηρῶν· ὧν καὶ ὀναίμην. ἀσπάζομαι τὸν λαὸν κυρίου ἀπὸ μικροῦ ἕως μεγάλου.
2ἀπέστειλα ὑμῖν ταῦτά μου τὰ γράμματα διὰ Εὐφανίου τοῦ ἀναγνώστου, ἀνδρὸς θεοτιμήτου καὶ πιστοτάτου, συντυχὼν περὶ Ῥήγιον, ἀναγομένου ἐν πλοίῳ. μέμνησθέ μου τῶν δεσμῶν, ἵνα τελειωθῶ ἐν Χριστῷ.
3ἔρρωσθε σαρκί, ψυχῇ, πνεύματι, τέλεια φρονοῦντες, ἀποστρεφόμενοι τοὺς ἐργάτας τῆς ἀνομίας καὶ τοῦ λόγου τῆς ἀληθείας φθορεῖς, ἐνδυναμούμενοι ἐν τῇ χάριτι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
Tip: use the ← and → keys to turn chapters.