ΠΑΡΟΙΜΙΑΙ
Chapter 26
Septuagint (Brenton Gree…
vs Chinese Union Vers…
Aa
Text size
Line width
Verse numbers

ΠΑΡΟΙΜΙΑΙ 26

Septuagint (Brenton Greek text, with Apocrypha)
Chinese Union Version, punctuated (Traditional)
1Ὥσπερ δρόσος ἐν ἀμητῷ, καὶ ὥσπερ ὑετὸς ἐν θέρει, οὕτως οὐκ ἔστιν ἄφρουι τιμή.
1夏天落雪,收割時下雨,都不相宜; 愚昧人得尊榮也是如此。
2Ὥσπερ ὄρνεα πέταται καὶ στρουθοί, οὕτως ἀρὰ ματαία οὐκ ἐπελεύσεται οὐδενί.
2麻雀往來,燕子翻飛; 這樣,無故的咒詛也必不臨到。
3Ὥσπερ μάστιξ ἵππῳ καὶ κέντρον ὄνῳ, οὕτως ῥάβδος ἔθνει παρανόμῳ.
3鞭子是為打馬,轡頭是為勒驢; 刑杖是為打愚昧人的背。
4Μὴ ἀποκρίνου ἄφρονι πρὸς τὴν ἐκείνου ἀφροσύνην, ἵνα μὴ ὅμοιος γένῃ αὐτῷ.
4不要照愚昧人的愚妄話回答他, 恐怕你與他一樣。
5Ἀλλὰ ἀποκρίνου ἄφρονι κατὰ τὴν ἀφροσύνην αὐτοῦ, ἵνα μὴ φαίνηται σοφὸς παρʼ ἑαυτῷ.
5要照愚昧人的愚妄話回答他, 免得他自以為有智慧。
6Ἐκ τῶν ὁδῶν ἑαυτοῦ ὄνειδος ποιεῖται ὁ ἀποστείλας διʼ ἀγγέλου ἄφρονος λόγον.
6藉愚昧人手寄信的, 是砍斷 自己的 腳,自受損害。
7Ἄφελοῦ πορείαν σκελῶν, καὶ παρανομίαν ἐκ στόματος ἀφρόνων.
7瘸子的腳空存無用; 箴言在愚昧人的口中也是如此。
8Ὃς ἀποδεσμεύει λίθον ἐν σφενδόνῃ, ὅμοιός ἐστι τῷ διδόντι ἄφρονι δόξαν.
8將尊榮給愚昧人的, 好像人把石子包在機弦裏。
9Ἄκανθαι φύονται ἐν χειρὶ μεθύσου, δουλεία δὲ ἐν χειρὶ τῶν ἀφρόνων.
9箴言在愚昧人的口中, 好像荊棘刺入醉漢的手。
10Πολλὰ χειμάζεται πᾶσα σὰρξ ἀφρόνων, συντρίβεται γὰρ ἡ ἔκστασις αὐτῶν.
10雇愚昧人的,與雇過路人的, 就像射傷眾人的弓箭手。
11Ὥσπερ κύων ὅταν ἐπέλθῃ ἐπὶ τὸν ἑαυτοῦ ἔμετον καὶ μισητὸς γένηται, οὕτως ἄφρων τῇ ἑαυτοῦ κακίᾳ ἀναστρέψας ἐπὶ τὴν ἑαυτοῦ ἁμαρτίαν· ἔστιν αἰσχύνη ἐπάγουσα ἁμαρτίαν, καὶ ἐστιν αἰσχύνη δόξα καὶ χάρις.
11愚昧人行愚妄事,行了又行, 就如狗轉過來吃牠所吐的。
12Εἶδον ἄνδρα δόξαντα παρʼ αὐτῷ σοφὸν εἶναι, ἐλπίδα μέντοι ἔσχε μᾶλλον ἄφρων αὐτοῦ.
12你見自以為有智慧的人嗎? 愚昧人比他更有指望。
13Λέγει ὀκνηρὸς ἀποστελλόμενος εἰς ὁδὸν, λέων ἐν ταῖς ἐν δὲ ταῖς πλατείαις φονευταί.
13懶惰人說:道上有猛獅, 街上有壯獅。
14Ὥσπερ θύρα στρέφεται ἐπὶ τοῦ στρόφιγγος, οὕτως ὀκνηρὸς ἐπὶ τῆς κλίνης αὐτοῦ.
14門在樞紐轉動, 懶惰人在床上也是如此。
15Κρύψας ὀκνηρὸς τὴν χεῖρα ἐν τῷ κόλπῳ αὐτοῦ, οὐ δυνήσεται ἐπενεγκεῖν ἐπὶ στόμα.
15懶惰人放手在盤子裏, 就是向口撤回也以為勞乏。
16Σοφώτερος ἑαυτῷ ὀκνηρὸς φαίνεται, τοῦ ἐν πλησμονῇ ἀποκομίζοντος ἀγγελίαν.
16懶惰人看自己比七個善於應對的人更有智慧。
17Ὥσπερ ὁ κρατῶν κέρκου κυνὸς, οὕτως ὁ προεστὼς ἀλλοτρίας κρίσεως.
17過路被事激動,管理不干己的爭競, 好像人揪住狗耳。
18Ὥσπερ οἱ ἰώμενοι προβάλλουσι λόγους εἰς ἀνθρώπους, ὁ δὲ ἀπαντήσας τῷ λόγῳ πρῶτος ὑποσκελισθήσεται·
18人欺凌鄰舍,卻說: 我豈不是戲耍嗎? 他就像瘋狂的人拋擲火把、利箭, 與殺人的兵器。
19Οὕτως πάντες οἱ ἐνεδρεύοντες τοὺς ἑαυτῶν φίλους, ὅταν δὲ ὁραθῶσι, λέγουσιν, ὅτι παίζων ἔπραξα.
no verse 19 in this text
20Ἐν πολλοῖς ξύλοις θάλλει πῦρ, ὅπου δὲ οὐκ ἔστι δίθυμος, ἡσυχάζει μάχη.
20火缺了柴就必熄滅; 無人傳舌,爭競便止息。
21Ἐσχάρα ἄνθραξι καὶ ξύλα πυρὶ, ἀνὴρ δὲ λοίδορος εἰς ταραχὴν μάχης.
21好爭競的人煽惑爭端, 就如餘火加炭,火上加柴一樣。
22Λόγοι κερκώπων μαλακοὶ, οὗτοι δὲ τύπτουσιν εἰς ταμιεῖα σπλάγχνων.
22傳舌人的言語,如同美食, 深入人的心腹。
23Ἀργύριον διδόμενον μετὰ δόλου, ὥσπερ ὄστρακον ἡγητέον· χείλη λεῖα καρδίαν καλύπτει λυπηράν.
23火熱的嘴,奸惡的心, 好像銀渣包的瓦器。
24Χείλεσι πάντα ἐπινεύει ἀποκλαιόμενος ἐχθρὸς, ἐν δὲ τῇ καρδίᾳ τεκταίνεται δόλους.
24怨恨人的,用嘴粉飾, 心裏卻藏着詭詐;
25Ἐάν σου δέηται ὁ ἐχθρὸς μεγάλῃ τῇ φωνῇ, μὴ πεισθῇς, ἑπτὰ γάρ πονηρίαι ἐν τῇ ψυχῇ αὐτοῦ.
25他用甜言蜜語,你不可信他, 因為他心中有七樣可憎惡的。
26Ὁ κρύπτων ἔχθραν συνίστησι δόλον, ἐκκαλύπτει δὲ τὰς ἑαυτοῦ ἁμαρτίας εὔγνωστος ἐν συνεδρίοις.
26他雖用詭詐遮掩自己的怨恨, 他的邪惡必在會中顯露。
27Ὁ ὀρύσσων βόθρον τῷ πλησίον, ἐμπεσεῖται εἰς αὐτόν· ὁ δὲ κυλίων λίθον, ἐφʼ ἑαυτὸν κυλίει.
27挖陷坑的,自己必掉在其中; 滾石頭的,石頭必反滾在他身上。
28Γλῶσσα ψευδὴς μισεῖ ἀλήθειαν, στόμα δὲ ἄστεγον ποιεῖ ἀκαταστασίας.
28虛謊的舌恨他所壓傷的人; 諂媚的口敗壞人的事。

Tip: use the ← and → keys to turn chapters.