ルカ 20
Freedom Bible (フリーダム・バイブル)Translation
Freedom Bible (フリーダム・バイブル)
SBL Greek New Testament
1ある日、イエスが神殿で民を教え、福音を宣べ伝えていると、祭司たちと律法学者たちが長老たちとともに近寄って来た。
1Καὶ ἐγένετο ἐν μιᾷ τῶν ⸀ἡμερῶν διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζομένου ἐπέστησαν οἱ ⸀ἀρχιερεῖς καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροις,
2彼らはイエスに尋ねた。「何の権威によって、これらのことをしているのか、私たちに言いなさい。また、この権威をあなたに与えたのはだれか。」
2καὶ εἶπαν ⸂λέγοντες πρὸς αὐτόν⸃· Εἰπὸν ἡμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην;
3イエスは彼らに答えた。 「私もあなたがたに一つ尋ねよう。答えなさい。
3ἀποκριθεὶς δὲ εἶπεν πρὸς αὐτούς· Ἐρωτήσω ὑμᾶς ⸀κἀγὼ λόγον, καὶ εἴπατέ μοι·
4ヨハネのバプテスマは天からのものだったのか、それとも人からのものだったのか。」
4Τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων;
5彼らは互いに論じ合って言った。「もし『天から』と言えば、『では、なぜ彼を信じなかったのか』と言うだろう。
5οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτοὺς λέγοντες ὅτι Ἐὰν εἴπωμεν· Ἐξ οὐρανοῦ, ἐρεῖ· Διὰ τί οὐκ ἐπιστεύσατε αὐτῷ;
6しかし『人から』と言えば、民は皆、われわれを石で打ち殺すだろう。民はヨハネを預言者だと確信しているからだ。」
6ἐὰν δὲ εἴπωμεν· Ἐξ ἀνθρώπων, ⸂ὁ λαὸς ἅπας⸃ καταλιθάσει ἡμᾶς, πεπεισμένος γάρ ἐστιν Ἰωάννην προφήτην εἶναι·
7そこで彼らは、どこからのものか分からないと答えた。
7καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν.
8イエスは彼らに言った。 「私も、何の権威によってこれらのことをするのか、あなたがたには言わない。」
8καὶ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
9イエスは民にこのたとえを語り始めた。 「ある 人がぶどう園を造り、農夫たちに貸して、長い間ほかの国へ出かけた。
9Ἤρξατο δὲ πρὸς τὸν λαὸν λέγειν τὴν παραβολὴν ταύτην· ⸀Ἄνθρωπος ἐφύτευσεν ἀμπελῶνα, καὶ ἐξέδετο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν χρόνους ἱκανούς.
10収穫の季節になると、ぶどう園の実の分け前を受け取るために、しもべを農夫たちの所へ遣わした。しかし農夫たちは彼を殴り、何も持たせずに帰らせた。
10⸀καὶ καιρῷ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς δοῦλον, ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος ⸀δώσουσιν αὐτῷ· οἱ δὲ γεωργοὶ ⸂ἐξαπέστειλαν αὐτὸν δείραντες⸃ κενόν.
11主人はさらに別のしもべを遣わしたが、農夫たちはそのしもべも殴って辱め、何も持たせずに帰らせた。
11καὶ προσέθετο ⸂ἕτερον πέμψαι⸃ δοῦλον· οἱ δὲ κἀκεῖνον δείραντες καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν.
12さらに三人目を遣わしたが、彼らはこのしもべにも傷を負わせ、外へ投げ出した。
12καὶ προσέθετο ⸂τρίτον πέμψαι⸃· οἱ δὲ καὶ τοῦτον τραυματίσαντες ἐξέβαλον.
13ぶどう園の主人は言った。『どうしようか。愛する息子を遣わそう。彼を見れば、敬ってくれるかもしれない。』
13εἶπεν δὲ ὁ κύριος τοῦ ἀμπελῶνος· Τί ποιήσω; πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν· ἴσως ⸀τοῦτον ἐντραπήσονται.
14「ところが農夫たちは息子を見ると、互いに相談して言った。『これは跡取りだ。さあ、殺してしまおう。そうすれば、相続財産はわれわれのものになる。』
14ἰδόντες δὲ αὐτὸν οἱ γεωργοὶ διελογίζοντο πρὸς ⸀ἀλλήλους λέγοντες· Οὗτός ἐστιν ὁ κληρονόμος· ⸀ἀποκτείνωμεν αὐτόν, ἵνα ἡμῶν γένηται ἡ κληρονομία·
15そして息子をぶどう園の外に投げ出して殺した。では、ぶどう園の主人は彼らをどうするだろうか。
15καὶ ἐκβαλόντες αὐτὸν ἔξω τοῦ ἀμπελῶνος ἀπέκτειναν. τί οὖν ποιήσει αὐτοῖς ὁ κύριος τοῦ ἀμπελῶνος;
16主人は来て、この農夫たちを滅ぼし、ぶどう園をほかの人々に与える。」 人々はこれを聞いて言った。「決してそのようなことがありませんように。」
16ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. ἀκούσαντες δὲ εἶπαν· Μὴ γένοιτο.
17しかしイエスは彼らを見つめて言った。 「それでは、こう書かれているのはどういう意味か。 『家を建てる者たちが退けた石、 それが主要な隅石となった。』
17ὁ δὲ ἐμβλέψας αὐτοῖς εἶπεν· Τί οὖν ἐστιν τὸ γεγραμμένον τοῦτο· Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας;
18この石の上に落ちる者は皆、粉々に砕かれ、 この石がその上に落ちる者は、押しつぶされて粉になる。」
18πᾶς ὁ πεσὼν ἐπʼ ἐκεῖνον τὸν λίθον συνθλασθήσεται· ἐφʼ ὃν δʼ ἂν πέσῃ, λικμήσει αὐτόν.
19祭司長たちと律法学者たちは、その時すぐにイエスを捕らえようとしたが、民を恐れた。イエスが自分たちに対してこのたとえを語ったと分かっていたからである。
19καὶ ἐζήτησαν οἱ ⸂γραμματεῖς καὶ οἱ ἀρχιερεῖς⸃ ἐπιβαλεῖν ἐπʼ αὐτὸν τὰς χεῖρας ἐν αὐτῇ τῇ ὥρᾳ, καὶ ἐφοβήθησαν ⸂τὸν λαόν⸃, ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς ⸂εἶπεν τὴν παραβολὴν ταύτην⸃.
20彼らはイエスを見張り、正しい人のふりをする回し者たちを送り込んだ。イエスの言葉じりを捕らえ、総督の支配権と権威に引き渡そうとしたのである。
20Καὶ παρατηρήσαντες ἀπέστειλαν ἐγκαθέτους ὑποκρινομένους ἑαυτοὺς δικαίους εἶναι, ἵνα ἐπιλάβωνται αὐτοῦ λόγου, ⸀ὥστε παραδοῦναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγεμόνος.
21彼らはイエスに尋ねた。「先生、私たちは、あなたが正しいことを語り、教えておられ、人を分け隔てせず、真理に基づいて神の道を教えておられることを知っています。
21καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες· Διδάσκαλε, οἴδαμεν ὅτι ὀρθῶς λέγεις καὶ διδάσκεις καὶ οὐ λαμβάνεις πρόσωπον, ἀλλʼ ἐπʼ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις·
22われわれがカエサルに税を納めることは、律法にかなっているでしょうか、いないでしょうか。」
22ἔξεστιν ⸀ἡμᾶς Καίσαρι φόρον δοῦναι ἢ οὔ;
23しかしイエスは彼らの悪巧みを見抜いて言った。 「なぜ私を試すのか。
23κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν εἶπεν πρὸς ⸀αὐτούς·
24一デナリ硬貨を見せなさい。そこにある肖像と銘はだれのものか。」 彼らは答えた。「カエサルのものです。」
24⸀Δείξατέ μοι δηνάριον· τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν; ⸀ἀποκριθέντες δὲ εἶπαν· Καίσαρος.
25イエスは彼らに言った。 「それなら、カエサルのものはカエサルに、神のものは神に返しなさい。」
25ὁ δὲ εἶπεν ⸂πρὸς αὐτούς· Τοίνυν ἀπόδοτε⸃ τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ.
26彼らは民の前で、イエスの言葉じりを捕らえることができなかった。その答えに驚き、黙り込んだ。
26καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι ⸀τοῦ ῥήματος ἐναντίον τοῦ λαοῦ, καὶ θαυμάσαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ ἐσίγησαν.
27復活はないと否定するサドカイ人の何人かがイエスのもとに来た。
27Προσελθόντες δέ τινες τῶν Σαδδουκαίων, οἱ ⸀ἀντιλέγοντες ἀνάστασιν μὴ εἶναι, ἐπηρώτησαν αὐτὸν
28彼らは尋ねた。「先生、モーセは私たちのためにこう書きました。ある人の兄弟が妻を残して死に、子がいない場合、その人が兄弟の妻を迎え、兄弟のために子孫を残さなければならない、と。
28λέγοντες· Διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν, ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα, καὶ οὗτος ἄτεκνος ⸀ᾖ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.
29ところで、七人の兄弟がいました。長男が妻を迎えましたが、子を残さずに死にました。
29ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος λαβὼν γυναῖκα ἀπέθανεν ἄτεκνος·
30次男が彼女を妻に迎えましたが、子を残さずに死に、
30καὶ ⸂ὁ δεύτερος⸃
31三男も彼女を迎えました。同じように、七人とも子を残さずに死にました。
31καὶ ὁ τρίτος ἔλαβεν ⸀αὐτήν, ὡσαύτως δὲ καὶ οἱ ἑπτὰ οὐ κατέλιπον τέκνα καὶ ἀπέθανον·
32最後に、その女も死にました。
32ὕστερον ⸂καὶ ἡ γυνὴ ἀπέθανεν⸃.
33では復活の時、彼女はだれの妻になるのでしょうか。七人とも彼女を妻にしたのです。」
33⸂ἡ γυνὴ οὖν ἐν τῇ⸃ ἀναστάσει τίνος αὐτῶν γίνεται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.
34イエスは彼らに言った。 「この時代の子らは、めとったり嫁いだりする。
34⸀Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσιν καὶ ⸀γαμίσκονται,
35しかし、かの時代と死人の中からの復活にあずかるのにふさわしいとされる者たちは、めとることも嫁ぐこともない。
35οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε γαμοῦσιν οὔτε ⸀γαμίζονται·
36彼らはもはや死ぬことができない。御使いたちのようであり、復活の子として神の子だからである。
36⸀οὐδὲ γὰρ ἀποθανεῖν ἔτι δύνανται, ἰσάγγελοι γάρ εἰσιν καὶ υἱοί ⸀εἰσιν θεοῦ τῆς ἀναστάσεως υἱοὶ ὄντες.
37死人がよみがえることは、モーセも柴の箇所で示している。彼は主を『アブラハムの神、イサクの神、ヤコブの神』と呼んでいる。
37ὅτι δὲ ἐγείρονται οἱ νεκροὶ καὶ Μωϋσῆς ἐμήνυσεν ἐπὶ τῆς βάτου, ὡς λέγει κύριον τὸν θεὸν Ἀβραὰμ ⸀καὶ θεὸν Ἰσαὰκ ⸁καὶ θεὸν Ἰακώβ·
38神は死んだ者の神ではなく、生きている者の神である。神にとっては、すべての者が生きているからである。」
38θεὸς δὲ οὐκ ἔστιν νεκρῶν ἀλλὰ ζώντων, πάντες γὰρ αὐτῷ ζῶσιν.
39律法学者の何人かが答えた。「先生、立派なお答えです。」
39ἀποκριθέντες δέ τινες τῶν γραμματέων εἶπαν· Διδάσκαλε, καλῶς εἶπας·
40彼らはそれ以上、何も尋ねようとはしなかった。
40οὐκέτι ⸀γὰρ ἐτόλμων ἐπερωτᾶν αὐτὸν οὐδέν.
41イエスは彼らに言った。 「どうして人々は、キリストをダビデの子だと言うのか。
41Εἶπεν δὲ πρὸς αὐτούς· Πῶς λέγουσιν τὸν χριστὸν ⸂εἶναι Δαυὶδ υἱόν⸃;
42ダビデ自身が詩篇の書でこう言っている。 『主は私の主に言われた。 「私の右に座っていなさい。
42⸂αὐτὸς γὰρ⸃ Δαυὶδ λέγει ἐν βίβλῳ ψαλμῶν· ⸀Εἶπεν κύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου
43私があなたの敵を、あなたの足台とするまで。」』
43ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
44ダビデがキリストを主と呼んでいる。それなら、どうしてキリストはダビデの子なのか。」
44Δαυὶδ οὖν ⸂αὐτὸν κύριον⸃ καλεῖ, καὶ πῶς ⸂αὐτοῦ υἱός⸃ ἐστιν;
45民が皆聞いているところで、イエスは弟子たちに言った。
45Ἀκούοντος δὲ παντὸς τοῦ λαοῦ εἶπεν τοῖς ⸀μαθηταῖς·
46「律法学者たちに気をつけなさい。彼らは長い衣を着て歩き回ることを好み、市場であいさつされること、会堂の上席、宴会の上座を愛している。
46Προσέχετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις,
47また、やもめたちの家を食い尽くし、見せかけに長い祈りをする。このような者たちは、いっそう厳しい裁きを受ける。」
47οἳ κατεσθίουσιν τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσεύχονται· οὗτοι λήμψονται περισσότερον κρίμα.
Tip: use the ← and → keys to turn chapters.