ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ
Chapter 3

ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ

Greek New Testament: Tex…
vs Greek New Testamen…
Aa
Text size
Line width
Verse numbers

ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 3

Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Τὸ λοιπόν, ἀδελφοί μου, χαίρετε ἐν Κυρίῳ. Τὰ αὐτὰ γράφειν ὑμῖν, ἐμοὶ μὲν οὐκ ὀκνηρόν, ὑμῖν δὲ ἀσφαλές.
1το λοιπον αδελφοι μου χαιρετε εν κυριω τα αυτα γραφειν υμιν εμοι μεν ουκ οκνηρον υμιν δε ασφαλεσ
2Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατομήν·
2βλεπετε τουσ κυνασ βλεπετε τουσ κακουσ εργατασ βλεπετε την κατατομην
3ἡμεῖς γάρ ἐσμεν ἡ περιτομή, οἱ πνεύματι Θεῷ λατρεύοντες, καὶ καυχώμενοι ἐν Χριστῷ Ἰησοῦ, καὶ οὐκ ἐν σαρκὶ πεποιθότες·
3ημεισ γαρ εσμεν η περιτομη οι πνευματι θεου λατρευοντεσ και καυχωμενοι εν χριστω ιησου και ουκ εν σαρκι πεποιθοτεσ
4καίπερ ἐγὼ ἔχων πεποίθησιν καὶ ἐν σαρκί· εἴ τις δοκεῖ ἄλλος πεποιθέναι ἐν σαρκί, ἐγὼ μᾶλλον·
4καιπερ εγω εχων πεποιθησιν και εν σαρκι ει τισ δοκει αλλοσ πεποιθεναι εν σαρκι εγω μαλλον
5περιτομὴ ὀκταήμερος, ἐκ γένους Ἰσραήλ, φυλῆς Βενιαμίν, Ἑβραῖος ἐξ Ἑβραίων, κατὰ νόμον Φαρισαῖος,
5περιτομη οκταημεροσ εκ γενουσ ισραηλ φυλησ βενιαμιν εβραιοσ εξ εβραιων κατα νομον φαρισαιοσ
6κατὰ ζῆλον διώκων τὴν ἐκκλησίαν, κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος.
6κατα ζηλον διωκων την εκκλησιαν κατα δικαιοσυνην την εν νομω γενομενοσ αμεμπτοσ
7Ἀλλ᾿ ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν.
7αλλ ατινα ην μοι κερδη ταυτα ηγημαι δια τον χριστον ζημιαν
8Ἀλλὰ μενοῦνγε καὶ ἡγοῦμαι πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου μου· δι᾿ ὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω,
8αλλα μεν ουν και ηγουμαι παντα ζημιαν ειναι δια το υπερεχον τησ γνωσεωσ χριστου ιησου του κυριου μου δι ον τα παντα εζημιωθην και ηγουμαι σκυβαλα ειναι ινα χριστον κερδησω
9καὶ εὑρεθῶ ἐν αὐτῷ, μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ νόμου, ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ, τὴν ἐκ Θεοῦ δικαιοσύνην ἐπὶ τῇ πίστει·
9και ευρεθω εν αυτω μη εχων εμην δικαιοσυνην την εκ νομου αλλα την δια πιστεωσ χριστου την εκ θεου δικαιοσυνην επι τη πιστει
10τοῦ γνῶναι αὐτὸν καὶ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ, καὶ τὴν κοινωνίαν τῶν παθημάτων αὐτοῦ, συμμορφούμενος τῷ θανάτῳ αὐτοῦ,
10του γνωναι αυτον και την δυναμιν τησ αναστασεωσ αυτου και την κοινωνιαν των παθηματων αυτου συμμορφουμενοσ τω θανατω αυτου
11εἴ πως καταντήσω εἰς τὴν ἐξανάστασιν τῶν νεκρῶν.
11ει πωσ καταντησω εισ την εξαναστασιν των νεκρων
12Οὐχ ὅτι ἤδη ἔλαβον, ἢ ἤδη τετελείωμαι· διώκω δέ, εἰ καὶ καταλάβω ἐφ᾿ ᾧ καὶ κατελήφθην ὑπὸ τοῦ Χριστοῦ Ἰησοῦ.
12ουχ οτι ηδη ελαβον η ηδη τετελειωμαι διωκω δε ει και καταλαβω εφ ω και κατεληφθην υπο του χριστου ιησου
13Ἀδελφοί, ἐγὼ ἐμαυτὸν οὐ λογίζομαι κατειληφέναι· ἓν δέ, τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος,
13αδελφοι εγω εμαυτον ου λογιζομαι κατειληφεναι εν δε τα μεν οπισω επιλανθανομενοσ τοισ δε εμπροσθεν επεκτεινομενοσ
14κατὰ σκοπὸν διώκω ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ.
14κατα σκοπον διωκω επι το βραβειον τησ ανω κλησεωσ του θεου εν χριστω ιησου
15Ὅσοι οὖν τέλειοι, τοῦτο φρονῶμεν· καὶ εἴ τι ἑτέρως φρονεῖτε, καὶ τοῦτο ὁ Θεὸς ὑμῖν ἀποκαλύψει·
15οσοι ουν τελειοι τουτο φρονωμεν και ει τι ετερωσ φρονειτε και τουτο ο θεοσ υμιν αποκαλυψει
16πλὴν εἰς ὃ ἐφθάσαμεν, τῷ αὐτῷ στοιχεῖν κανόνι, τὸ αὐτὸ φρονεῖν.
16πλην εισ ο εφθασαμεν τω αυτω στοιχειν κανονι το αυτο φρονειν
17Συμμιμηταί μου γίνεσθε, ἀδελφοί, καὶ σκοπεῖτε τοὺς οὕτω περιπατοῦντας, καθὼς ἔχετε τύπον ἡμᾶς.
17συμμιμηται μου γινεσθε αδελφοι και σκοπειτε τουσ ουτωσ περιπατουντασ καθωσ εχετε τυπον ημασ
18Πολλοὶ γὰρ περιπατοῦσιν, οὓς πολλάκις ἔλεγον ὑμῖν, νῦν δὲ καὶ κλαίων λέγω, τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ·
18πολλοι γαρ περιπατουσιν ουσ πολλακισ ελεγον υμιν νυν δε και κλαιων λεγω τουσ εχθρουσ του σταυρου του χριστου
19ὧν τὸ τέλος ἀπώλεια, ὧν ὁ θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, οἱ τὰ ἐπίγεια φρονοῦντες.
19ων το τελοσ απωλεια ων ο θεοσ η κοιλια και η δοξα εν τη αισχυνη αυτων οι τα επιγεια φρονουντεσ
20Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα, Κύριον Ἰησοῦν Χριστόν·
20ημων γαρ το πολιτευμα εν ουρανοισ υπαρχει εξ ου και σωτηρα απεκδεχομεθα κυριον ιησουν χριστον
21ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ, κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι ἑαυτῷ τὰ πάντα.
21οσ μετασχηματισει το σωμα τησ ταπεινωσεωσ ημων εισ το γενεσθαι αυτο συμμορφον τω σωματι τησ δοξησ αυτου κατα την ενεργειαν του δυνασθαι αυτον και υποταξαι εαυτω τα παντα

Tip: use the ← and → keys to turn chapters.