ルカ 2
Freedom Bible (フリーダム・バイブル)Translation
Freedom Bible (フリーダム・バイブル)
SBL Greek New Testament
1そのころ、皇帝アウグストゥスから、全世界の住民登録をせよとの勅令が出た。
1Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθεν δόγμα παρὰ Καίσαρος Αὐγούστου ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην·
2これは、キリニウスがシリアの総督であった時に行われた最初の住民登録である。
2(⸀αὕτη ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου·)
3人々は皆、登録するため、それぞれ自分の町へ向かった。
3καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν ⸀ἑαυτοῦ πόλιν.
4ヨセフもガリラヤの町ナザレを出て、ユダヤにあるダビデの町、ベツレヘムへ上って行った。彼がダビデの家系に属していたからである。
4Ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας ἐκ πόλεως Ναζαρὲθ εἰς τὴν Ἰουδαίαν εἰς πόλιν Δαυὶδ ἥτις καλεῖται Βηθλέεμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαυίδ,
5身ごもっていた婚約者のマリアとともに登録するためであった。
5ἀπογράψασθαι σὺν Μαριὰμ τῇ ⸂ἐμνηστευμένῃ αὐτῷ⸃, οὔσῃ ἐγκύῳ.
6二人がそこにいる間に、彼女の出産の日が来た。
6ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν,
7彼女は初子の男の子を産み、布にくるんで飼い葉桶に寝かせた。宿屋には彼らの泊まる場所がなかったからである。
7καὶ ἔτεκεν τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτὸν καὶ ἀνέκλινεν αὐτὸν ⸀ἐν φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι.
8その地方では、羊飼いたちが野宿をしながら、夜通し羊の群れの番をしていた。
8Καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν.
9見よ、主の使いが彼らのそばに立ち、主の栄光が周囲を照らしたので、彼らは非常に恐れた。
9⸀καὶ ἄγγελος κυρίου ἐπέστη αὐτοῖς καὶ δόξα κυρίου περιέλαμψεν αὐτούς, καὶ ἐφοβήθησαν φόβον μέγαν·
10御使いは彼らに言った。「恐れることはない。見よ、私は民全体に大きな喜びをもたらす良い知らせを、あなたがたに伝える。
10καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος· Μὴ φοβεῖσθε, ἰδοὺ γὰρ εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην ἥτις ἔσται παντὶ τῷ λαῷ,
11今日、ダビデの町で、あなたがたのために救い主がお生まれになった。この方こそ主であるキリストである。
11ὅτι ἐτέχθη ὑμῖν σήμερον σωτὴρ ὅς ἐστιν χριστὸς κύριος ἐν πόλει Δαυίδ·
12あなたがたへのしるしはこれである。布にくるまれ、飼い葉桶に寝かされている乳飲み子を見つける。」
12καὶ τοῦτο ὑμῖν ⸀τὸ σημεῖον, εὑρήσετε βρέφος ἐσπαργανωμένον ⸀καὶ κείμενον ἐν φάτνῃ.
13すると突然、その御使いとともに天の軍勢が大勢現れ、神を賛美して言った。
13καὶ ἐξαίφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς ⸀οὐρανίου αἰνούντων τὸν θεὸν καὶ λεγόντων·
14「いと高き所では神に栄光、 地には平和、人々には好意。」
14Δόξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις ⸀εὐδοκίας.
15御使いたちが彼らを離れて天へ去ると、羊飼いたちは互いに言った。「さあ、ベツレヘムへ行って、主が知らせてくださったこの出来事を見よう。」
15Καὶ ἐγένετο ὡς ἀπῆλθον ἀπʼ αὐτῶν εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι, ⸀οἱ ποιμένες ⸀ἐλάλουν πρὸς ἀλλήλους· Διέλθωμεν δὴ ἕως Βηθλέεμ καὶ ἴδωμεν τὸ ῥῆμα τοῦτο τὸ γεγονὸς ὃ ὁ κύριος ἐγνώρισεν ἡμῖν.
16彼らは急いで行き、マリアとヨセフ、そして飼い葉桶に寝ている乳飲み子を見つけた。
16καὶ ἦλθαν σπεύσαντες καὶ ἀνεῦραν τήν τε Μαριὰμ καὶ τὸν Ἰωσὴφ καὶ τὸ βρέφος κείμενον ἐν τῇ φάτνῃ·
17それを見ると、この幼子について自分たちに告げられた言葉を広く知らせた。
17ἰδόντες δὲ ⸀ἐγνώρισαν περὶ τοῦ ῥήματος τοῦ λαληθέντος αὐτοῖς περὶ τοῦ παιδίου τούτου.
18それを聞いた人々は皆、羊飼いたちが語ったことを不思議に思った。
18καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν ποιμένων πρὸς αὐτούς,
19しかしマリアは、これらの言葉をすべて心に納め、思い巡らしていた。
19ἡ δὲ ⸀Μαρία πάντα συνετήρει τὰ ῥήματα ταῦτα συμβάλλουσα ἐν τῇ καρδίᾳ αὐτῆς.
20羊飼いたちは、聞いたり見たりしたことがすべて告げられたとおりだったので、神に栄光を帰し、賛美しながら帰って行った。
20καὶ ὑπέστρεψαν οἱ ποιμένες δοξάζοντες καὶ αἰνοῦντες τὸν θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον καθὼς ἐλαλήθη πρὸς αὐτούς.
21幼子に割礼を施す八日目が満ちると、その子はイエスと名づけられた。それは、胎内に宿る前に御使いがつけた名であった。
21Καὶ ὅτε ἐπλήσθησαν ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν αὐτόν, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλλημφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ.
22モーセの律法による彼らの清めの日々が満ちると、両親は幼子を主にささげるため、エルサレムに連れて行った。
22Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν κατὰ τὸν νόμον Μωϋσέως, ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα παραστῆσαι τῷ κυρίῳ,
23主の律法に「胎を初めに開く男子は皆、主のために聖なる者と呼ばれる」と書かれているとおりである。
23καθὼς γέγραπται ἐν νόμῳ κυρίου ὅτι Πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ κυρίῳ κληθήσεται,
24また、主の律法に言われているとおり、「山鳩一つがい、または家鳩のひな二羽」をいけにえとしてささげるためであった。
24καὶ τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν ⸀τῷ νόμῳ κυρίου, ζεῦγος τρυγόνων ἢ δύο νοσσοὺς περιστερῶν.
25見よ、エルサレムにシメオンという人がいた。この人は正しく敬虔で、イスラエルの慰めを待ち望んでいた。聖霊が彼の上におられた。
25Καὶ ἰδοὺ ⸂ἄνθρωπος ἦν⸃ ἐν Ἰερουσαλὴμ ᾧ ὄνομα Συμεών, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ, καὶ πνεῦμα ἦν ἅγιον ἐπʼ αὐτόν·
26彼は、主のキリストを見るまでは死ぬことはないと、聖霊から示されていた。
26καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου μὴ ἰδεῖν θάνατον πρὶν ⸂ἢ ἂν⸃ ἴδῃ τὸν χριστὸν κυρίου.
27彼は聖霊に導かれて神殿に入った。両親が、律法の慣習に従って幼子イエスのために行うべきことをしようと、幼子を連れて来ると、
27καὶ ἦλθεν ἐν τῷ πνεύματι εἰς τὸ ἱερόν· καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ
28シメオンは幼子を腕に抱き、神をほめたたえて言った。
28καὶ αὐτὸς ἐδέξατο αὐτὸ εἰς τὰς ⸀ἀγκάλας καὶ εὐλόγησεν τὸν θεὸν καὶ εἶπεν·
29「主よ、今こそ、あなたの言葉どおり、 仕える者を安らかに去らせてくださいます。
29Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ·
30私の目が、あなたの救いを見たからです。
30ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου
31これはあなたが、すべての民の前に備えられたもの、
31ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν,
32異邦人を照らす啓示の光、 あなたの民イスラエルの栄光です。」
32φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ.
33ヨセフとその母は、幼子について語られたことに驚いていた。
33καὶ ἦν ⸂ὁ πατὴρ αὐτοῦ⸃ καὶ ἡ ⸀μήτηρ θαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ.
34シメオンは彼らを祝福し、母マリアに言った。「見よ、この子は、イスラエルの多くの人を倒れさせ、また立ち上がらせるために定められ、反対を受けるしるしとなる。
34καὶ εὐλόγησεν αὐτοὺς Συμεὼν καὶ εἶπεν πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ· Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον,
35そして剣があなた自身の心をも刺し貫く。それは、多くの人の心の思いが明らかにされるためである。」
35καὶ σοῦ ⸀δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί.
36また、アシェル族のファヌエルの娘で、アンナという女預言者がいた。彼女は非常に年を取っており、処女の時から七年間、夫と暮らした後、
36Καὶ ἦν Ἅννα προφῆτις, θυγάτηρ Φανουήλ, ἐκ φυλῆς Ἀσήρ (αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς, ζήσασα ⸂μετὰ ἀνδρὸς ἔτη⸃ ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς,
37約八十四年間、やもめであった。彼女は神殿を離れず、断食と祈願をもって夜も昼も礼拝していた。
37καὶ αὐτὴ χήρα ⸀ἕως ἐτῶν ὀγδοήκοντα τεσσάρων,) ἣ οὐκ ⸀ἀφίστατο τοῦ ἱεροῦ νηστείαις καὶ δεήσεσιν λατρεύουσα νύκτα καὶ ἡμέραν.
38ちょうどその時、彼女も近寄って来て主に感謝をささげ、エルサレムの贖いを待ち望んでいたすべての人に、この幼子のことを語った。
38⸀καὶ αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα ἀνθωμολογεῖτο τῷ ⸀θεῷ καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσιν τοῖς προσδεχομένοις ⸀λύτρωσιν Ἰερουσαλήμ.
39両親は主の律法に従ってすべてを行い終えると、ガリラヤの自分たちの町ナザレへ帰った。
39Καὶ ὡς ἐτέλεσαν ⸀πάντα τὰ κατὰ τὸν νόμον κυρίου, ⸀ἐπέστρεψαν εἰς τὴν Γαλιλαίαν ⸀εἰς πόλιν ἑαυτῶν Ναζαρέθ.
40幼子は成長し、霊において強くなり、知恵に満たされていった。神の恵みがその上にあった。
40Τὸ δὲ παιδίον ηὔξανεν καὶ ἐκραταιοῦτο ⸂πληρούμενον σοφίᾳ⸃, καὶ χάρις θεοῦ ἦν ἐπʼ αὐτό.
41両親は毎年、過越の祭りにエルサレムへ行っていた。
41Καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατʼ ἔτος εἰς Ἰερουσαλὴμ τῇ ἑορτῇ τοῦ πάσχα.
42イエスが十二歳になった時も、祭りの慣習に従ってエルサレムへ上った。
42καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα, ⸀ἀναβαινόντων ⸀αὐτῶν κατὰ τὸ ἔθος τῆς ἑορτῆς
43祭りの日々を終えて帰る途中、少年イエスはエルサレムに残っていたが、ヨセフとその母はそれに気づかなかった。
43καὶ τελειωσάντων τὰς ἡμέρας, ἐν τῷ ὑποστρέφειν αὐτοὺς ὑπέμεινεν Ἰησοῦς ὁ παῖς ἐν Ἰερουσαλήμ, καὶ οὐκ ⸂ἔγνωσαν οἱ γονεῖς⸃ αὐτοῦ.
44一行の中にいるものと思い、一日分の道のりを進んでから、親族や知人の間を捜した。
44νομίσαντες δὲ αὐτὸν ⸂εἶναι ἐν τῇ συνοδίᾳ⸃ ἦλθον ἡμέρας ὁδὸν καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς συγγενεῦσιν ⸀καὶ τοῖς γνωστοῖς,
45しかし見つからなかったので、捜しながらエルサレムへ引き返した。
45καὶ μὴ ⸀εὑρόντες ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ ⸀ἀναζητοῦντες αὐτόν.
46三日後、二人は神殿でイエスを見つけた。イエスは教師たちの真ん中に座り、彼らの話を聞いたり質問したりしていた。
46καὶ ἐγένετο μετὰ ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων καὶ ἀκούοντα αὐτῶν καὶ ἐπερωτῶντα αὐτούς·
47聞いていた人々は皆、その理解力と答えに驚いていた。
47ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ.
48両親はイエスを見て驚き、母は言った。「息子よ、どうして私たちにこんなことをしたのですか。見よ、お父さんと私は心配してあなたを捜していたのです。」
48καὶ ἰδόντες αὐτὸν ἐξεπλάγησαν, καὶ ⸂εἶπεν πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ⸃· Τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; ἰδοὺ ὁ πατήρ σου καὶ ἐγὼ ὀδυνώμενοι ⸀ἐζητοῦμέν σε.
49イエスは二人に言った。 「どうして私を捜したのですか。私が父の家にいなければならないことを、知らなかったのですか。」
49καὶ εἶπεν πρὸς αὐτούς· Τί ὅτι ἐζητεῖτέ με; οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με;
50しかし二人には、イエスの語った言葉が理解できなかった。
50καὶ αὐτοὶ οὐ συνῆκαν τὸ ῥῆμα ὃ ἐλάλησεν αὐτοῖς.
51イエスは二人とともに下ってナザレへ行き、彼らに従って暮らした。母はこれらの言葉をすべて心に納めていた。
51καὶ κατέβη μετʼ αὐτῶν καὶ ἦλθεν εἰς Ναζαρέθ, καὶ ἦν ὑποτασσόμενος αὐτοῖς. καὶ ἡ μήτηρ αὐτοῦ διετήρει πάντα τὰ ῥήματα ⸀ταῦτα ἐν τῇ καρδίᾳ αὐτῆς.
52イエスは知恵と背丈を増し、神と人々からますます好意を受けていった。
52Καὶ Ἰησοῦς προέκοπτεν ⸂σοφίᾳ καὶ ἡλικίᾳ⸃ καὶ χάριτι παρὰ θεῷ καὶ ἀνθρώποις.
Tip: use the ← and → keys to turn chapters.